Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀγάπης

Ἐφραίμ ὁ Σύρος

Τα γνωρίσματα της αληθινής αγάπης και η αντίθεση προς την κοσμική φιλαυτία

Καταδεικνύεται η ριζική διαφορά μεταξύ της ιδιοτελούς κοσμικής συναναστροφής και της ανιδιοτελούς αγάπης, με ύψιστα πρότυπα τη σταυρική θυσία του Χριστού και το μαρτύριο του αγίου Στεφάνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Περὶ ἀγάπης δὲ ἀκούων μὴ τὴν κοσμικὴν καὶ σαρκικὴν ὑπολάβῃς ἀγάπην, καὶ περὶ καπηλείων καὶ συμποσίων, ὧν ἡ κοιλία καὶ ἡ δόξα θεός, ὧν ἡ ἀγάπη τῆς τραπέζης περιώρισται, ὧν ἡ ἀγάπη ἔχθρα εἰς Θεόν· ἔνθα φίλους καλοῦσι καὶ οὐκ ἐχθρούς, ἔνθα πτωχοὶ οὐ πάρεισιν, ἔνθα γελοῖα καὶ κρότοι χειρῶν καὶ θόρυβοι, ἔνθα μέθαι καὶ ἀτιμίαι· περὶ ἧς ὁ Ἀπόστολος ἔλεγεν· ὃς ἐὰν φίλος εἶναι δοκῇ τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Περὶ ταύτης τῆς ἀγάπης, μᾶλλον δὲ τῆς ἀπάτης, καὶ ἵνα μὴ μεῖζον εἴπω, ὅπου ὁ Θεὸς οὐκ ἐπισκοπεῖ, ἔλεγε [γὰρ] ὁ Θεὸς ὅτι οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν· ἐὰν γὰρ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί, ἢ τίνα μισθὸν ἔχετε;

Ἡμεῖς δὲ οὐ περὶ τοιαύτης ἀγάπης λέγομεν, οὐ ταύτην καταγγέλλομεν ἢ διώκομεν, ἀλλ᾽ ἐκείνην τὴν ἀνυπόκριτον, τὴν ἄμωμον, τὴν ἀμίαντον, τὴν ἀσύγκριτον, τὴν κατέχουσαν τὰ πάντα, καὶ εἰς πᾶν ἀγαθὸν ὀνομαζομένην, ἣν ὁ Κύριος ἡμῶν ἔδειξε, λέγων· ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.

Καὶ γὰρ αὐτὸς ὁ Κύριος ἐδίδαξε, καὶ ἐποίησε, καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν ἔθηκεν, οὐ μόνον ὑπὲρ φίλων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐχθρῶν· οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν ἀγαπητὸν αὐτοῦ Υἱὸν ἔδωκεν ὑπὲρ ἡμῶν. Διὰ τῆς ἀγάπης ταύτης τὴν θείαν ἀγάπην ἔχων Παῦλος ὁ ἀπόστολος ἔλεγεν· ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, οὐκ ἀποδίδει κακὸν ἀντὶ κακοῦ, οὐδὲ λοιδορίαν ἀντὶ λοιδορίας, ἀλλὰ πάντοτε μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ τοιαύτη ἀγάπη οὐδέποτε ἐκπίπτει.

Ταύτην ὁ ἔχων μακάριος καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. Ταύτην τὴν μακαρίαν ἀγάπην ὁ ἔχων οὐχ ὑπερηφανεῖ, οὐ φθονεῖ, οὐ μισεῖ τινά ποτε, οὐ παρορᾷ πένητα, οὐκ ἀποστρέφεται πτωχόν, οὐ παραβλέπει ὀρφανόν, οὐ χήραν, οὐ ξένον. Ταύτην ὁ ἔχων οὐ μόνον τοὺς ἀγαπῶντας αὐτὸν ἀγαπᾷ· τοῦτο γὰρ καὶ οἱ ἐθνικοὶ ποιοῦσιν· ἀλλὰ καὶ τοὺς θλίβοντας. Ταύτην τὴν θείαν ἔχων ὁ Στέφανος ὁ πρωτομάρτυς ἀγάπην, ὑπὲρ τῶν λιθαζόντων αὐτὸν παρεκάλει, λέγων· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.