Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς τοὺς ἀδελφούς

Ἐφραίμ ὁ Σύρος

Η νέκρωση της αμαρτίας και οι μεθοδείες του διαβόλου

Ερμηνεία της ευαγγελικής προτροπής περί αποκοπής των μελών ως κατάργηση των αμαρτωλών παθών και όχι της φύσεως. Αναλύεται η άσκηση ως ιατρεία, η λεπτότητα της αμαρτίας και η δολιότητα του πονηρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Θέλω δὲ ὑμῖν περὶ τῆς βίας τῶν Ἁγίων εἰπεῖν· πῶς ἐν αὐτῇ τὴν βασιλείαν κληρονομοῦσιν. Ἡ φύσις τῆς σαρκὸς ἀπαιτεῖ ἀνάπαυσιν, αὐτοὶ δὲ μᾶλλον συντριβῆς ἀντιλαμβάνονται. Κακούμενοι χαίρουσι, καὶ ἀσθενοῦντες ἑαυτοὺς οὐ θεραπεύουσιν. Ἡ φύσις ἥδεται δόξῃ, αὐτοὶ δὲ λοιδορούμενοι τέρπονται, καὶ ἐλεοῦντες κρύπτουσι, καὶ εὐσεβοῦντες λανθάνειν σπουδάζουσιν. Ἡ φύσις τῆς σαρκὸς ἐσθίειν βούλεται, αὐτοὶ δὲ νηστείας αὐτὴν κατατήκουσι, καὶ ἀσκήσεσιν αὐτὴν μαραίνουσιν. Ἡ φύσις πρὸς γάμον ἔχει προσηνῶς, αὐτοὶ δὲ ἐγκρατείαις αὐτὴν χαλινοῦσι καὶ τὰς αἰτίας τέμνουσι. Τὰς εὐπορίας διώκει ἡ φύσις, οἱ δὲ Ἅγιοι καὶ ἀδικούμενοι ἀνέχονται, καὶ ἁρπαζόμενοι, μακροθυμοῦσι. Σχεδὸν οὖν εἰπεῖν, τὴν ζωὴν πᾶσαν τῆς σαρκὸς παραιτοῦνται· τοῦτο γάρ ἐστιν, ἆρον τὸν σταυρόν σου, καὶ ἀκολούθει μοι. Διὰ τοῦτο καὶ ὁ Ἀπόστολος γράφει· νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ἐπειδὴ διὰ τῆς βίας τῆς εὐσεβοῦς γίνεται. Οὐδεὶς ἀναιρεῖ τινα μετὰ φειδοῦς, ἀλλὰ μετὰ βίας. Οὕτω καὶ ὁ 〈μὴ〉 θέλων ζωοποιῆσαι τὰ σαρκικά, βιάζεται.

Εἶπε ποῖα εἰσὶ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· οὐ γὰρ τῆς δημιουργίας τοῦ Θεοῦ κατηγορεῖ. Οὐκ εἶπε, νεκρώσατε τὰ μέλη τοῦ σώματος ἁπλῶς, ἀλλὰ τὰ ἐπὶ τῆς γῆς. Καὶ τίνα ἐστὶ ταῦτα; Πορνεία, δόλος, φθόνος, κακία, πλεονεξία καὶ τοιαῦτα. Πάντα τὰ εἰρημένα σάρξ, ἔχει τὴν συγγένειαν. Διὰ τὸν πλοῦτον αἱ ἀδικίαι· διὰ τὴν εὐδοξίαν ὁ φθόνος· διὰ τὴν φιλανθρωπίαν ὁ δόλος· διὰ τὴν σπατάλην ἡ πορνεία.

Οὐκοῦν ἐν τοῖς ὁμοίοις ἁλίσκεται ὁ σαρκικὸς ἄνθρωπος, ἐν τοῖς διὰ φύσεως ὑπὸ τῆς ἁμαρτίας ἀδικούμενος. Ἔφη τὸ Εὐαγγέλιον, μᾶλλον τὴν φύσιν βιάζεσθαι ὑπὸ τῆς ἁμαρτίας. Κλέπτεται ἡ φύσις ἐκ τῆς αὐταρκείας εἰς ἀπληστίαν, 〈καὶ〉 ἐκ τοῦ πίνειν εἰς μέθην, καὶ ἐκ τοῦ γαμεῖν εἰς πορνείαν, καὶ ἐκ τοῦ δικαίου εἰς ἀπανθρωπίαν, καὶ ἀπὸ ἀγάπης εἰς χύδαιον, καὶ ἐκ φιλοξενίας εἰς ἀδιαφορίαν.

