Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς πρὸς τὸν δόκιμον μοναχόν

Ἐφραίμ ὁ Σύρος

Τέταρτη παραίνεση: Μελέτη των θείων λογίων και εγκαρτέρηση

Παρότρυνση για αδιάλειπτη μελέτη της Γραφής, σταθερότητα στο κελί, υπομονή στις θλίψεις, τήρηση της ησυχίας και αποφυγή της υπερηφανείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 7

Παραίνεσις τετάρτη Εἶπέ τις τῶν Ἁγίων· μελέτα καλά, ἵνα μὴ κακὰ μελετήσῃς, ὁ γὰρ νοῦς ἀργῆσαι οὐκ ἀνέχεται. Δῶμεν τοιγαροῦν τὸν ἑαυτῶν νοῦν εἰς μελέτην λογίων Θεοῦ καὶ εἰς προσευχὰς καὶ ἔννοιαν ἀγαθήν· ἡ γὰρ ματαία μελέτη ἔργα ματαιότητος ἀναφύει· ἡ δὲ ἀγαθὴ μελέτη καρπὸν ἀγαθὸν ἀποδίδωσιν.

Ἔχωμεν κατὰ διάνοιαν καὶ τοῦτο, ὅτι πολλοὶ τύραννοι ἐκράτησαν χωρῶν καὶ ὀχυρωμάτων, καὶ ἐσβέσθη αὐτῶν τὸ κλέος, καὶ ἐγενήθησαν ὡς οὐχ ὑπάρξαντες. Πόσοι βασιλεῖς ἦρξαν ἐθνῶν πολλῶν ἀνεγείραντες ἑαυτοῖς εἰκόνας τε καὶ στήλας, λογισάμενοι διὰ τούτων ὀνομάζεσθαι μετὰ τὴν ἔξοδον τοῦ βίου· καὶ ἐπῆλθον ἕτεροι καὶ κατέστρεψαν τὰς εἰκόνας καὶ συνέτριψαν τὰ ἀγάλματα, καὶ τῶν μὲν τὰ πρόσωπα περιελόντες τὴν ἰδίαν ἐτυπώσαντο ὄψιν· ἀλλὰ καὶ αὐτῶν τὰ ἔργα ὑφ᾽ ἑτέρων καταλυθήσεται. Ἕτεροι δὲ περιφανεῖς τάφους κατεσκεύασαν ἑαυτοῖς, δόξαντες διὰ τούτων στηρίζειν ἑαυτοῖς ὄνομα αἰώνιον, διαγραψάμενοι ἐν τῷ ἐπιταφίῳ τὸν ἑαυτῶν χαρακτῆρα· ἦλθεν ἑτέρα γενεά· ἐδόθη νομὴ ὑπὸ ἑτέρου ἐξουσίαν· οὗτοι δὲ τὸν σωρὸν ἐκκαθᾶραι εἰκότως βουλόμενοι, χαλίκων δίκην, τὰ ὀστᾶ αὐτῶν μετήγαγον.

Καὶ τί ὠφέλησεν αὐτοῖς ὁ πολύτιμος σωρός, ἥ τε πυραμίς; Πάντα οὖν τὰ τῆς ματαιότητος ἔργα εἰς οὐδὲν καταλύει. Οἱ δὲ εἰς Θεὸν πλουτοῦντες, καὶ ἐν αὐτῷ δοξασθέντες, οὐχ οὕτως· ζωὴν γὰρ αἰώνιον καὶ δόξαν ἀκατάλυτον ἡτοίμασαν ἑαυτοῖς. Ὥσπερ γὰρ τὸ φῶς τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τοῦ χοροῦ τῶν ἀστέρων, ἄχρι τοῦ νῦν οὐκ ἠμαυρώθη οὐδὲ μετεβλήθη εἰς παλαίωσιν ἀπὸ κτίσεως αὐτῶν ἄχρι τοῦ νῦν· καὶ πᾶσα μὲν γενεὰ σαρκὸς καὶ αἵματος, ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, συστέλλεται, τὸ δὲ φῶς τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἀστέρων ὡσαύτως νεάζει καὶ ἀκμάζει καὶ φαιδρύνεται διὰ τὸν ὅρον τοῦ Δημιουργοῦ, ὃν ὥρισεν αὐτοῖς ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός· οὕτω καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ὥρισεν βασιλείαν οὐρανῶν καὶ χαρὰν ἀκατάλυτον. Καὶ ὥσπερ ἐν τούτῳ ἀψευδής, οὕτω καὶ ἐν ἐκείνῳ ἀληθής· καὶ ταῦτα μὲν παρελεύσεται, ὁπηνίκα βουληθείη ὁ Δημιουργός, τῆς δόξης τῶν Ἁγίων οὐκ ἔσται τέλος. Σπουδάσωμεν τοιγαροῦν ποιῆσαι καρποὺς μετανοίας, ἵνα μὴ ἀποκλεισθέντες τῆς χαρᾶς ἐκείνης παραπεμφθῶμεν εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου.

