Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ἀναστάσεως νεκρῶν
Η αλήθεια της αναστάσεως και η βιβλική θεμελίωσή της
Αναίρεση των απόψεων όσων αρνούνται την ανάσταση των νεκρών και παράθεση αποστολικών και ευαγγελικών μαρτυριών που επιβεβαιώνουν το δόγμα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αλήθεια της αναστάσεως και η βιβλική θεμελίωσή της
Αναίρεση των απόψεων όσων αρνούνται την ανάσταση των νεκρών και παράθεση αποστολικών και ευαγγελικών μαρτυριών που επιβεβαιώνουν το δόγμα.
Περὶ τῶν λεγόντων μὴ εἶναι ἀνάστασιν Φρονῶν τὰ τῶν ἐθνῶν, καὶ λέγων ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν! Ὦ στόμα ἐβδελυγμένον καὶ τοῦ Θεοῦ ἀλλότριον, δι᾽ οὗ ὁ Διάβολος λαλεῖ, ὁ ψεύστης καὶ τοῦ ψεύδους δημιουργός! Ὦ στόμα ψευδές, μᾶλλον δὲ τάφος ἀνεῳγμένος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προσφέρων τὸ πονηρὸν καὶ λέγων· οὐκ ἔστιν ἀνάστασις νεκρῶν!
Πῶς οὐκ ἐτρόμασας ἀνοῖξαί σου τὸ ἀπαίδευτον στόμα καὶ ὑβρίσαι Χριστὸν τὸν πρωτότοκον ἐκ νεκρῶν; Πῶς οὐκ ἔχανεν ἡ γῆ καὶ κατέπιέ σε ζῶντα; Πῶς οὐκ ἐπάταξέ σε Ἄγγελος ὁ τὴν ἀνάστασιν κηρύξας καὶ εἰπὼν ταῖς γυναιξίν, ὅτι ἀνέστη Χριστὸς ἐκ νεκρῶν, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων; Πόθεν σε τάξομεν;
Μετὰ τῶν Ἑλλήνων ἢ μετὰ τῶν Χριστιανῶν; Τίνα σε ὀνομάσομεν; Ἐθνικὸν ἢ Χριστιανόν; Ἀλλὰ μὴ γένοιτο Χριστιανὸν ὀνομάσαι σε οὕτω φρονοῦντα· οἱ γὰρ οὕτω φρονοῦντες οὐκ ὀφείλουσι λέγεσθαι Χριστιανοί· εἰ δὲ καὶ αὑτοὺς ὀνομάζουσι Χριστιανούς, ἑαυτοὺς φρεναπατῶσι· οὐ γάρ ἐστι τὸ μέρος αὐτῶν μετὰ τοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, τοῦ χαρισαμένου ἡμῖν τὴν ἀνάστασιν, ἀλλ᾽ ἐν τῇ γεέννῃ ἔσται ἡ μερὶς αὐτῶν, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ αὐτῶν οὐ σβέννυται· ὁ γὰρ τὴν ἀνάστασιν μὴ προσδοκῶν καὶ πιστεύων, καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη.
Τί σε οὖν καλέσω, ἐσκοτισμένε τῇ διανοίᾳ; Τίνα σε ὀνομάσω; Σαδδουκαῖον [ἢ Ἰουδαῖον] ἢ Σαμαρείτην, ἢ τὰ ἀμφότερα; Μᾶλλον δὲ Σαδδουκαῖον καὶ Σαμαρείτην. Καὶ οὗτοι γὰρ ἀρνοῦνται τὴν ἀνάστασιν, ὡς καὶ σύ, μεθ᾽ ὧν καὶ τὸ μέρος σου ἔσται, ἐὰν μὴ μετανοήσεις. Ποῖον σκότος ἐκάλυψέ σου τοὺς ὀφθαλμούς; Ποία πήρωσις περιέσχε σου τὴν καρδίαν; Πῶς ἥρπασέ σε ὁ λύκος ἐκ τῆς ποίμνης τοῦ Χριστοῦ; Πῶς ὁ λυμαίνων ἐχώρισέ σε τῆς ὀρθοδόξου πίστεως;
