Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς πρὸς τὸν δόκιμον μοναχόν

Ἐφραίμ ὁ Σύρος

Πρώτη παραίνεση: Τήρηση των μοναχικών κανόνων και αφιέρωση

Συμβουλές για την υπακοή στους κανόνες του κοινοβίου και της ερήμου, την αναγκαιότητα της εγκράτειας και την αμετάκλητη αφιέρωση του σώματος στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 7

Ἀρχὴ τῆς πρώτης παραινέσεως Ἐὰν καθέζῃ ἐν ἐρήμῳ καταμόνας, τὴν ἄσκησιν καὶ προκοπὴν τῶν τελείων ἀναχωρητῶν ἐξίχνευε· εἰ δὲ ἐν κοινοβίῳ διάγῃς, τῶν κοινοβιακῶν κανόνων μὴ καταφρόνει. Ἑκάτερα γὰρ φυλαττόμενα ἐν ἑκάστῳ τάγματι ἐν καθαρᾷ συνειδήσει εὐπρόσδεκτα ἔσται Θεῷ. Καταμόνας τοίνυν καθεζόμενος, μὴ παραχάραττε τοὺς καλοὺς τύπους τῶν καλῶς προωδευκότων ἀναχωρητῶν, ἀλλὰ τύπον ὠφελείας πάρεχε σεαυτὸν τοῖς πᾶσιν, ἀνακρίνων ἀεὶ τὸ τοῦ Ἀποστόλου ῥητόν· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ· μήποτε διὰ δικαιωμάτων παρασαλεύσῃ σε ὁ Ἐχθρὸς ἀπὸ τῆς ἰδίας στάσεως. Ἐν κοινοβίῳ καθεζόμενος, μὴ ἐκκλίνῃς τοῦ ἀποστολικοῦ καὶ ἐνθέσμου κανόνος. Τὰ γὰρ δοκοῦντα μικρὰ εἶναι παροράματα, οὐ τὴν τυχοῦσαν βλάβην ἐμποιοῦσιν. Καλὸν τοιγαροῦν, καὶ πάνυ καλόν, τὸ μὴ ὑψηλοφρονεῖν, μηδὲ τὰ τῆς φιλαυτίας ἔργα πράσσοντα ὑπὸ κατάγνωσιν γενέσθαι. Πρέπον τοίνυν τῇ συνάξει ἀπαντᾶν ἅμα τοῖς ὁμοψύχοις ἀδελφοῖς, τῇ ἀγρυπνίᾳ, τῷ ἔργῳ χειρῶν, τοῖς παρέργοις, ὅπερ ἐστὶν σημεῖον μέγιστον ταπεινοφροσύνης· ὁμοίως τῇ τραπέζῃ, δίχα τῆς σωματικῆς ἀρρωστίας, καὶ μὴ κρατεῖσθαι θελήματι ἰδίῳ, ὅπερ ἐστὶν φυσήματι κενῷ.

Χρὴ οὖν ἕκαστον τελειοῦν τὸ ἔργον, ὃ ἤρξατο οἰκοδομεῖν, μετὰ πάσης ταπεινοφροσύνης καὶ ὑπομονῆς. Τὸ δὲ ἀστατεῖν τοῖς ἤθεσιν καὶ περιφέρεσθαι τῇ γνώμῃ ἀπὸ τόπου εἰς τόπον καὶ ἀπὸ ἔργου εἰς ἔργον ἀώριον τὸν καρπὸν ἀποκαθίστησιν, εἰ ἄραγε καρποφορήσει ὁ τοιοῦτος. Οὐκ ἐν ἑκάστῳ δὲ τόπῳ τὰς αὐτὰς προσβολὰς προσάγει ὁ πολέμιος κατὰ τοῦ ἀδελφοῦ. Ἀλλ᾽ ὅπου μὲν προκρίνει τιμᾶν διὰ δικαιωμάτων τὴν ξηροτάτην πολιτείαν καὶ τὸν ἀπεσκληρωκότα βίον, ὅπου δὲ φεύγειν τοὺς ἐπωφελεῖς τόπους παρασκευάζει, διὰ τὸ μὴ εἶναι, φησί, μικρὰν συγκατάβασιν πρὸς τοὺς ἀσθενεστέρους, ὑπονοθεύει τὴν γνώμην, διαστροφὴν ἐπάγων τῷ ἀδελφῷ. Καὶ ἐν μὲν τῷ κοινοβίῳ καθεζόμενον, τὴν ἔρημον φαντάζεσθαι παρασκευάζει, πολλὴν οὖσαν ἐν τῷ τόπῳ ἡσυχίαν· ἐν δὲ τῇ ἐρήμῳ καθεζόμενον, ὡς αὐχμώδεις καὶ ἀπαραμυθήτους τόπους, φεύγειν ὑποτίθησιν. Καὶ ταῦτα συνεχέστερον κινεῖ, ἵνα πανταχοῦ ἀσύστατον καὶ περιγέλαστον ποιήσῃ τὸν ἀδελφὸν καὶ μηδεμίαν ἀρετὴν εἰς τελείωσιν ἀγαγεῖν. Ὥσπερ γὰρ ἐάν τις ἄρξηται πύργον οἰκοδομεῖν, καὶ ἀκηδιάσας περὶ τὴν οἰκοδομὴν εἴπῃ· στοὰν μᾶλλον οἰκοδομήσω· καὶ ὡς ἄρξηται ὀρύσσειν τοὺς θεμελίους εἴπῃ πάλιν· βέλτιόν ἐστι κελλίον οἰκοδομῆσαι, καὶ τοῦτο ἀφήσει ἡμιτελές, ἀνόνητος εὑρίσκεται αὐτοῦ ὁ σκοπός· οὕτω καὶ μοναχὸς μὴ καρτερῶν ἐν τόπῳ ἑνὶ ἐν συνέσει πνευματικῇ, τέλειον καρπὸν ἀναδοῦναι οὐ δύναται.

