Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀποχῆς ἀπὸ πάσης πονηρᾶς συνηθείας καὶ περὶ ἐγκρατείας

Ἐφραίμ ὁ Σύρος

Κίνητρα των πράξεων και μεθοδείες του εχθρού

Ανάλυση της διαφοράς ανάμεσα στα έργα που γίνονται κατά Θεόν και σε εκείνα που υποκινούνται από φθόνο, φιληδονία ή ανθρωπαρέσκεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ τοῦ ἀπέχεσθαι ἀπὸ πάσης βλαβερᾶς συντυχίας· καὶ περὶ ἐγκρατείας Ἐρώτησις. Εἰ καλὸν τὸ διαπονεῖσθαι περί τινος. Ἀπόκρισις. Καλὸν τὸ προσέχειν ἑαυτὸν ἕκαστον, καὶ πάντα κατὰ Θεὸν πράττειν, τύπον καλῶν ἔργων παρεχόμενον ἑαυτὸν τοῖς πᾶσιν. Εἰ δὲ διαπονῇ περί τινος, ἐρεύνα ἀκριβῶς τὸ σεαυτοῦ συνειδός, εἰ κατὰ τὸν Θεὸν τοῦτο πράττεις ἢ οὔ· πολλαὶ γὰρ αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ. Σκόπει οὖν καὶ τοῦτο· μήπως κατὰ φθόνον ἢ φιλονεικίαν ἢ ἀνθρωπαρέσκειαν τοῦτο ποιεῖς. Ἀλλ᾽ ἴσως ἐρεῖς, ὅτι τὴν διαφορὰν ἑκάστης μεθόδου μαθεῖν θέλω.

Ἄκουε, τῆς χάριτος συνεργούσης. Ὁ κατὰ ζῆλον καὶ φθόνον τοῦτο ποιῶν, τοιοῦτός ἐστιν, ὡς ὅταν θεάσηταί τις τινὰ εὐημεροῦντα, ἑαυτὸν δὲ στενούμενον καὶ θλιβόμενον, ὡς ἐν προσχήματι εὐσεβείας τοῦτον διαβάλλη, ὡς κακῶς κεχρημένον τῇ ἀδιαφορίᾳ. Ὁ δὲ κατὰ φιληδονίαν πράττων τοιοῦτός ἐστιν, ὡς ἄν τις ἐπιθυμῇ προσομιλῆσαί τινι—ἵνα εὐσχημόνως τοῦτο εἴπω—καὶ μὴ ἐπινεύσῃ τὸν ποθούμενον πρὸς τὸν ἐκείνου σκοπόν, θεάσηται δὲ αὐτὸν ἀναισχυνόμενον πρὸς ἑτέρους, καὶ πικραίνεται, καὶ τοῦτον ὡς ἐν προσχήματι εὐσεβείας κακολογεῖ, ὡς μὴ φυλάσσοντα τὴν ἑαυτοῦ σωφροσύνην· ὡς ἔστιν ἰδεῖν ἐπί τινα τῶν ἀφρόνων νεανιῶν πρὸς τὴν ἐκείνου ἐρωμένην. Ὁ δὲ κατὰ ἄνθρωπον πράττων, τοιοῦτός ἐστιν· ὅταν κρυπτῶς τὰ φαῦλα διαπράξηται, παρουσίᾳ τῶν ἀγνοούντων τὰ κατ᾽ αὐτόν, προσποιεῖται ζῆλον ἔχειν περὶ ἀρετῆς. Ὁ δὲ κατὰ Θεὸν διαπονούμενος, οὐ περὶ τῆς ἑαυτοῦ σωτηρίας διαπονηθήσεται, ἑτέρῳ δὲ θήσει πρόσκομμα ἢ σκάνδαλον, ἀλλὰ πάντα ἐπινοεῖ καὶ διαπράττεται πρὸς τὸ ἀρέσαι Κυρίῳ τῷ Θεῷ τῷ εἰπόντι· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.