Ποῖος διδάσκαλος ἐνέβαλεν ἐν τῇ καρδίᾳ σου τοιαύτην βλασφημίαν, καὶ ἀπέσπασέ σε τῆς καθολικῆς Ἐκκλησίας; Πῶς τολμᾷς, ταλαίπωρε, ἀτενίσαι εἰς τὸν οὐρανὸν καὶ ἐπικαλέσασθαι Χριστὸν τὸν ὑπὸ σοῦ ὑβριζόμενον; Ποίᾳ παρρησίᾳ, ἄθλιε, ὀνομάζεις σεαυτὸν Χριστιανόν; Χριστὸν ἠθέτησας, τὸ Πνεῦμα τὸ Ἅγιον ἐνύβρισας! Πῶς ἐμφανισθῇς τοῖς ἁγίοις Ἀποστόλοις καὶ τοῖς Προφήταις, ἄθλιε, οἵτινες ἀνήγγειλαν ἡμῖν τὴν ἀνάστασιν καὶ εἰς πάντα τὰ πέρατα τῆς γῆς;
Πῶς ἄρα τολμήσεις εἰσελθεῖν ἐν ἐκκλησίᾳ, ἔνθα Ἠσαΐας ὁ προφήτης ἀνακράζει, λέγων· ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις; Ποίῳ προσώπῳ εἰσέλθῃς εἰς τὴν αὐλὴν τοῦ Χριστοῦ, ἔνθα οἱ Ἅγιοι παρρησίᾳ καταγγέλλουσιν ἡμῖν τὴν ἀνάστασιν, οἱ Προφῆται κηρύττουσιν, οἱ Ἀπόστολοι παραδίδωσιν, οἱ Εὐαγγελισταὶ εὐαγγελίζονται; Ποίοις ὀφθαλμοῖς θεάσῃ τὸ πανάγιον καὶ ἄχραντον σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸν θάνατον σκυλεύσαντος, καὶ τὸν Διάβολον καταπατήσαντος, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντος, καὶ ζωὴν καὶ ἀνάστασιν τῷ κόσμῳ χαρισαμένου; Οὗ πάντες πιστοὶ μεταλαμβάνοντες πίστει βοῶσι· προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἐκεῖ ὁ Παῦλος, ὁ ῥήτωρ τῆς εὐσεβείας, μυσταγωγεῖ τοῖς πιστοῖς, λέγων· ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι. Καὶ πάλιν ἐλέγχων καὶ ἐντρέπων τοὺς λέγοντας ὅτι ἀνάστασις [ἐκ] νεκρῶν οὐκ ἔστιν, ἐπάγει λέγων· εἰ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν. Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ κηρύξαντες τὴν ἀνάστασιν εἰς τὰ πέρατα τοῦ κόσμου.
Καὶ πάλιν ὁ αὐτὸς Παῦλος, ὥσπερ διαγελῶν τοὺς τοιούτους καὶ χλευάζων ἔλεγεν· εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. Εἰ ὅλως, ἄθλιε, ὡς λέγεις, νεκροὶ οὐκ ἐγείρονται, διὰ τί βαπτίζῃ; Διὰ τί λαμβάνῃ τῶν ἀχράντων μυστηρίων; Τοῦτο δὲ γίνωσκε· ἕως οὕτω φρονεῖς, οὐκ εἰς ἄφεσιν ἁμαρτιῶν μεταλαμβάνεις, ἀλλ᾽ εἰς κρῖμα καὶ κατάκριμα, καὶ εἰς προσθήκην ἁμαρτιῶν. Εἰ γάρ, ὡς σὺ λέγεις, ἀνάξιε, νεκροὶ οὐκ ἐγείρονται, διὰ τί κοπιᾷς ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν προσευχαῖς; Διὰ τί παρθενία καὶ ἀγῶνες μετὰ δακρύων; Εἰ ὅλως, ἄφρον, νεκροὶ οὐκ ἐγείρονται, πάντα τὰ γεγραμμένα ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ ψεύδη εἰσί, καθὼς λέγεις· καὶ οἱ Μάρτυρες πεπλάνηνται παραδώσαντες τὰ ἑαυτῶν σώματα ἐν τοσαύταις βασάνοις διὰ τὴν μέλλουσαν ζωήν, καὶ πάντες οἱ Ἅγιοι.
