Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς πρὸς τὸν δόκιμον μοναχόν

Ἐφραίμ ὁ Σύρος

Δεύτερη παραίνεση: Αποφυγή των φαύλων και εγκράτεια

Προειδοποίηση κατά των επιζήμιων συναναστροφών με εκπεσόντες αδελφούς, αναίρεση των προφάσεων αποφυγής του πνευματικού αγώνα και ανάδειξη της υπεροχής του ενάρετου βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 7

Παραίνεσις δευτέρα Προσεχετέον ἀπὸ κακῆς συμβουλίας. Ὥσπερ γὰρ δύο τινὲς λαμπρῶς περιβεβλημένοι βαδίζοντες ἐν αὐτῷ κατὰ τὴν ἀγοράν, καὶ ὁ μὲν εἷς μὴ προσέχων ἑαυτῷ, προσκόψας ἔπεσεν ἐν πηλῷ, καὶ τὴν ἔξαλλον στολὴν παντοίως ἠρήμωσεν, κινεῖ τοῦτον ὁ φθόνος, ὥστε τὸν πλησίον καταβαλεῖν ἐν βορβόρῳ, ἵνα μὴ αὐτὸς μόνος ἀσχημονῇ· οὕτω καὶ ἐνταῦθα, οἱ τῆς ἀρετῆς ἐκπεσόντες ἀγωνίζονται ὑποσκελίσαι τοὺς λοιπούς, ἵνα μὴ μόνοι ἐν ἀσχημοσύνῃ διατελῶσιν. Λαλοῦσι ταπεινὰ καὶ ἀποκρίνονται γλυκέως, ἵνα τῆς σωφροσύνης ἀποσπάσαντες ἐν ἁμαρτίαις τοὺς ὑπηκόους καταπτήξωσι. Καὶ οὐκ ἐντρέπονται πράσσοντες τὰ φαῦλα, ἀλλὰ προτρέπονται τῷ πλησίον, καί φασιν· τί ἡμᾶς βδελύσσῃ; Ἐπειδὴ ἁμαρτωλοί ἐσμεν, κατακρίνεις ἡμᾶς; Ὁ δεῖνα καὶ ὁ δεῖνα, οἱ ἀκουόμενοι, οὐ τὰ αὐτὰ πράσσουσιν; Οὐκ οἶδας ὅτι τὸ πρᾶγμα τοῦτο πιπτέγειραί ἐστι; Καὶ οὐκ αἰσχύνονται ταῦτα λαλοῦντες· διατί;

Ὅτι αὐτοὶ μὲν πεσόντες οὐ βούλονται διαναστῆναι· ἀλλὰ καὶ εἰς σκάνδαλον τοῖς πολλοῖς καὶ εἰς πτῶσιν καὶ διαφθορὰν γεγένηνται· καὶ ὥσπερ δέλεαρ ἐν ἀγκίστρῳ κέχρηται αὐτοὺς ὁ Διάβολος. Ὅτε δὲ ἄρχονται καὶ τοὺς ἁγίους Προφήτας τοῦ διαβάλλειν, τοῦ δελεάσαι ψυχὰς ἀστηρίκτους.

Ὦ καρδία διεστραμμένη τῶν τοιούτων ἀνθρώπων. Ὦ στόμα πλῆρες κακίας καὶ δόλου. Ὦ λάρυγξ ἀνεῳγμένος τάφος, ἑτοῖμος διαφθείρων τοὺς ἐμπίπτοντας ἐν αὐτῷ. Δικαίως παραδίδονται εἰς πάθη ἀτιμίας, διότι τὴν γνῶσιν τοῦ Θεοῦ ἀπώσαντο. Ὅθεν καὶ ἐξωθήσονται ἀπὸ τοῦ Θεοῦ διὰ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν, ὅτι δὲ οὐ Θεὸν ἐφοβήθησαν, οὐδὲ τῶν Χριστιανῶν εὐλάβειαν προετίμησαν, ψυχὰς νέων ἀπατῶντες.

