Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀναστάσεως νεκρῶν

Ἐφραίμ ὁ Σύρος

Η προσωρινότητα του επίγειου βίου και η εξίσωση του θανάτου

Προτροπές για την ορθή χρήση του πλούτου, η σημασία των δικαίων ως στηριγμάτων του κόσμου, η ματαιότητα της κοσμικής εξουσίας και η κοινή ανθρώπινη μοίρα στον τάφο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ ἀναστάσεως νεκρῶν λόγος Ἐρώτησις. Τί ἐστιν ὁ λόγος ὁ γεγραμμένος· οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα; Ἀπόκρισις. Δοκῶ ὅτι ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ συνεξενεγκεῖν τι δυνάμεθα, ὅτι οἰκεῖα τοῦ Δημιουργοῦ τὰ πάντα, ἡμεῖς δὲ πάροικοι καὶ παρεπίδημοι. Εἰ δέ τις πλοῦτον καὶ περιουσίαν ἔχει ὑπὸ τὰς χεῖρας, οὐκ ἔστι κύριος αὐθέντης τῶν πραγμάτων, ἀλλ᾽ οἰκονόμος, καθότι καὶ αὐτὸς ὑφ᾽ ἑτέρου παρείληφε τὰ πράγματα, καὶ πάλιν μετ᾽ αὐτὸν εἰς ἕτερον μεταστήσεται ὁ κλῆρος κατὰ τὴν κέλευσιν τοῦ Δημιουργοῦ. Ὁμολογεῖν οὖν χρὴ τοῦ δεδωκότος τὴν χάριν.

Ταῦτα οὖν ἐπιστάμενοι οἱ σοφοὶ οἰκονόμοι, οὐκ ἀμελοῦσι τοῦ ἔργου τῆς δικαιοσύνης, ἐκείνου τοῦ μακαρισμοῦ βουλόμενοι ἐντυχεῖν. Λέγει γὰρ ὁ Κύριος· μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.

Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν· ᾠκονόμησε γὰρ ἀξίως τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅθεν εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται. Λέγει γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον· χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται· εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται· τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται. Δίκαιος δὲ εἰς μνημόσυνον αἰώνιον ἔσται, καὶ ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Καὶ ποία αὕτη ἡ πονηρὰ ἀκοή; Ἐγὼ οἶμαι ὅτι τὸ ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, καὶ τὸ δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐκβάλετε τὸν ἀχρεῖον δοῦλον εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τὸ ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἀντὶ δὲ τούτων ἀκούσεται ὁ δίκαιος· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Ὅθεν ὁ Κύριος καὶ ἐπιχορηγὸς τῶν ἀγαθῶν [ἃ] διηγόρευσε μὴ προσπαθῶς ἔχειν ἡμᾶς πρὸς τὰ βιωτικά, τοῦτο φήσας· οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἔσται καὶ ἡ καρδία ὑμῶν. Καὶ πάλιν λέγει· πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην.

Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν· κἀγὼ λέγω ὑμῖν· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.

Οἱ γὰρ πεποιθότες ἐπὶ τῇ ἰδίᾳ δυνάμει καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν ἐγκαυχώμενοι, ὡς ἄνθρωποι ἀποθανοῦνται καὶ ὡς εἷς τῶν ἀρχόντων ἀποπεσοῦνται· οὐ γὰρ ἐφύλαξαν τὴν εὔνοιαν πρὸς τὸν Δημιουργόν. Οἱ δὲ ὑπομένοντες αὐτόν, αὐτοὶ κληρονομήσουσι τὴν γῆν· φῶς γάρ ἐστιν ἐν αὐτοῖς ὁ λόγος καὶ ἅλας καὶ δύναμις, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς καὶ τὸ φῶς τοῦ κόσμου· ὅθεν καὶ ὁ κόσμος συνίσταται ἄχρι τοῦ νῦν, ἔχων ἐν ἑαυτῷ τοῦτο τὸ ἅλας καὶ τοὺς φωστῆρας· εἰσὶ γὰρ κατὰ γενεὰν καὶ γενεὰν οἱ θεραπεύοντες τὸν Κύριον· ἐπεὶ οὐκ ἂν συνίστατο ὁ κόσμος. Ἐὰν γάρ, φησί, τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Ἐν Σοδόμοις ἐπεὶ οὐχ εὑρέθη ἐκ τούτου τοῦ μέρους, εἰ μὴ εἷς μονώτατος, ἐν μιᾷ ῥοπῇ ἀπώλοντο. Ἀλλ᾽ οὐδὲ ἔτι τοῦ δικαίου συνόντος αὐτοῖς, ἐπαφῆκεν αὐτοῖς ἡ παντοδύναμος χεὶρ τὴν ὀργήν, εἰ μή τι καὶ τοῦτον συνελάβετο ἐκ μέσου αὐτῶν. Διὸ μακαρία ἡ χώρα, μακαρία ἡ πόλις, μακαρία ἡ γενεὰ ἡ ἔχουσα ἐν ἑαυτῇ πλῆθος δικαίων· μακαριώτεροι δὲ μᾶλλον αὐτοὶ οἱ δίκαιοι, δι᾽ οὓς κόσμος σῴζεται· μακαρισμοὶ γὰρ καὶ ἔπαινοι τοῖς δικαίοις ἀπόκεινται.