Εἴσελθε, εἰ δοκεῖς, ἐν τῷ κοιτῶνί σου καὶ ἀπόκλεισον τὰς θυρίδας, ἔμφραξον δὲ καὶ τὰ διαυγάζοντα καὶ κάθου ἔσω καὶ ὄψῃ ὁποίαν ὀδύνην ἔχει ἡ σκοτία, ὅπου δίχα πόνου καὶ βασάνου καθεζόμενος, καίτοι ἐν ἐξουσίᾳ σου κεῖται, ὁπόταν βουληθῇς, ἀνοῖξαι καὶ ἐξελθεῖν. Ὁποίαν οὖν δοκῇ σοι ὀδύνην ἔχειν τὸ σκότος ἐκεῖνο τὸ ἐξώτερον, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων; Κατανόησον ἔνδον τοὺς καπνοδόχους τῆς ἑαυτοῦ ἑστίας καὶ ἀνάτεινον τοὺς ὀφθαλμοὺς τῇ ἀνατολῇ τοῦ ἡλίου καὶ ἴδε τὴν διαφορὰν καὶ φεῦγε τὰ ἔργα τοῦ σκότους. Ἡ κακία σκότος ἐστίν, ἡ δὲ ἀρετὴ φῶς· ἡ κακία ἐξερευνωμένη μελανεῖ τοὺς ἑαυτῆς ἐργάτας, ἡ δὲ ἀρετὴ γυμναζομένη λαμπροὺς ἀποκαθίστησι τοὺς κατωρθωκότας.

Μὴ νόμιζε, ἀγαπητέ, ὅτι σὺ μονώτατος θλίβῃ παρὰ πάντας, πᾶσα γὰρ κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην. Καὶ ὥσπερ οὐ δυνατόν τινα τὸν ἀέρα τοῦτον ἐκφυγεῖν ἐπὶ γῆς ὑπάρχοντα, οὕτως ἀδύνατον ἀνθρώπῳ μὴ πειρασθῆναι θλίψεων καὶ πόνων ἐν βίῳ ὑπάρχοντι. Καὶ οἱ μὲν περὶ τὰ γήϊνα περισπώμενοι ἐν τοῖς τοιούτοις θλιβήσονται, οἱ δὲ τὰ πνευματικὰ διώκοντες ἐν τοῖς πνευματικοῖς πονοῦσιν· οὗτοι μακάριοι ἔσονται, ὁ γὰρ καρπὸς αὐτῶν πολὺς ἐν Κυρίῳ. Ἔχε ὑπομονὴν τελείαν ἐν ᾧ ἐκλήθης ἔργῳ. Ἀσφαλίζου τὰς ἀγκύρας καὶ τὰ σχοινίσματα, ἵνα μὴ κατὰ βραχὺ ἐξωθῇ σου τὸ σκάφος εἰς τὸ πέλαγος, καὶ τότε ἡ πεῖρά σε διδάξει ὁποίας εἰρήνης ἀπέλαβες ἐν τῷ λιμένι τυγχάνων· ὁ κόσμος παρωμοίωται τῷ πελάγει, λιμένι δὲ ὁ ἀσκητικὸς βίος.

Μὴ ἀγάπα περιπολεύειν, ἀλλὰ μᾶλλον τῇ ὑπομονῇ κέρδησον τὰ σκάνδαλα τῆς ἀποδημίας. Ἵνα δὲ καὶ τοῦτο εἴπω, ὅταν περιέλθωμεν ὅλον τὸν κόσμον, ἔσχατον οὐχὶ τὸ κελλίον ἡμᾶς περιμένει, ἐάνπερ σωθῆναι θέλωμεν;

Εἰ δὲ ἐν κοινοβίῳ οὐ καρτερῶμεν καὶ καταμόνας οὐχ ἡσυχάζωμεν, ποῦ λοιπὸν ἔσται ἡμῶν τὸ καταγώγιον; Ὅμοιόν ἐστι τοῦτο τῷ λέγοντι, μήτε τὴν θέρμην τοῦ ἡλίου δύνασθαι ὑποφέρειν, μήτε τὴν σκιὰν βαστάζειν, καὶ ποῦ λοιπὸν στῶμεν; Φοβοῦμαι μὴ ἡ κάμινος ἐκείνη διαδέξηται ἡμᾶς. Μὴ ὦμεν τοίνυν ἀκηδιασταί, μισοπονίαν ἀγαπῶντες.