Ὁρᾷς, ἄθλιε, πόσους Ἁγίους ψεύστας διὰ τοῦ μιαροῦ σου στόματος ἐποίησας; Οὐ μόνον δὲ τοὺς Ἁγίους, ἀλλὰ καὶ τὸν Δεσπότην [τῶν] πάντων τῶν Ἁγίων. Τί ποιήσεις, ἄθλιε, ὅτι πάντων τῶν Ἁγίων ἐχθρὸν ἐποίησας σεαυτὸν καὶ τοῦ Χριστοῦ ἀλλότριον, ὡς καὶ οἱ λοιποὶ μὴ ἔχοντες ἐλπίδα; Τίνα λοιπὸν παρακαλέσεις; Πρὸς τίνα καταφύγῃς; Ἀλλότριον γὰρ σεαυτὸν ἐποίησας καὶ τοῦ Θεοῦ καὶ τῶν Ἁγίων. Πῶς οὐκ αἰσχύνῃ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἔνθα Παῦλος βοᾷ, λέγων· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα; Ποίαις χερσὶν ὑποδέξῃ τὸ τίμιον σῶμα Θεοῦ, καὶ προσαγάγῃ τῷ μιαρῷ καὶ βλασφήμῳ σου στόματι, τῷ ὑβρίσαντι τὸν Δεσπότην;
Παῦσαι λοιπόν, ταλαίπωρε, παῦσαι τῆς χαλεπῆς ταύτης [τῆς] βλασφημίας. Παῦσαι ὑβρίζων τοὺς Ἁγίους καὶ τὸν Θεὸν ἀρνούμενος, καὶ λέγων ἃ μὴ δεῖ. Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν, ὡς λέγει ὁ Ἀπόστολος. Ἄρα ὁ ἀντιτασσόμενος τῷ Θεῷ τί πείσεται; Ὁ βασιλέως ἐπιγείου κέλευσιν οὐ δεχόμενος οὐ ζωοποιεῖται, ποῖαι κολάσεις δέξονται τὸν ἀπειθοῦντα τὴν τοῦ ἐπουρανίου βασιλέως κέλευσιν, τουτέστι τὸ ἄχραντον αὐτοῦ Εὐαγγέλιον; Πῶς βαστάζει ὁ ἀνεξίκακος Θεὸς καὶ μακροθυμεῖ! Πῶς ἀνέχεται καὶ οὐκ εὐθέως ἐμφράσσει τῶν τοιούτων ἀθέων τὰ στόματα! Πῶς ἡ γῆ οὐκ ἀνοίγει τὸ στόμα αὐτῆς καὶ καταπίνει τοὺς τοιούτους ζῶντας! Ὁ Κύριος λέγει· ἐγείρονται οἱ νεκροί, καὶ σὺ λέγεις, ἀνάστασις [ἐκ] νεκρῶν οὐκ ἔστι. Τῷ λόγῳ Κυρίου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήχθη πάντα 〈τὰ〉 ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὁρατὰ καὶ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχάγγελοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὡς γέγραπται· οἱ οὐρανοὶ τῷ λόγῳ αὐτοῦ ἐστερεώθησαν καὶ ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστήρικται. Τὰ οὐράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια καὶ πᾶσαι ἄβυσσοι τῷ λόγῳ αὐτοῦ πείθονται καὶ ὑπακούουσι τρόμῳ, καὶ σὺ ἀπιστεῖς; Οὐαὶ ὁ κρινόμενος μετὰ τοῦ πλάσαντος αὐτόν!
Φοβήθητι, ἄνθρωπε· σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐπιστράφηθι, ἄνθρωπε, πρὸς Κύριον καὶ μὴ ἀθετήσῃς· ὁ γὰρ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾽ αὐτόν. Μὴ οὖν ἀπειθήσῃς, ἀλλὰ πίστευσον, ἵνα μετὰ τῶν πιστῶν συναριθμηθῇς. Πίστευσον εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν διδάσκαλον παντὸς ἀγαθοῦ, καὶ ἄκουε αὐτοῦ λέγοντος· ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ 〈τοῦ〉 ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Καὶ πάλιν λέγει· ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι Ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθήσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἐνώπιον αὐτοῦ πάντα τὰ ἔθνη, δηλονότι τὰ ἐγειρόμενα ἐκ τῶν νεκρῶν. Ἄκουσον πάλιν αὐτοῦ τοῦ Δεσπότου λέγοντος ὅτι ἀνιστάμενοι ἐκ τῶν νεκρῶν οὔτε γεννῶνται οὔτε γεννῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς.
Ἆρα ἀρκεῖ ταῦτα; Ἆρα πείσομεν ὑμᾶς ἀποστῆναι τῆς βλασφημίας; Μηδεὶς οὖν ἀπιστείτω τὴν ἀνάστασιν τῶν κεκοιμημένων. Τίς Θεοῦ πιστότερος μάρτυς; Αὐτὸς ὁ Θεὸς μαρτυρεῖ· μηδεὶς ἀπιστείτω, ἀλλὰ πάντες ὁμοῦ συμφώνως ἀναβοήσωμεν εἰς τὸν Κύριον, καὶ προσκυνοῦμεν αὐτῷ, λέγοντες· προσκυνῶ καὶ πιστεύω ἰδεῖν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.