Διὸ ἀποθέμενοι τὰ ἀνοίκεια ἔργα τῆς δικαιοσύνης, ζηλώσωμεν τὰς πολιτείας τῶν δικαίων, ὅπως σὺν αὐτοῖς κληρονομήσωμεν τοὺς ἐπαίνους, φῶς γεγονότες καὶ δύναμις καὶ πόλις τοῦ μεγάλου Βασιλέως, ὅπως αὐτὸς ἔσται ἡμῶν τὸ καύχημα, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Αὐτὸς δίδωσι, κατὰ τὸν Ψαλμῳδόν, χιόνα ὡς ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος· βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;

Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά. Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥεύσεται ὕδατα. Τότε λαβοῦσα ἡ γῆ τὴν ὀσμὴν τῆς θεωρίας, ἐνδύσεται τὴν εὐπρέπειαν αὐτῆς διὰ προστάγματος Θεοῦ, καὶ καθάπερ σκεῦος διάλιθον καὶ χρυσόπαστον τέρπει τοὺς θεατάς. Καὶ τὰ μὲν ὄρνεα καθιπτάμενα ἐπιτελεῖ ἦχον εὐμελῆ, τῇ τοῦ ἀέρος λαμπρότητι τερπόμενα, τὰ δὲ τετράποδα ἅμα τοῖς παιδίοις αὐτῶν σκιρτῶντα, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, καὶ οἱ ποιμένες ἀγαλλόμενοι εὐφραίνονται ἐπὶ ταῖς δωρεαῖς τοῦ Κυρίου. Οἱ ποταμοὶ ἀντὶ τῆς τραχύτητος καὶ ἀτάκτου φορᾶς τῶν ὑδάτων ἡσύχως φερόμενοι εὐφραίνουσι τὰ ἔνυδρα, καὶ ἰχθύες σκιρτῶσιν ἐπὶ τῇ ἐκλάμψει τοῦ ἡλίου. Τὰ δένδρα ἀντὶ τῆς τῶν φύλλων ἐρημίας ἐνδύονται τὴν ἑαυτῶν ἀνθηρίαν, τοῖς φύλλοις κομῶνται ἐν τῇ ἐγκαρποφορίᾳ. Τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ κοιλάδες καὶ πᾶσα ἡ γῆ ἀνθοφοροῦσα τὴν δόξαν Κυρίου κηρύσσει, ὅτι ὥσπερ νύμφην κατεκόσμησεν αὐτὴν κόσμῳ.

Καὶ ἡμεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἀποβαλλόμενοι σκυθρωπότητα τοῦ χειμῶνος εὐφραινόμεθα, μετειληφότες ἀέρων εὐκρασίας καὶ καρπῶν εὐφορίας. Ποιήσωμεν τοιγαροῦν καὶ ἡμεῖς καρποὺς δικαιοσύνης εὐπροσδέκτους τῷ Κυρίῳ, ὅπως σχῶμεν παρρησίαν λέγειν πρὸς τὸν Δημιουργόν· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ἀληθῶς γὰρ εὐφραίνεται Κύριος ἐπὶ τοῖς ἐργαζομένοις τὴν δικαιοσύνην. Μὴ οὖν τις ἐπαιρέσθω ἐπὶ φρονήσει ματαίᾳ ἢ δυνάμει ἢ πλούτῳ· ταῦτα γὰρ ὡς χόρτος ξηρανθήσεται. Ἀλλ᾽ ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.