Χρὴ οὖν βιάζεσθαι ταύτην, ἵνα κυβερνωμένη μὴ δύναται πλέον τοῦ δέοντος ἐπιδείξασθαι. Καὶ γὰρ ὁ Σωτὴρ ἡμῶν ἔφη, κρεῖσσον μονόπουν ἢ μονόχειρα, ἵνα τῆς βασιλείας ἐπιτύχῃ ὁ ἀγωνιζόμενος. Οὐ πάντως τὰ μέλη, ἃ αὐτὸς ἐποίησεν, ἐκτεμεῖν προσέταξεν, ἀλλ᾽ ἵνα μάθωμεν μὴ ἔχειν τὴν φύσιν συναιτίαν τῆς ἁμαρτίας. Ἐὰν δὲ δι᾽ ἐγκρατείας νεκρωθῇ ἡ χείρ, καὶ 〈ἐὰν〉 ἀποτυφλωθῇ ἡ διάνοια πρὸς φόνον, μὴ σχοῦσα τὴν συνεργὸν χεῖρα, τὸ κακὸν οὐκ ἐποίησεν.

Εὐχερῶς πείθομεν τοὺς φίλους μὴ ἐπιβουλεύοντες, εἰ μὴ συνήλθομεν τοῖς ἐπιβουλεύουσιν. Οὐκ ἐκώλυσεν ἡ Γραφὴ τεκνογονῆσαι, ἀλλὰ τεκνοκτονῆσαι· ἡ γὰρ συνεχὴς ἐπιμιξία ἐμποδίζει πάσῃ τῇ καταστάσει τῆς ψυχῆς, πολέμους ἐγείρουσα, φθορὰς διδάσκουσα, δόλους καὶ φθόνους ὑποβάλλουσα.

Νοεῖτε ἃ λέγω, ἵνα μὴ ἐπὶ πολλὰς παρεκβάσεις ἔλθωμεν. Αὐτὸς αὐτάρκειαν προσέταξεν, ἀλλ᾽ εἶπεν ὅτι ἡ σπαταλῶσα ζῶσα τέθνηκεν. Αὐτὸς ἐδίδαξε πρὸς τοὺς ἔξω εὐσχημόνως, ἀλλ᾽ ἐνεπόδισε ποιεῖσθαι τῆς σαρκὸς πρόνοιαν εἰς ἐπιθυμίας. Οὐκ ἐναντιοῦται τῇ αὐταρκείᾳ ἡ ἀκτημοσύνη· ἐπαρκεῖ γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Οὐκ ἐναντιοῦται τῇ βρώσει ὁ σταυρός· ὅτι ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Οὐκ ἐναντιοῦται τῷ γάμῳ ἡ βία καὶ ἡ νέκρωσις τῆς φύσεως· ἐπειδὴ τὴν νεκρότητα τῆς πορνείας καταργεῖ. Ὁ γάμος ζωῆς ἐστιν ἐργαστήριον, ἡ δὲ πορνεία τοῦ θανάτου, ἐπειδὴ φθείρει τεκνογονίας. Οὐκοῦν, οὐκ εἶπεν, ἀλλὰ νεκρὰν καταστῆσαι τὴν ἁμαρτίαν· ἣν ἀνελεῖν οὐ τῆς τυχούσης βίας ἐστί.

Σύνετε τοῦ Εὐαγγελίου τὴν δύναμιν, ὅτι ἐν νεκρῷ ἀνθρώπῳ βούλεται νεκρῶσαι τὴν ἁμαρτίαν. Θέλει ἐν θανάτῳ σαρκὸς θανατῶσαι τῆς ψυχῆς τὸν θάνατον. Σπεύδει ἐν ἀτονοῦντι σώματι παραλῦσαι τῶν παθῶν τὴν εὐτονίαν. Προτρέπεται βιάσασθαι τὴν φύσιν, ἵνα μὴ βίαν ὑπομείνῃ νεκρότητος. Διδάσκει περιφρονῆσαι τοῦ μέρους τοῦ νεκροῦ, ἵνα μὴ ἀπολέσῃ τῆς ἀθανασίας τὸ κεφάλαιον.

