Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀποχῆς ἀπὸ πάσης πονηρᾶς συνηθείας καὶ περὶ ἐγκρατείας

Ἐφραίμ ὁ Σύρος

Εξαγόρευση των λογισμών και πνευματική διάκριση

Προτροπή προς τους αρχαρίους να αναθέτουν τους λογισμούς τους σε έμπειρους γέροντες και να αποφεύγουν τις παγίδες που κρύβονται πίσω από προφάσεις ευσέβειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Διόπερ ἀναγκαῖον τοῖς νεοφύτοις σπάνιον περὶ κρυπτῶν λογισμῶν τὴν διάλεκτον ποιεῖσθαι· αὐτὴ γὰρ μνήμη κίνησιν οὐ τὴν τυχοῦσαν ἐμποιεῖ, ῥύπον προξενοῦσα τῇ ψυχῇ, καὶ κατ᾽ ὀλίγον πρὸς πάθος ἐξάπτουσα. Χρὴ δὲ ἁγίοις καὶ δοκίμοις γέρουσι τοὺς λογισμοὺς ἀναθέσθαι· οἱ γὰρ ἡττημένοι τῷ ἀκολάστῳ πάθει, πολλάκις ἐκ τῶν περὶ σωφροσύνης ἀρχόμενοι λόγων, ὁρμῶσιν ἐπὶ καταλύσει καὶ ἀφανισμῷ τῆς αὐτῆς ἀρετῆς. Διὰ τοῦτο χρὴ τὸν μετανοεῖν βουλόμενον ἐπιλαμβάνεσθαι ἰσχυρῶς τοῦ σώφρονος λογισμοῦ, καὶ τὴν σάρκα ὑπωπιάζειν τοῖς ἀγαθοῖς πόνοις, καὶ τὴν διάνοιαν τῶν φαύλων καὶ αἰσχρῶν ἐκτινάσσειν διὰ τῆς διηνεκοῦς μνήμης τοῦ Θεοῦ· ἐν τούτῳ γὰρ πληροῦται ὁ νοῦς ἡμῶν τῆς χάριτος τοῦ Θεοῦ, καὶ τοῖς ἐπεισελθεῖν βουλομένοις ἐπιβούλοις ἐμπόδιον γίνεται ἡ ἐνοικοῦσα καὶ περικρατοῦσα θεία χάρις, τὴν εἴσοδον αὐτοῖς ἀποκλείουσα.

Χρὴ τοίνυν πρὸ ὀφθαλμῶν ἔχοντας τὴν ἑαυτῶν ἀσθένειαν καὶ τὸ εὐόλισθον τῆς διανοίας ἐπιμελῶς φυλάσσεσθαι ἀπὸ πάσης βλαβερᾶς συντυχίας, καὶ μὴ ἐν προφάσει εὐσεβοῦς λογισμοῦ βρόχον ἐπιβάλλειν τῇ ἑαυτῶν ψυχῇ· οἶδε γὰρ ὁ Ἐχθρὸς τὰ τοιαῦτα ἐπιφέρειν· φησὶ γάρ· ἵνα μὴ ἀπόληται τὸ παιδίον τὸ ὀρφανὸν ἢ ἡ ὀρφανή, παραβοήθει· σύνελθε δὲ τῇ χήρᾳ καταπονουμένῃ· ἵνα διὰ τούτων ζηλωτὰς ἡμᾶς ἀπεργάσηται πραγμάτων, ὧν τὴν ἐργασίαν ἐκτελεῖν ἀμέμπτως οὐκ ἐξισχύομεν. Διὰ τοῦτο χρὴ ἐν διακρίσει καὶ φόβῳ Θεοῦ πολιτεύεσθαι, καὶ τὴν ἐν Κυρίῳ ἡσυχίαν παντὶ σθένει μεταδιώκειν, ἐπιστάμενοι σαφῶς ὅτι ἐν τῇ ζημίᾳ τῆς ψυχῆς κέρδος οὐχ εὑρίσκεται. Ἀκούσωμεν γὰρ οὖν τοῦ Ἀποστόλου λέγοντος· μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.