Διὰ τοῦτο φυλάσσου ἀπ᾽ αὐτῶν, ἀγαπητέ, μὴ καταφλέξωσί σε τοῖς μαλακοῖς αὑτῶν λόγοις. Φεῦγε αὐτῶν τὴν συντυχίαν, ἵνα μὴ πικρανθῇς σὺ ἐπὶ χολῆς καὶ καταπέσῃς ἐπὶ δίστομον μάχαιραν, κατὰ τὴν ὑποθήκην τοῦ σαλομῶντος. Καὶ πᾶς μὲν ἄνθρωπος κηδόμενος τῆς τοῦ πλησίον σωτηρίας, θεασάμενος αὐτὸν διολισθήσαντα καὶ πεσόντα σπουδάζει τοῦ ἀνεγείρειν, τὸν δὲ ἑστῶτα περικρατεῖ τοῦ μὴ πεσεῖν. Οὗτοι δέ, ὡς λυμεῶνες, τοὺς μὲν ἑστῶτας περισπούδαστον αὐτοῖς ἐστι καταβαλεῖν, τοὺς δὲ πεσόντας καὶ χαμαὶ κειμένους ἐπισφάττουσι διὰ τῆς ἀπογνώσεως. Καὶ ἀντὶ τοῦ λέγειν· ἀγαπητέ, πρόσεχε σεαυτῷ, οὐδὲν ἀνώτερον φόβου Θεοῦ, οὐδὲν τιμιώτερον ἐναρέτου βίου· ἥμαρτες, μὴ προσθῇς, ἀλλὰ καὶ περὶ τῶν προτέρων δεήθητί σου ἁμαρτημάτων· ἄρτι ὁμοῦ ἐσμεν, καὶ μετ᾽ ὀλίγον διαχωριζόμεθα ἀπ᾽ ἀλλήλων· καὶ ἐὰν βλάψωμεν τὸν πλησίον, μέλλει ἡμᾶς στένων αἰτιᾶσθαι, λέγων· ὅτι με ἔβλαψεν ἡ συντυχία τοῦδε τοῦ ἀνθρώπου, εἴθε μὴ ἐγενόμην αὐτοῦ ἐν γνώσει· ἐσκανδάλισεν γὰρ τὴν ψυχήν μου. Πόσων κακῶν μοι αἰτία ἡ συνάφεια αὐτοῦ! Ἐὰν δὲ ὠφελήσωμεν τὸν πλησίον ἐπ᾽ ἀγαθοῖς, μνήμην ἡμῶν ποιούμενος λέξει· βοήθησον, Κύριε, τῷδε τῷ ἀδελφῷ, ὡς ἐβοήθησέ μοι διὰ τὸ ὄνομά σου, καὶ ἐστήριξέ μου τὴν ψυχὴν εἰς τὸν φόβον σου· καὶ μέλλοντός μου ἀπόλλυσθαι διέσωσε διὰ τῆς χάριτός σου.

Οὗτοι δὲ τὰ ἐναντία φρονοῦντες ἀπατεῶνές εἰσι ψυχῶν· οὐ μόνον γὰρ αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν. Ὅταν δὲ πάλιν θεάσωνταί τινα ἀπεχόμενον τοῦ μυσαροῦ ἔργου, προφάσεις ἀλόγους ἐπισωρεύουσι, λέγοντες· ὁ δεῖνα ψυχρᾶς κράσεώς ἐστιν· ἐλέγχονται δὲ καὶ ἐπὶ τοῦτο, μὴ ἐκ διαθέσεως ἀγαθῆς προσφέρειν τὰ τοιαῦτα. Εἰ ἄραγε τοῦτο ἦν κατὰ τὸν ἐκείνου σκοπόν, οὐκ ἔδει εἰπεῖν τὸν Ἀπόστολον· ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἀλλ᾽ ἐχρῆν λέγειν· πᾶς ὁ ἀγωνιζόμενος, θερμῆς κράσεως τυγχάνων, πάντα ἐγκρατεύεται.

Εἰ ἄρα οἱ μὲν ἐπεδέοντο τῆς ἐγκρατείας, οἱ δὲ οὔ, τίς τοίνυν τῶν φιλούντων τὸν Κύριον οὐ μέμψεται τὴν ματαίαν ὑπόνοιαν ταύτην; Τίνα γὰρ οὐ πολεμεῖ ὁ Ἐχθρός, καὶ θλίβει, εἴτε ἄρρενας εἴτε θηλείας; Ἀναγκαία τοίνυν ἡ ἐγκράτεια, πλὴν ἐν εὐσεβεῖ λογισμῷ.

