Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀποχῆς ἀπὸ πάσης πονηρᾶς συνηθείας καὶ περὶ ἐγκρατείας

Ἐφραίμ ὁ Σύρος

Αναγκαιότητα της πνευματικής εγρήγορσης

Παραβολή των γεωργών για την ανάγκη διαρκούς νήψης μέχρι την τελευτή του βίου, με εσχατολογική αναφορά και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Καὶ μήτε νέον ὄντα τινὰ καταφρονεῖν, μήτε ἐν γήρει παραμελεῖν· ἀμφοτέρων γὰρ τὸ τέλος ἄδηλον ὑπάρχει. Κατανοήσωμεν δὲ γηπόνους· οὗτοι γὰρ τὴν γῆν ὁμαλίσαντες, τὸν σπόρον καταβάλλουσιν· καὶ ἐν τῷ χλοηφορεῖν τὰς γαίας ἐπιμελῶς φυλάσσουσι, καὶ τὰ πετεινὰ καὶ τὰ τετράποδα ἀποσοβοῦσιν, ἵνα μὴ ἐν τῷ τὸν σπόρον ἔτι τρυφερὸν ὄντα καὶ ἁπαλὸν ἐκτιλῇ καὶ ἀχρειωθῇ ὑπὸ τῶν τοιούτων· καὶ ὅταν αὐξηθῇ πρὸς θερισμόν, οὐδὲ τότε ἀμεριμνοῦσιν, ἀλλ᾽ ἐναγώνιοι γίνονται, μήποτε χάλαζα ἐκτινάξῃ τὸν ἀμητόν, καὶ ἀκρίδες καταφάγωσι τὸν θερισμόν, ἢ ἀνεμοκαύσων διαφθείρῃ τὸν καρπόν. Ὅθεν καὶ συνεχῶς λιτανεύουσι καὶ ἱκετηρίους φωνὰς εἰς οὐρανὸν ἀναπέμπουσιν, ὅπως Κύριος σῴους καὶ ἀβλαβεῖς ἀποδώσῃ αὐτοῖς τοὺς καρπούς. Τότε ἀποθέμενοι τὸν καρπὸν εἰς τὰς ἑαυτῶν ἀποθήκας, ἑορτάζουσι μετ᾽ εὐφροσύνης πολλῆς.

Οὕτω χρὴ καὶ τοῖς τὸν πνευματικὸν μετιοῦσι βίον ἐγρηγορέναι καὶ νήφειν καὶ φυλάσσειν τὸν θεῖον σπόρον καὶ μὴ ὑπερδοῦναι τῷ σκοπῷ τῆς πρὸς τὸν Θεὸν ἀγάπης, ἄχρις οὗ τὸν καρπὸν τέλειον ἀποδώσωσι τῷ Κυρίῳ, καὶ τὸ σῶμα εἰσαχθῇ ἐν τῷ τάφῳ. Τότε γὰρ ὁ καρπὸς ἔσται βέβαιος καὶ ἐν ἀσφαλείᾳ πολλῇ, συληθῆναι ἔτι μὴ δυνάμενος. Δῴη δὲ ἡμῖν ὁ Κύριος καρποὺς εὐπροσδέκτους ποιεῖν αὐτῷ, ὅπως εὕρωμεν ἔλεος ἐνώπιον αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ φρικτῇ, ὅταν ἀποκαλύψῃ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσῃ τὰς βουλὰς τῶν καρδιῶν. ᾯ ἡ δόξα καὶ ἡ μεγαλωσύνη καὶ ἡ αἴνεσις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.