Κατὰ τοὺς σοφοὺς ἄνδρας ποιῆσαι νουθετεῖ, ἵνα τὸ φθειρόμενον ἡμεῖς φθείρωμεν, μὴ ὑφ᾽ ἑτέρων ὑπομένοντες. Αἱρεῖσθαι βούλεται ἡμᾶς ἀπαθῶς φθείρειν τὴν σάρκα διὰ τῆς νηστείας, ἵνα μὴ δι᾽ ἁμαρτίας αὐτὴν ἀπολέσωμεν ἐν τῇ φθορᾷ.

Ἡ φθορά, ἣν ἡμεῖς τὴν σάρκα φθείρομεν, ἴασιν ἐπιδέχεται, ἐπειδὴ κατὰ τοὺς ἰατροὺς τοὺς τραχύτοπον καὶ ὄγκον ἔχοντας, ἢ ξηραίνουσιν, ἢ σήπουσιν, ἢ καίουσι, καὶ οὕτω θεραπεύουσιν. Ἡ φθορὰ τῆς ἁμαρτίας εἰς ἀπώλειαν ἐπιγίνεται, ἐπειδὴ λαθραίως εἰς βάθος χωροῦσα ἀνίατον ποιεῖ τὴν σῆψιν τῆς φύσεως.

Μικρὰ εἶναι δοκεῖ, καὶ ἄπειρος γίνεται, ὅτι ὡς ἡ ζύμη ἀπὸ ποδῶν ἄχρι κεφαλῆς διαπερᾷ. Μονοειδὴς [τῇ φθορᾷ] νομίζεται, ἀλλ᾽ ἔχει πολλὴν δύναμιν. Φθείρει ἐν βρώματι τὸ σῶμα παχύνουσα· ὥσπερ γὰρ ἡ ἀσθένεια ἀλλοιοῖ τὸ σῶμα, καὶ ἡ τρυφὴ οὐκ ἐᾷ ἐπιγνωσθῆναι τὸν ἐν τρυφῇ διάγοντα, ἐπειδὴ ἀπώλεσε τὸν κανόνα τῆς φύσεως. Φθορά ἐστι καὶ ἡ λεπτότης ἡ ἐκ τρυφῆς, ἐπειδὴ σάρκας φθαρτὰς προστίθησι. Φθείρει ἡ ἁμαρτία καὶ ἐν φιλαργυρίᾳ, ὅτι διδάσκει φροντίζειν εἰς θάνατον· τὸ σῶμα φθείρει ἐν καταπονήσει, τὴν ψυχὴν μιαίνει ἐν πονηρίᾳ. Φθείρει καὶ διὰ φιλοδοξίας, ἐπειδὴ φθονεῖν καὶ μισεῖν τοῖς πλησιάζουσιν ὑποτίθεται. Φθείρει καὶ δι᾽ ἀρετήν, ὅτι διδάσκει δι᾽ αὐτῆς κενοδοξεῖν. Φθείρει ἐν τοῖς καλύπτουσι τὴν ἀρετήν, ἐπειδὴ εἰς ἀδιαφορίαν προτρέπεται. Ἐκ μεγάλων ἀρετῶν εἰσάγει τὰ δοκοῦντα ἐν τοῖς πάθεσιν ἐλάχιστα, καὶ δι᾽ αὐτῶν πᾶσαν τὴν ὑπόστασιν καταρρυποῖ. Παγίδας ἱστᾷ ἐν τοῖς ὑφ᾽ ἡμῶν πραττομένοις, ἐπειδὴ τὸ ἔθος ἡμῖν ποιεῖ γενέσθαι ἰξόν, ἐν ᾧ ἡλοῦμεν τὰ πτερά, τὰς ἀρετὰς λέγω, ἐν πάθει μικρῷ διὰ συνηθείας, καὶ οὐ μόνον τὰ πτερά, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ζημιούμεθα.

