Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀποχῆς ἐπιθυμιῶν σαρκικῶν καὶ περὶ ἀγῶνος καὶ πολλῆς ἀσφαλείας πρὸς τὸν ἀδελφὸν τὸν ἐκπεσόντα

Ἐφραίμ ὁ Σύρος

Υπενθύμιση της θείας κρίσεως και κλήση σε αγιασμό

Το κείμενο ολοκληρώνεται με την υπενθύμιση του Θεού ως ανώτατου κριτή και την προτροπή για αγιασμό ενόψει του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ἀλλὰ φοβῇ, ὅτι ἡγούμενος τυγχάνει; Γίνωσκε ὅτι μείζονι ἄρχοντι ὑπόκειται, ὃς ἐξετάσει ἑκάστου τὰ ἔργα, καὶ τὰς βουλὰς ἐρευνήσει. Ταῦτα δὲ φημὶ οὐχ ὡς κρίνων, μὴ γένοιτο, ἀλλὰ συμπάσχων ὡς συστρατιώτης· γέγραπται γάρ· πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἰ μὴ γάρ, ὅτι ὁ Θεὸς πλάσας ἡμᾶς καὶ ἑνώσας ἑαυτῷ σάρκα κατηξίωσεν ἐμφανῶς βαδίσαι ἐπὶ τῆς γῆς, καὶ διὰ τοῦ εὐλογημένου καὶ ἁγίου αὐτοῦ βήματος ἁγιάσαι τὴν γῆν· ἐπεὶ ἡγούμην ἂν καὶ αὐτὴν τὴν γῆν μολύναι ἀπὸ πλήθους τῶν ἀνομιῶν μου. Ἐντολὴν δὲ ἔχομεν νουθετεῖν καὶ παρακαλεῖν εἷς τὸν ἕνα ἐν λόγῳ ἀληθείας. Μὴ οὖν ἀντικατάξωμεν τὴν ζωὴν εἰς θάνατον, μηδὲ τὰ ἄφθαρτα ἐν τοῖς φθειρομένοις, μήποτε φανῶμεν ἀλόγων ζῴων ἀλογώτεροι. Ἀλλ᾽ ὡς λογικοὶ τῆς φωνῆς τοῦ πλάσαντος ἡμᾶς Θεοῦ ἀκούσωμεν λέγοντος· ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιός εἰμι. Ἔτι γὰρ μικρὸν ὅσον καὶ ἔρχεται τὸ πρόσταγμα τὸ φοβερὸν ψυχὴν λαβεῖν τοῦ σώματος.