Πρόσχωμεν τοίνυν ἑαυτοῖς, ἵνα μὴ κατάγνωσιν πολλὴν ἐνέγκωμεν ἑαυτοῖς, καὶ ἐν τῷδε τῷ βίῳ τυγχάνοντες καὶ μετὰ τὴν τοῦ βίου ἔξοδον. Ὁ γὰρ σήμερον εὐειδής, αὔριον ἀειδής· πολλῇ γὰρ ἀσθενείᾳ περίκειται τοῦτο τὸ σῶμα. Ὅθεν οἱ τὸν ἐνάρετον βίον ποθήσαντες, οὐ μόνον τῆς ἡλικίας αὐτῶν ἐπανθούσης ἐπαινεθήσονται, δι᾽ ἧς εἵλοντο σωφροσύνην, ἀλλὰ καὶ ἐν γήρᾳ ὑπερθαυμασθήσονται. Ὁ γὰρ σπόρος ὁ καλὸς οὐ μόνον ἐν τῷ τὴν πεδιάδα χλοηφορεῖν τέρπει τοὺς θεατάς, ἀλλὰ καὶ ὅταν αἱ χῶραι λευκαὶ ὦσιν πρὸς θερισμόν, καὶ τὸν ἄσταχυν κυρτὸν ἔχουσιν ἐπὶ τὴν γῆν νενευκότα. Εὐφραίνει γὰρ λίαν τοὺς ὁρῶντας.

Κτῆμα οὖν μέγιστον βίος ἐνάρετος. Πρόσεχε οὖν μὴ παρασυρῆναι ὑπὸ ἀνθρώπων φιληδόνων, οἵτινες διαφόρως καταστρηνιῶντες μολύνουσιν τὰ ἑαυτῶν σώματα, κατὰ τὸν λέγοντα· τὰ γὰρ κρυφῇ γινόμενα ἀπ᾽ αὐτῶν, αἰσχρόν ἐστι λέγειν. Ἀλλὰ καὶ Παροιμιαστὴς ἐλέγχων τὴν ἄθεσμον πρᾶξιν, λέγει· τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἣ ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον. Οὕτω καὶ οὗτοι τῇ συνηθείᾳ τῶν ἁμαρτημάτων ἀγόμενοι τὰ αἴσχιστα πράττοντες καταφρονοῦσιν, ὡς μηδὲν πεπραχότες κακόν, ἅπασαν τὴν σπουδὴν ἔχοντες πρὸς διαβολικὴν ἐπιθυμίαν, ὅταν δὲ μάλιστα καὶ τὰς ἁγίας Γραφάς, ὡς ἐν τάξει γελοίων, σκώπτουσιν· ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν. Οὗτοι καὶ ἐν καπηλείοις ἔχουσι τὰς διατριβάς, εἰς μέθην τὸν οἶνον πίνοντες· ὅθεν καὶ ἡ εὐλάβεια καὶ ἡ σωφροσύνη ἐβδέλυκται παρ᾽ αὐτοῖς.

Ἀλλὰ καὶ τῶν ἐν ἐσχάτῃ κακίᾳ ἀναστρεφομένων δημοτῶν ἀναιδέστεροι οὗτοι μᾶλλον τυγχάνουσιν. Ἐν ἀληθείᾳ πένθους καὶ κλαυθμοῦ ἄξιον τοῦτο, ὅτι τὴν λαμπρὰν καὶ ἐπίδοξον ἀρετὴν εἰς τοσαύτην εὐτέλειαν κατηγάγομεν.

Ὁ δὲ Θεός, ὁ μέγας καὶ φιλάνθρωπος, ὁ πλούσιος ἐν ἐλέει καὶ δυνατὸς τοῖς ἔργοις, ἀντιλάβοιτο τῆς ἀσθενείας ἡμῶν, καὶ συντρίψοι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν, καὶ δοίη ἡμῖν ἰσχὺν καὶ σύνεσιν πνευματικήν, ἵνα ἐν ἀληθείᾳ τὸν ἐπίλοιπον ἡμῶν χρόνον καταβιώσαντες εὕρωμεν χάριν παρ᾽ αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως. Ὅτι αὐτῷ ἡ ἐξομολόγησις καὶ δυναστεία καὶ τὸ κράτος εἰς πάσας τὰς γενεὰς τῶν γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.