Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀναστάσεως νεκρῶν

Ἐφραίμ ὁ Σύρος

Η μέλλουσα κρίση και ο μεταθανάτιος θρήνος των αμαρτωλών

Περιγραφή της ημέρας της κρίσεως, της απαγωγής των ψυχών από τιμωρούς αγγέλους και της μάταιης μεταμέλειας των καταδικασμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Πολλὰ ἔχω λέγειν, ἀλλ᾽ οὐ δύναμαι ἄρτι πάντα εἰπεῖν. Τοῦτο δὲ γινωσκέτω ἕκαστος, ὅτι ὥρισεν ὁ Θεὸς καὶ ἔστησεν ἡμέραν ἐν ᾗ κρινεῖ τὸν κόσμον· ἀλλὰ μακροθυμεῖ ὡς φιλάνθρωπος, μὴ βουλόμενός τινα ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. Ἥξει δὲ ἡ ἡμέρα Κυρίου, δι᾽ ἣν οἱ οὐρανοὶ πυρούμενοι λυθήσονται, καθὼς γέγραπται. Καὶ πάντες, κἂν θέλωμεν κἂν μὴ βουλώμεθα, ἐκεῖ ἔχομεν συναχθῆναι παραστησόμενοι τῷ βήματι τοῦ Χριστοῦ, ὅπου καὶ Ἄγγελοι μετὰ φόβου παρίστανται, ὅπου ἀνοίγονται βίβλοι, ἃς νῦν ἀκούοντες καὶ ἀναγινώσκοντες οὐ παραδεχόμεθα. Ταύτας ἐκεῖ θεασόμεθα ἀνοιγομένας καὶ ἀναγινωσκομένας καὶ κατακρινούσας ἡμᾶς, καθώς φησιν ὁ Ἀπόστολος· ἐν ἡμέρᾳ ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου. Καὶ ὁ Κύριος λέγει· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ τὸ κόσμον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

Ὁρᾶτε ὅτι κατὰ τὰ Εὐαγγέλια ἔχομεν κριθῆναι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Προσέχετε ἀκριβῶς τὰ γεγραμμένα καὶ μὴ καταφρονεῖτε. Οὐαὶ τοῖς ἐνυβρίζουσι τὰς ἱερὰς Γραφάς. Πολλοὶ γάρ εἰσι ματαιολόγοι ἑαυτοὺς φρεναπατοῦντες· οἳ ὅταν ἀκούσωσι περὶ κρίσεως καὶ κολάσεως καταγελῶντες λέγουσι· μὴ ἐγὼ καλλίων εἰμὶ ὅλου τοῦ κόσμου; Ὅπου ὅλος ὁ κόσμος κἀγώ. Ἀπὸ ὅλου τοῦ κόσμου τί μοι ἔχει ἁρμόσαι; Ἀπολαύσω τέως τὰ ἀγαθὰ τοῦ αἰῶνος τούτου, καὶ ὡς ὅλος ὁ κόσμος κἀγώ. Εἶτα πληρωθέντος τοῦ ὅρου τῆς ζωῆς αὐτοῦ, ἔρχεται πεμπόμενος Ἄγγελος ἀπότομος, ἀπαιτῶν αὐτοῦ τὴν ψυχὴν καὶ λέγων· ἐπληρώθη σου ἡ ὁδὸς ἐν τούτῳ τῷ βίῳ. Δεῦρο λοιπὸν εἰς ἄλλον κόσμον· δεῦρο εἰς τὸν ἴδιον τόπον. Εἶτα καταλιμπάνει τὰ τοῦ βίου τούτου τερπνά, ἃ ἐδόκει αἰωνίως ἐντρυφᾶν, καὶ ἀπέρχεται συρόμενος ὑπὸ ἀγγέλων πονηρῶν εἰς τὸν τῆς κολάσεως τόπον· καὶ ἰδὼν αὐτὸν τρομάσει καὶ τύψει τὸ ἑαυτοῦ πρόσωπον ταῖς χερσίν, καὶ περιβλεψάμενος ὧδε κἀκεῖ, ἐκφυγεῖν βουλόμενος, οὐκ ἔνι γὰρ πῶς ἐκφυγεῖν, διότι κατέχεται ἀσφαλῶς δεδεμένος ὑπὸ τῶν ἀπαγόντων.

Τότε λέγουσιν αὐτῷ οἱ κατέχοντες ἄγγελοι· τί δειλιᾷς, ἐλεεινέ; Τί ταράσσει; Τί λυπεῖ σε; Τί φοβεῖς, ἄθλιε; Τί τρέμεις, ταλαίπωρε; Σὺ ἑαυτῷ ἡτοίμασας τὸν τόπον τοῦτον, σὺ θέρισον ὃ ἔσπειρας. Ἤκουες περὶ τῶν φοβερῶν κολάσεων, καὶ καταγελῶν ἔλεγες· ὅπου ὅλος ὁ κόσμος κἀγώ, καὶ ἄρτι τρέμεις;

Οὐκ εἶ μόνος· μὴ ὀκλάζῃς· ὅπου ὅλος ὁ κόσμος καὶ σύ. Εἶτα εἰσελθὼν εἰς τὸν τόπον ἐκεῖνον ἄκων καὶ μὴ βουλόμενος, καὶ πικρῶς βασανιζόμενος, ἄρχεται οἰκτρὰς ἀφιέναι φωνὰς καὶ παρακαλεῖν τοὺς ἐπὶ τῆς κρίσεως ἐφεστῶτας, ἵνα τύχῃ ἀνέσεως κἂν μικρόν. Καὶ ἀποκρίνονται αὐτῷ· τί βοᾷς; Μὴ σὺ κρείττων εἶ τοῦ κόσμου; Ὅπου ὅλος ὁ κόσμος καὶ σύ, καθὼς καὶ ἔλεγες.

Καὶ τότε στενάξας ἐκ βάθους τῆς καρδίας λέγει· καὶ τί μοι ὠφέλησεν ὅλος ὁ κόσμος; Οὐαί μοι ὅτι ἠπατήθην καὶ ἐνεπαίχθην. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Νῦν ἔγνων ἐγὼ ὁ ἄθλιος ὅτι ὃ σπείρει ὁ ἄνθρωπος, τοῦτο καὶ θερίσει, καὶ ὃ δήσει φορτίον, τοῦτο καὶ βαστάσει. Οὐαί μοι, ὅτι ἤκουσα, καὶ οὐ παρεδεχόμην.

Πόσους ἀγωνιζομένους ἔβλεπον καὶ ἀγρυπνοῦντας καὶ νηστεύοντας καὶ ἐλεοῦντας, καὶ πάντας ἐλοιδόρουν καὶ ἐχλεύαζον! Πόσους ἐθεώρουν πενθοῦντας καὶ κλαίοντας, καὶ πάντας κατεγέλων! Οὐαί μοι, ὅτι ἐνεπαίχθην. Συμφέρον γάρ μοι ἦν ἑκατὸν ἔτη πενθῆσαι καὶ κλαῦσαι καὶ νηστεῦσαι, καὶ μᾶλλον καὶ λίθους μασήσασθαι, καὶ μὴ λαχεῖν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Τίς δώσει μοι καιρὸν μετανοίας τρεῖς ἡμέρας ἐκείνου τοῦ αἰῶνος, ὃν κακῶς ἐδαπάνησα ὁ ἄθλιος; Ἀλλ᾽ ἡ πανήγυρις ἐλύθη, καὶ οὐκέτι ἐστὶ μετανοίας καιρός.