Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀποχῆς ἀπὸ πάσης πονηρᾶς συνηθείας καὶ περὶ ἐγκρατείας

Ἐφραίμ ὁ Σύρος

Αποφυγή βλαβερών συναναστροφών και αντιμετώπιση της φιληδονίας

Προειδοποίηση για τους κινδύνους που προκύπτουν από τις εμπαθείς σχέσεις και επεξήγηση της λειτουργίας της επιθυμίας στην ψυχή διά του παραδείγματος του σπόγγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Μνημονεύοντες οὖν τοῦ εἰπόντος, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός, καί, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πάντα κατὰ Θεὸν διαπραξώμεθα· Θεὸς γὰρ οὐ μυκτηρίζεται. Ἐὰν θεάσῃ σεαυτὸν ἑλκόμενον ὑπὸ λογισμοῦ τινος ἐπὶ συντυχίᾳ προσώπου εὐανθοῦς, ἢ παιδίου ἢ γυναικός, γίνωσκε σεαυτὸν πρὸς τοὺς βρόχους τοῦ Ἐχθροῦ ἐγγίζοντα· εἰ δὲ καὶ νουθετούμενος, μὴ ἀποστῇς, γίνωσκε σεαυτὸν ἐντὸς τῶν βρόχων γενόμενον· ὅθεν οὐδὲ τῆς ἡδονῆς ῥᾳδίως κρατήσεις· εἰ γὰρ ἐκ τῆς ἐπιβλαβοῦς συντυχίας ὑφεξαιρεῖν σεαυτὸν οὐκ ἐξίσχυσας, μᾶλλον δὲ οὐκ ἠθέλησας, πῶς οὐ χρήσεταί σε ὁ Ἐχθρὸς καὶ τῇδε ἐνεργείᾳ σφαγῇ; Εἰ δὲ λέγεις· συντυγχάνω μέν, οὐ βλάπτομαι δέ· καὶ τοῦτο σημεῖον ἐμπαθοῦς ψυχῆς. Πῶς γὰρ οἷόν τε ἐπ᾽ ἀνθράκων περιπατεῖν καὶ τοὺς πόδας μὴ κατακαίεσθαι;

Ἐὰν ἴδῃς τινὰ διαφθείροντα τὴν αὑτοῦ σωφροσύνην, τρόπους δὲ χρηστοὺς προσποιούμενον ἑαυτῷ, φυλάττου ἀπ᾽ αὐτοῦ· δόλος γὰρ ἐν ἑαυτῷ. Τί γὰρ ὠφελήσει δένδρον ἐν ᾧ δράκων ἐγκέκρυπται; Καρποὺς γὰρ εὐθέτους δοκεῖ ἔχειν ἐν ἑαυτῷ, πρὸς δέλεαρ τῷ προσιόντι. Ἐσθίειν σεμνῶς, καὶ πίνειν εὐλαβῶς, καὶ φρονεῖν ἀκενοδόξως, καὶ καθεύδειν ἐν καιρῷ συγκεχώρηται ἡμῖν ὑπὸ τῆς προνοίας· πορνεύειν δὲ ἢ μοιχεύειν ἢ ἀσελγαίνειν ἢ ἑτέραν ῥυπαρὰν ἐπιθυμίαν διαπράττεσθαι, οὐ συγκεχώρηται ἡμῖν παντελῶς.

Ἐὰν βούλῃ σωφρονεῖν, ἄγε ἐγκράτειαν καὶ ἀπότεμνε ἀπὸ σοῦ τὰς βλαβερὰς συντυχίας. Ἐν ὅσῳ γὰρ προσεγγίζει τις τοῖς αἰτίοις τοῦ σκανδάλου, ἀμήχανον τὸ διαλιπεῖν τὴν αὑτοῦ καρδίαν ταραχὴν λογισμῶν καὶ ἔκκαυσιν ἐπιθυμιῶν πονηρῶν· ἡ γὰρ φαινομένη ὄψις καὶ οἱ λόγοι ἐρεθίζουσιν αὐτὴν πρὸς τὸ πάθος. Ὥσπερ γὰρ σπόγγος προσεγγίζων τοῖς ὑγροῖς ἀνιμᾶται καὶ μεταλαμβάνει τῆς ὑποκειμένης ὑγρασίας, οὕτω καὶ ὁ ἀσθενὴς τῷ λογισμῷ, προσεγγίζων τοῖς τὰ σαρκικὰ φρονοῦσιν, ἢ προσομιλῶν ἐπὶ πολύ, μεταλαμβάνει τῆς βλάβης.

Ὅθεν καὶ διὰ τοῦτο μεθυσκόμενος ἄνευ οἴνου ὑποβρύχιος γίνεται· ἐν τῷ γὰρ αὐτὸν μεστωθῆναι τῆς προσούσης βλάβης, οὐκέτι εἰσδέχεται τὸν πνευματικὸν λόγον· ἡ γὰρ προκαταλαβοῦσα καὶ προκατασχοῦσα ἀκόλαστος ἐπιθυμία κώλυμα καθίσταται τῷ πνευματικῷ λόγῳ, τὴν εἴσοδον αὐτῷ ἀποκλείουσα. Ἐὰν γάρ τις καταμάθῃ ἀκριβῶς, εὑρήσει τὸν αὐτὸν τρόπον ἔχειν οὐ μόνον ἐπὶ φιληδονίας πάθους, ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος ἀπηγορευμένου· ὅταν γὰρ ἡ ἐπιθυμία οἱουδήποτε πράγματος εἰσδύνῃ διὰ τῶν αἰσθήσεων, περικυκλοῖ καὶ πολιορκεῖ τὴν ψυχὴν διὰ τῆς ἐννοίας, καὶ τῷ θείῳ λόγῳ ἀποκλείει τὴν εἴσοδον, καὶ ὥσπερ ἐάν τις ἐμβάψῃ ἐν ὄξει σπόγγον καί, πρὶν τοῦτον ἐκπιάσῃ, βουληθείη ἐπιρρᾶναι αὐτῷ οἶνον, οὐκ εἰσδέχεται· ἡ γὰρ προκαταλαβοῦσα τοῦ ὄξους ῥοή, τῇ ἐπιβαλλομένῃ τοῦ οἴνου ῥανίδι ἐμπόδιον γίνεται. Οὕτω καὶ οἱ μεστωθέντες τῇ ἐπιθυμίᾳ, νουθετούμενοι ἀνήκοοί εἰσι· καὶ περὶ σωφροσύνης διαλεγόμενοι, καὶ περὶ ταύτης εἰκότως τὴν ἀνάγνωσιν ποιούμενοι, τοῦ αἰσχροῦ πάθους οὐκ ἀφίστανται.