Εὐτόνως προσχῶμεν πρὸς τὸν δόλον αὐτοῦ, ἵνα μὴ ὡς ἀλόγοις ἐμπαίξειε. Προσχῶμεν ταῖς μεθοδείαις αὐτοῦ, ἐπειδὴ ἐν αὐταῖς καθ᾽ ἡμῶν ἀγωνίζεται. Ὅτε πάντοθεν περιασφαλισώμεθα, εὑρίσκει τόπον αὑτῷ πρὸς εἴσοδον. Ἐὰν ὡς λέοντα τείχεσιν ὀχυροῖς ἀποδράσωμεν, ὡς κύων γίνεται, ἵνα διὰ τὸ εὐτελὲς μὴ φυλαξώμεθα. Ἐὰν ὡς κύνα ἀποκλείσωμεν, ὡς πετεινὸν διὰ θυρίδος εἰσέρχεται.

Δεδίαμεν αὐτὸν ἀετὸν γινόμενον, καὶ στρουθίον φαίνεται· παραιτούμεθα ὡς κόρακα, καὶ ὡς μέλισσα παρεισπηδᾷ, καὶ ὅ, τι ἐν πᾶσιν αὐτὸν νοήσωμεν. Κώνωψ γινόμενος οὐ μικρῶς ἡμᾶς ἀδικήσειεν· οἱ κώνωπες τοὺς πρώτους οἴνους ἀφανίζουσιν, ἐπειδὴ συμφύρουσι τῇ σαπρίᾳ αὐτῶν τὸ πλῆθος, ὡς ἡ ζύμη τὸ ἄλευρον.

Πολλάκις θανατικὸν ἢ νοσηρὸν ποιοῦσι τὸν οἶνον, ἢ θνησιμαίους ἐφιζάνοντες ἢ ἰοβόλων ἑρπετῶν ἀπογευόμενοι. Τοιαύτη ἐστὶν ἡ ἐπὶ μικροῖς συνήθεια· ὅτι ζυμοῖ τὴν ψυχὴν πρὸς πᾶσαν τοῦ Δράκοντος τὴν διάθεσιν. Τοιαύτη ἐστὶν ἡ λεπτότης τοῦ Ἐχθροῦ ἐμποιοῦσα καὶ τοῖς ἀσφαλέσιν ὄλεθρον. Λέγει γὰρ ὁ Ἐκκλησιαστής, ὅτι μυῖα ἀφανίζει σκευασίαν ἐλαίου ἡδύσματος, ἵνα οἱ Ἅγιοι συνῶσιν αὐτοῦ τὸ εὐτελὲς καὶ ἀκάθαρτον, οἱ δὲ ἀμελεῖς τὴν ἐπιβουλὴν καὶ τὴν λεπτότητα. Καὶ ἐν τοῖς Βασιλείοις ὁ Ἠλίας θεὸν Ἀκκαρὼν μυῖαν Βάαλ προσηγόρευεν· ἐφιζάνει γὰρ ἐπὶ τὰς ψυχὰς τῶν ἀσεβῶν, ὡς ἐπὶ πυορροούσαις νομαῖς, ἐκμυζᾷ τὴν πρᾶξιν αὐτῶν τὴν ἀκάθαρτον, καὶ ἐκ τῶν βρασμῶν τῆς παροινίας αὐτῶν τρέφεται. Ἀνέχεται Δράκων γενέσθαι μυῖα, ἵνα τερφθῇ τῷ ἰχῶρι τῆς ἀσεβείας. Ἐν τοῖς πονηροῖς ὡς δράκων συνέρχεται, καὶ ἐν τοῖς ἀσώτοις ὡς μυῖα συγγίνεται.

Δῆλον οὖν ἐστιν ὅτι καὶ ἐν τοῖς ἀσφαλέσι κώνωψ γίνεται ἀδικῶν τὰ ἀγγεῖα περιφράττειν διὰ τὸ ἀνέμπαικτον, τὴν δὲ ψυχὴν ἐᾶν ἀπερίφρακτον. Ἄλογον περὶ τῶν αἰσθητῶν ἀσφαλίζεσθαι, τὴν δὲ διάνοιαν περιφέρειν ἀπαραφύλακτον.