Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς πρὸς τὸν δόκιμον μοναχόν

Ἐφραίμ ὁ Σύρος

Πρόλογος και σκοπός της συγγραφής

Εισαγωγική προσφώνηση προς τον δόκιμο μοναχό, με προτροπές για την πνευματική οικοδομή και επεξήγηση του ύφους των παραινέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 7

Περὶ ἀρετῆς πρὸς νεώτερον ἀσκητήν, κεφάλαια δʹ Πρόλογος Ὁ Κύριος ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐπιδημήσας τῷ κόσμῳ ἀγαπᾶν ἀλλήλους προσέταξεν ἡμῖν. Ἀγάπης δὲ ἔργον ἐστὶ καὶ τὸ παρακαλεῖν ἀλλήλους ἐν φόβῳ Θεοῦ. Ἐπειδὴ οὖν ᾐτήσατο ἡ σὴ εὐλάβεια ἀκοῦσαι λόγον παρὰ τῆς ἐμῆς βραχύτητος, ἐπέδωκα ἐμαυτὸν διὰ τὴν ὑπακοὴν καὶ συνέργειαν τῆς χάριτος τοῦ Χριστοῦ. Καὶ τὸ νῦν περὶ τῶν αὐτῶν ὑποθέσεων ἐνεχαράξαμεν ἐν τῷδε τῷ ὑπομνηστικῷ. Εἴ τι οὖν εὕρῃς χρήσιμον, ἔνθου ἐν τῇ σῇ διανοίᾳ, ὅπως καρποφοροῦντός σου τῷ Κυρίῳ σχῶ κἀγὼ μισθὸν τῆς συμβουλίας.

Οὐκ ἐπιζητήσεις δὲ παρ᾽ ἡμῶν τῶν ἐν ἀδελφοῖς διατριβόντων λόγων τέχνην, ἣν οὐκ ἐμάθομεν, οὔτε καλλωπισμὸν λέξεων, ὧν οὐκ οἴδαμεν· ἀλλ᾽ ἁπλῶς καὶ ἀληθῶς καὶ ἰδιωτικῶς τὰ ἐν ἀγάπῃ σοι γραφέντα μετὰ ἀγάπης δέξαι, καὶ αὔξησον αὐτὰ παρὰ σεαυτῷ, ἅτε ἱκανώτερος ἡμῶν τυγχάνων.

Καὶ οἷον σπέρματα καὶ ἀφορμὰς λαβὼν παρ᾽ ἡμῶν, ἐν τῷ πλάτει τοῦ νοῦ σου, ἐπὶ πολὺ καρποφόρησον. Καὶ τὰ ὀλίγως καὶ ἀσθενῶς ὑφ᾽ ἡμῶν ἀπηγγελμένα δυνατῶς παράστησον τοῖς μετὰ σοῦ, ὦ φιλομαθέστατε, καὶ παραινέσεις αὐτοῖς φυλάξασθαι τὸν βυθὸν τῆς ἀγνοίας ἡμῶν, μήτε συγγράφειν εἰθισμένων πρὸς ἐπίδειξιν λόγων, μήτε λόγων τέχνην ἠσκηκότων.

Ἀγάπης δὲ ἡμᾶς προτρεπομένης σοί τε καὶ πᾶσι τοῖς μετὰ σοῦ μηνῦσαι, καὶ ὡς ἡμεῖς πάλαι ἐφιλοτιμήθημεν ζητοῦντός σου μαθεῖν περὶ ἀρετῆς, ἐπεδώκαμεν ἑαυτοὺς διὰ τῆς χάριτος, προγυμνασίαν λόγων ἀληθινῶν. Οὕτω καὶ αὐτὸς φιλοτίμως τοῖς λοιποῖς διακονήσεις κατὰ χάριν τὴν ὑπὸ τοῦ Κυρίου σοι δεδομένην εἰς τὸ μηκέτι κατασύρεσθαι τοὺς ἀδελφοὺς ὑπὸ ἀπάτης.