Τί μεῖζον ἢ τί τιμιώτερον ἐν ἀνθρώποις βασιλικοῦ διαδήματος; Καὶ τοῦτο οὐ διαιωνίζει ἐπὶ κεφαλὴν ἀνδρός· κατὰ γὰρ γενεὰν καὶ γενεὰν μεταβαίνει ἀπὸ κεφαλῆς εἰς κεφαλήν. Καὶ τί δ᾽ ἔχει βασιλεύς, ὧν μὴ δίδωσιν ὁ Θεός; Οὐκ αὐτὸς ὁ Κύριος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς; Οὐκ αὐτὸς ἔκτισε τὸ ὕδωρ, ἐφ᾽ ᾧ τεθεμελίωκε τὴν γῆν; Τίνος οὖν ἄρχει βασιλεύς, ὧν μὴ δίδωσι Κύριος, ὃς σωμάτων καὶ ὅπλων καὶ θησαυρῶν κυριεύει; Ἀλλ᾽ εἰπέ· τίς ὁ ταῦτα ποιήσας, καὶ τίς ὁ τὰ σώματα πληθύνων διὰ τῆς τεκνογονίας καὶ τῆς τῶν χρειῶν ἀφθονίας, ἧς καὶ ἡ σύνεσις τῆς κατασκευῆς τῶν ὅπλων παρεῖ;

Οὐκ αὐτὸς ὁ Κύριος ὁ ζωογονῶν τὰ πάντα; Τίς δὲ τοῖς μεταλλεύουσιν ἐπιχορηγεῖ ἐν τοῖς μετάλλοις τὰ μεταλλευόμενα; Οὐχὶ αὐτὸς ὁ Κύριος; Τίς δὲ ὁ σαλεύων βλέμματι τὴν γῆν ὡς φύλλον ἢ κάρφος ἐπιπλέον ὕδατι; Οὐχὶ αὐτὸς ὁ Κύριος; Κἂν τοῦτο κοῦφον ἐν ὀφθαλμοῖς αὐτοῦ, καὶ ἐν τῷ σαλεύεσθαι αὐτὴν ταραχθήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ καὶ ὀδύνας ἕξουσιν. Εἰ δὲ καὶ πάντα ἡμῖν ὑπάρχει, χρυσίον, ἀργύριον καὶ ἱματισμός, παῖδες καὶ παιδίσκαι, ποίμνια προβάτων καὶ βουκόλια βοῶν, ἵππων καὶ καμήλων ἀγέλαι, μὴ ἀνατείλῃ δὲ τὸν ἥλιον, εἰς οὐδὲν λογισθήσεται. Ὁ σοφὸς παρεφρόνησεν, καὶ ὁ δυνατὸς ἠσθένησε, καὶ ὁ πλουτήσας ἐπτώχευσε. Δίκαιον οὖν ὁμολογεῖν, ὅτι οὐδὲν οὐδεὶς ἔχει· οἰκεῖα γὰρ Δημιουργοῦ τὰ πάντα. Ἡμεῖς δὲ γνῶμεν τὴν ἑαυτῶν ἀσθένειαν· ὥσπερ γὰρ θεωρούμενοι τῶν προκεκοιμηκότων ὀστέων ἢ κρανίων, στενάζομεν, οὕτως καὶ τὰ ἡμέτερα ὀστέα οἱ μεθ᾽ ἡμᾶς θεασάμενοι σκυθρωπάσουσιν· ἐκ γὰρ τοῦ αὐτοῦ πηλοῦ διηρτίσμεθα πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων.

Ταῦτα οὖν προγινώσκοντες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ταπεινώσωμεν τὰς ἑαυτῶν ψυχὰς ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ἡμᾶς ὑψώσῃ ἐν καιρῷ ἐπισκοπῆς. Μισήσωμεν τὴν κενοδοξίαν καὶ ἀλαζονείαν, ἥτις ἐστὶν ἀφροσύνη. Φύγωμεν ὑπερηφανίαν· ταύτῃ γὰρ ὁ Θεὸς ἀντιτάσσεται. Ἀγαπήσωμεν ταπείνωσιν, ὅπως πραεῖς γενόμενοι διδάξῃ ἡμᾶς ὁ Κύριος τὰς ὁδοὺς αὐτοῦ.

Πόσοι ἦρξαν τῆς οἰκουμένης ἀπὸ καταβολῆς κόσμου, καὶ πάντες ἐπὶ χώματος καθεύδουσι, καὶ οὐδεμία διαφορὰ ὀστέων βασιλικῶν παρὰ τῶν τοῦ αἰχμαλώτου. Οὐ τῷ κτησαμένῳ ἅρμα χρυσοχάλινον τοῦ προδραμόντος ἰδίοις ποσίν· οὐ τῷ φαγόντι τὰς τρυφάς, τῷ τῇ πενίᾳ συζήσαντι· οὐ τῷ εὐμόρφῳ παρὰ τὸν ἄμορφον· οὐ τῷ ἀναιρεθέντι παρὰ τὸν ἀνείλαντα· ἀλλὰ πάντες ἐπὶ χώματος καθεύδουσιν, ἄχρις οὗ σαλπίσῃ ἡ ἁγία σάλπιγξ, ἐξυπνίζουσα τοὺς ἀπ᾽ αἰῶνος νεκρούς, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πεπραγμένα, εἴτε ἀγαθὰ εἴτε φαῦλα.