Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀποχῆς ἐπιθυμιῶν σαρκικῶν καὶ περὶ ἀγῶνος καὶ πολλῆς ἀσφαλείας πρὸς τὸν ἀδελφὸν τὸν ἐκπεσόντα

Ἐφραίμ ὁ Σύρος

Αναίρεση της πρόφασης του φόβου και η απάτη της ηδονής

Καταρρίπτεται η δικαιολογία της υποταγής στον ηγούμενο μέσω βιβλικών παραδειγμάτων και επισημαίνονται οι πικρές συνέπειες της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Τίς οὕτως ἱκανὸς ἐν κατανύξει ἐπαξίως κλαῦσαι τοῦτον τὸν ἀφανισμόν; Ἐπικίνδυνος ἡ ἐνθύμησις, καὶ τὸ λέγειν αἰσχρόν. Τίς οὕτως ἱκανὸς ἐν πίστει καὶ γνώσει ἐξειπεῖν τὰς ἡτοιμασμένας κολάσεις τῶν δελεαζομένων ἐν τῇ νόσῳ τῆς φθορᾶς ταύτης, καὶ ἀτίμου ἐργασίας, καὶ ἐσχάτου δυσωδίας; Ποία ἀπολογία αὕτη; Ὅτι ὁ ἐνοχλῶν, φησίν, ἡγούμενος· καὶ δέδοικα μήποτε κακοποιήσεταί με. Ποία πόρωσις τοιαύτη, ἢ ποῖος σκοτισμός; Ποῦ τοίνυν ἡ διδασκαλία τοῦ Σωτῆρος ἡμῶν Θεοῦ; Ἔφη γάρ· μὴ φοβεῖσθε ἀπὸ τῶν ἀνθρώπων κτεινόντων τὸ σῶμα, καὶ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ποῦ ἡ διδαχὴ τῶν Ἀποστόλων καὶ Προφητῶν, καὶ τῶν Ψαλμῶν ἡ μελέτη; Ὁ ἀθλητὴς πρὸ ἀγῶνος συγχρίεται, ἵνα ἐν καιρῷ ἀγώνων στεφανίτης ἀναδειχθῇ. Ὁ στρατιώτης πρὸ ἐπαναστάσεως πολέμου γυμνάζεται, ἵνα ἐν καιρῷ πολέμου δόκιμος ἀναδειχθῇ· ἡμεῖς δέ ἐσμεν εἰρήνης στρατιῶται καὶ εὐδίας κυβερνῆται. Ἐπελάθου δι᾽ οὗ ἐξῆλθες ἐκ τοῦ κόσμου, καὶ τῶν κατὰ σάρκα γονέων σεαυτὸν ἐμάκρυνας; Ἀνθρώπινος φόβος κατεκράτησέ σου τῆς ψυχῆς;

Ἀλγεῖ μοι περὶ σοῦ, ἀδελφέ. Ἐπειδὴ δὲ εἴρηκας ὅτι οἱ λόγοι αὐτῶν σαθροῦσί μου τὴν διάνοιαν, ἀλλὰ μνημονεύσωμεν τοῦ Παροιμιαστοῦ λέγοντος· μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· τὸ ἡδὺ τῆς ἐπιθυμίας μέλι αἰνιττόμενος.

Καὶ τί ἐπιφέρει, λέγων· ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον ὑπὲρ μάχαιραν δίστομον. Καὶ ἐν ἑτέρῳ λέγει περὶ τῶν ἐνδεδυμένων ἐνδύματα προβάτων, καὶ ἔσωθεν τυγχάνουσι λύκοι ἅρπαγες, καὶ ἐργάται ὄντες τῆς ἀνομίας. Φησὶ γὰρ Ἀπόστολος· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.

Οὐκ ἐννοεῖς δὲ καὶ τοῦτο, ὅτι καὶ ἑκατὸν ἔτη ἐὰν δουλεύσωμεν τῇ ἀσωτίᾳ, ἔσχατον τούτων θάνατος ἡμᾶς ἐκτρίψει, καὶ μετὰ θάνατον κρίσις; Εἰ δὲ λέγεις ὅτι δυνάστης τυγχάνει, νόει τοῦτο, ὅτι καὶ οἱ ἐπαναστάντες τῇ μακαρίᾳ Σωσάννῃ, ἐν Βαβυλῶνι, ἄρχοντες ὑπῆρχον τοῦ λαοῦ. Καὶ ὁ μακάριος Ἰωσὴφ ἀργυρώνητος ὑπῆρχε τῇ Αἰγυπτίᾳ. Οὐκ ἀκήκοας δὲ τοῦ λέγοντος· μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου, μηδὲ αἰσχυνθῇς εἰς πτῶσίν σου; Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Οὐκ ἔστιν ἡμῖν ἀπολογία· οὐ γὰρ ἄβατον γῆν οἰκοῦμεν. Βοήσας τις βιαζόμενος ἐπισυνῆξε πλῆθος πρὸς βοήθειαν.