Ἐν κοινοβίῳ τοιγαροῦν καθεζόμενος τῷ κανόνι ἀκολούθει ἐν πάσῃ εὐλαβείᾳ καὶ φόβῳ Θεοῦ. Κἂν δὶς τῆς ἡμέρας ἐσθίειν παραδίδοται, μετάλαβε τῶν σιτίων μετ᾽ εὐχαριστίας. Καὶ εἴ τι ποιοῦσιν οἱ εὐλαβέστεροι τῶν ἀδελφῶν, ποίει ἐν καθαρᾷ συνειδήσει, καὶ προκόψεις καλῶς ἐν Κυρίῳ. Εἰ δὲ ἔλθῃ εἰς διάκρισιν ὁ λογισμός, ὡς πολλὰ τὰ παρατιθέμενα ἐπὶ τραπέζης, ἀλλ᾽ ἐννοηθῶμεν, ὅτι οὐ διὰ τῆς ἡμῶν διαταγῆς ἡ παρασκευὴ γεγένηται· εἰ δὲ πάλιν πενιχρὰ καὶ στενὰ τὰ εὐκαιρούμενα καὶ ἄρξηται δυσφορεῖν ὁ λογισμὸς ἐπὶ τούτῳ, λόγισαι ὅτι ἐκ τῆς δόξης Κύριος ἐνανθρωπήσας κριθίνους ἄρτους μεταλαβεῖν οὐκ ἀνηξίωσεν. Δεῖ οὖν ἐν συνέσει πνευματικῇ ἀπαντᾶν τῷ πολεμίῳ δι᾽ ἑκάστης μεθόδου πρὸς τὸ ἀποκρούσασθαι αὐτοῦ τὰς μαγγανείας διὰ τῆς σταυροφόρου δυνάμεως. Τὸ γὰρ ὑπὲρ μέτρον ἐγκρατεύεσθαι, ὡς οἶμαι, οὐκ ἐπαινετόν· καὶ τῆς προσηκούσης ἐγκρατείας καταφρονεῖν οὐ χρήσιμον.

Ὥσπερ γὰρ τὸ ἀπέχεσθαι ἐπὶ πολὺ τῶν διατεταγμένων σιτίων ἔκλυσιν καὶ ἀτονίαν πρὸς τὴν λειτουργίαν ποιεῖ, οὕτω καὶ τὸ ἀναβλύζειν τὸν λαιμὸν τοῖς βρώμασιν ὑπὸ κατάγνωσιν. Οὐαὶ γάρ, φησίν, οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. Ἀλλὰ καὶ διὰ τῆς ἀκρασίας ταῖς ὑπογαστρίαις ἡδοναῖς πεσεῖται ὁ ἀκρατής. Χρὴ οὖν εὐσεβῶς καὶ προσηκόντως κυβερνᾶν τὸ σῶμα. Ἐν τῇ ἐρήμῳ δὲ καθεζόμενος ἔχε ἀεὶ τὰς πρεπούσας ἀρετάς, τὸ ὀρθόδοξον καὶ ταπεινὸν τοῦ φρονήματος, τὸ γρήγορον καὶ ἀδείλανδρον, τὸ ἀπερίσπαστον καὶ ἀφιλάργυρον, τὸ ὑγιὲς τῆς ἁγιότητος καὶ καρτερικὸν τοῖς πόνοις, τὸ παρακλητικὸν πρὸς πάντας καὶ περὶ τὴν συγκατάβασιν ἀκριβές, τὸ ἀμετεώριστον τῆς διανοίας τῆς πρεπούσης Θεῷ, ὅπερ ἐστὶν παθῶν μείωσις καὶ δαιμόνων διωγμός, τὸ μὴ δεδιέναι σωματικὴν ἀρρωστίαν ἢ θανάτου παρουσίαν. Ἀλλ᾽ οὕτω μετ᾽ εὐφροσύνης προσδέχεσθαι τὴν ἔξοδον ὡς ἐκ μετάλλων ἢ ἐξορίας ἀνακαλεῖσθαι μέλλων ἐπὶ τὴν οὐρανῶν βασιλείαν, κατὰ τὸν εἰπόντα· ἐπιθυμίαν ἔχω τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.

