Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀποχῆς ἐπιθυμιῶν σαρκικῶν καὶ περὶ ἀγῶνος καὶ πολλῆς ἀσφαλείας πρὸς τὸν ἀδελφὸν τὸν ἐκπεσόντα

Ἐφραίμ ὁ Σύρος

Κανόνες ασκητικής διαγωγής και το πρότυπο των μαρτύρων

Παρατίθενται πρακτικές οδηγίες για την αποφυγή των παθών στην καθημερινή συμπεριφορά, οι οποίες αντιπαραβάλλονται με τα βασανιστήρια των μαρτύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Προσχῶμεν δὲ μήπως ἐξ ἡμῶν ἡ αἰτία τοῦ σφάλματος γεγένηται· μυσαρὸν γὰρ καὶ βαρὺ τὸ πρᾶγμα. Ὅρα μὴ κινήματα ἀπρεπῆ παρ᾽ ἡμῖν πολιτεύεται. Μὴ ἐσθὴς μαλακή, μὴ ἀρωμάτων ἀποφορὰ ἐν ἱματίοις, ὡς αἱ θήλειαι, ἀλλὰ μᾶλλον ἡ ψυχὴ ἐχέτω ἀποφορὰν εὐωδίας τοῦ Ἁγίου Πνεύματος, δι᾽ ἀρίστης πολιτείας. Μὴ πόδες πρὸς ὡραϊσμὸν σμηχόμενοι· πάνυ γὰρ ἀντίκειται τῇ σωφροσύνῃ τοῦτο τὸ μελέτημα. Μὴ τὸ ἱμάτιον ὑπεράνω τῶν σκελῶν· ἀναισχυντίαν γὰρ τῆς ψυχῆς κατηγορεῖ. Μὴ βλέμματα ἄτακτα· μὴ πρόχειροι εἰς γέλωτα· μὴ γελοῖα ἀποφθέγγεσθαι· μὴ φίλαρχοι καὶ φιλάργυροι· μὴ γαστρίμαργοι καὶ μέθυσοι καὶ ἀπαίδευτοι καὶ ἀνευλαβεῖς· μὴ ἀνήσυχοι καὶ μισέργατοι· μὴ λόγοι αἰσχροὶ καὶ σχήματα χαρακτηρίζοντα τὸ πάθος· μὴ φωνὴ πρὸς ἔρωτα καὶ ἀπάτην φιλοκαλλουμένη.

Ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια ψεκτὰ καὶ ἀθέμιτα καὶ ἀλλότρια Χριστιανῶν ὑπάρχουσι, καὶ πᾶς ὁ ἐν τούτοις ἀναστρεφόμενος χαλεπὸν ἑαυτῷ καὶ βαρὺ κατασκευάζει τὸ κρῖμα τῆς ὀργῆς· καθότι οὐκ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾽ ἐν ἁγιασμῷ. Οὔπω μέχρις αἵματος ἀντικατέστημεν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· οὔπω ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἤχθημεν ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς. Τολμῶ λέγειν ὅτι δεδικαίωται Σόδομα ἐξ ἡμῶν. Οὔπω ἐπὶ βήματος δικαστοῦ προήχθημεν καὶ ὑπεμείναμεν τὰς βασάνους δι᾽ εὐσέβειαν· οὔπω ἐθεασάμεθα κάμινον λαύρῳ πυρὶ ὑποκαιομένην· οὔπω ἐθεασάμεθα τήγανα ὑποκαιόμενα, ὀβελίσκους ὀξεῖς πεπυρωμένους, καὶ λέβητας κηροῦ καὶ πίσσης ἀναβράζοντας· οὔπω θηρίοις παρεβλήθημεν ὑπὲρ εὐσεβείας καὶ ὑπεμείναμεν· οὔπω ἥψατο ἡμῶν χεὶρ δημίων, ὧν τὸ βλέμμα κατακάμπτει καρδίαν τοῦ προκειμένου· οὔπω ἐθεασάμεθα ξίφη ἠκονημένα ἡμῖν ἐπιφερόμενα, καὶ δεδοίκαμεν. Οὐχὶ ταῦτα πάντα ὑπέμειναν οἱ τοῦ Χριστοῦ μάρτυρες;