Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀποχῆς ἐπιθυμιῶν σαρκικῶν καὶ περὶ ἀγῶνος καὶ πολλῆς ἀσφαλείας πρὸς τὸν ἀδελφὸν τὸν ἐκπεσόντα

Ἐφραίμ ὁ Σύρος

Εισαγωγή στη νουθεσία και έλεγχος για την πτώση

Τονίζεται η ανάγκη αμοιβαίας παρηγορίας και ελέγχεται ο αδελφός για την αθέτηση των υποσχέσεών του εξαιτίας της δειλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ τοῦ ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, καὶ περὶ ἀγῶνος καὶ ἀσφαλείας πολλῆς Πρὸς ἀδελφὸν ἐκπεσόντα Οἱ ἐν τοῖς ἰατρείοις θεραπευόμενοι οὐκ ἐπιχαίρονται ταῖς ἀλλήλων συμφοραῖς, οὐδὲ ἐξουθενεῖ ἕκαστος τὸν πλησίον διὰ τὴν νόσον, ἀλλὰ σπουδάζει ἕκαστος μὲν ἀπαλλαγῆναι τοῦ πάθους, καὶ τῆς συνειλημμένης αὐτῷ ὀδύνης ἐλευθερωθῆναι, τῷ δὲ πλησίον χεῖρα ὀρέγει κατὰ τὸ δυνατὸν πρὸς τὸ εὐμαρῶς φέρειν τὰς ἀλγηδόνας τῶν πόνων. Δέον οὖν καὶ ἡμᾶς παρακαλεῖν εἷς τὸν ἕνα, καὶ νουθετεῖν, μάλιστα δὲ ἐν καιρῷ πειρασμῶν, ἵν᾽ ὄντως λυτρωθῶμεν τῆς πικρᾶς δουλείας τῆς ἁμαρτίας, καὶ τῆς τυραννίδος τοῦ Διαβόλου, καὶ τὰ πεπυρωμένα αὐτοῦ βέλη σβέσαι, πρὶν ἡμᾶς διαδέξεται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον· καὶ τότε κλαύσομεν κλαυθμῷ ἐν ὀδύνῃ καρδίας ἡμῶν, καὶ οὐκ ἔσται ὁ παρακαλῶν.

Πρῶτον μὲν οὖν συγγνώμην αἰτῶ καὶ ἱλασμὸν [γενέσθαι] τῶν ἐμῶν ἁμαρτιῶν· ἔπειτα δὲ ἄρχομαι ἀγαπητικὴν συμβουλὴν ποιεῖσθαι πρὸς σέ, τῆς ἁγίας Γραφῆς λεγούσης· ἔλεγξον σοφόν, καὶ ἀγαπήσει σε· ἄσοφον δέ, καὶ μισήσει σε· καί, δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Θαυμάζω πῶς μετὰ τοσαύτας παραινέσεις σεαυτοῦ ἠμέλησας, καὶ τὰς πρὸς Θεὸν συνθήκας ἐπάτησας. Φόβον πρόσκαιρον εὐλαβηθείς, σεαυτὸν ἐπὶ τὸ ξίφος ὤθησας.