Τὸν ἐν κοινοβίῳ καθεζόμενον τούτων χρὴ ἀντέχεσθαι· τὸ ὑπήκοον εἶναι κατὰ Θεὸν δίχα πάσης ἀντιλογίας· τὸ συμπαθὲς καὶ ἀκενόδοξον, τὸ ἀφίλαρχον καὶ ἀτιμητικόν, τὸ ἐν ἀγρυπνίαις καὶ προσευχαῖς εὔτονον, τὸ ἐν ἀσκήσει καὶ ἐργοχείρῳ καρτερικόν· φεύγειν καὶ σιωπᾶν καὶ ἡσυχάζειν· φεύγειν μὲν τοὺς αἱρετικοὺς καὶ φθοροποιοὺς ἀνθρώπους, σιωπᾶν δὲ τῶν ἀπηγορευμένων καὶ Θεῷ μὴ ἀρεσκόντων, ἡσυχάζειν δὲ τῶν θορύβων καὶ βιωτικῶν πραγμάτων, μὴ περιέρχεσθαι ἀπὸ κελλίου εἰς κελλίον, μὴ προτιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον, μὴ ἀκρίτως ἀποφθέγγεσθαι, μὴ θυμῷ ἢ μήνει δεδουλῶσθαι, μὴ ἐν ἱματίοις καλλωπίζεσθαι, μὴ τὴν σάρκα ἐκτρίβειν πρὸς ὡραϊσμόν, μὴ ἀχαλίνωτον ἔχειν τὸν ὀφθαλμόν. Μὴ ὡς πανοῦργος ὀφθῆναι σπουδαζέτω, ἵνα μὴ εἰς κενοδοξίαν περιπέσῃ, ἥτις πρόξενός ἐστιν ἡδονῆς τε καὶ ὀργῆς καὶ λύπης· ἀλλὰ μᾶλλον ποιεῖν ἑαυτὸν ἁπλοῦν καὶ ἀφελῆ τὰ πολλά. Τὸ φυλάσσειν τὸ σῶμα ἀπὸ ἁμαρτίας εἰς τὸ μὴ ψεύσασθαι τῷ Δημιουργῷ· δῶρον γὰρ προσηγάγομεν ἑαυτοὺς τῷ Κυρίῳ καὶ οὐκέτι ἔχομεν ἐξουσίαν τοῦ ἑαυτῶν σώματος. Εἴτε γὰρ στενούμεθα, εἴτε πολεμούμεθα, ἀφέλκεσθαι τὸ δῶρον πρὸς ἴδιον θέλημα οὐ δυνατόν.

Ὥσπερ γάρ, ἐάν τις εὐξάμενος εὐχὴν τῷ Θεῷ προσενεγκεῖν δῶρον Κυρίῳ, ὃ λαβὼν ὁ ἱερεὺς ἀναθῇ τε ἐν τῷ ναῷ, κἂν μεταμεληθείη μετὰ ταῦτα ὁ τὸ δῶρον προσενέγκας, οὐκέτι ἐξουσιάζει ἀφελεῖν τὸ δῶρον μετὰ τὸ προσενεγκεῖν αὐτὸ τῷ Κυρίῳ· εἰ δὲ καὶ λαθραίως ἐπιχειρείη τοῦ διακλέψασθαι, οὐχ ὡς τὸ ἴδιον ἀφελόμενος τοῦ ἐγκλήματος ἀπολυθήσεται, ἀλλ᾽ ὡς ἱερόσυλος κολασθήσεται· οὕτω καὶ οἱ τῷ Θεῷ ἀφιερώσαντες τὰς ἑαυτῶν ψυχὰς τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζουσιν. Μακάριοι οἱ ταύτην τὴν ὁδὸν τηρήσαντες καὶ δικαιοσύνην τιμήσαντες· χαίροντες γὰρ καὶ ὑμνολογοῦντες τὸν Θεὸν εἰς βασιλείαν οὐρανῶν εἰσελεύσονται· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.