Εἰ δέσμιοί ἐσμεν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, μὴ ἐπαισχυνθῶμεν τὴν ἅλυσιν τῶν θλίψεων, ἀλλὰ μετὰ χαρᾶς ταύτην ὑπομείνωμεν, τὴν ἔλευσιν αὐτοῦ προσδοκῶντες τὴν ἐξ οὐρανῶν, ἵνα ἡμᾶς συναριθμήσῃ τῷ χορῷ τῶν Ἁγίων· οἱ γὰρ κοινωνήσαντες τοῖς παθήμασιν αὐτοῦ, κοινωνοὶ ἔσονται καὶ τῆς παρακλήσεως. Εἰ δὲ καὶ περὶ τοῦ κόπου τοῦ ἔργου δυσφορεῖ τις, πόσοι εἰσὶν κατὰ τὸν κόσμον χειραλγοὶ καὶ ποδαλγοί, ἄνδρες πλούσιοι καὶ ὑπὸ πολλῶν δορυφορούμενοι, οὐδὲ νύκτα οὐδὲ ἡμέραν ἔχουσιν ἀνάπαυσιν ὑπὸ τῆς ἀνάγκης τῶν πόνων τρυχόμενοι καὶ ὡς ὑπὸ ἁλύσει τινὶ καὶ δεσμῷ πεπέδηνται.

Κτησώμεθα τοιγαροῦν ἑκούσιον πόνον καὶ αὐθαίρετον ὑπομονὴν διὰ τὸν τοῦ Θεοῦ φόβον, καὶ μὴ ἀμελήσωμεν τῆς ὑπομονῆς, τῆς ταπεινοφροσύνης, τῆς ἐγκρατείας, τῆς συμπαθείας· συμπάθειαν δέ φημι, οὐχ ἵνα ἐπὶ κακίᾳ συνέλθῃς τῷ πλησίον, ἀλλ᾽ ἵνα εἰς τὰ πνευματικὰ συνεργήσῃς τῷ ἀδελφῷ κατάνυξιν ἔχειν καὶ δάκρυα. Κἂν μὴ πάρεστι τὸ φαινόμενον δάκρυον, ἀλλ᾽ ὁ συντριμμὸς τῆς καρδίας διαμενέτω, καὶ γὰρ ἐν τοῖς δάκρυσίν ἐστι διαφορά. Μακάριος δὲ ὁ ἐνοπτριζόμενος τὸν Κύριον ἐν τῇ ἰδίᾳ ψυχῇ, καὶ ἐκχέων τὴν δόξαν αὐτοῦ μετὰ κλαυθμοῦ ἐνώπιον τῆς ἀγαθότητος αὐτοῦ, ὅτι ἡ προσευχὴ αὐτοῦ εἰσακουσθήσεται.

Παρατίθημί σοι παρακαταθήκην ἑτέραν ἐν Κυρίῳ, ὡς ἀνθρώπῳ τοῦ Θεοῦ καὶ σωθῆναι βουλομένῳ· ἀπὸ παρακλήσεως τοίνυν ἀνιστάμενος, μὴ περιέρχου τὰ κελλία, ἀλλ᾽ ἡσύχαζε ἐν τῷ σῷ κελλίῳ· πολλοὺς γὰρ ἠπάτησεν ὁ Διάβολος διὰ τοῦ οἴνου. Τοιγαροῦν ἀπὸ παρακλήσεως ἀνιστάμενος, εὑρεθῆναι εἰς ἕτερον κελλίον σημεῖόν ἐστιν ἀφοβίας καὶ διαστροφῆς· ἐκ γὰρ τῶν τοιούτων συγκαθισμάτων γίνονται καταπτώσεις ψυχῶν, καὶ μάλιστα ὅταν ἐφησυχάζῃ ἡ βακτηρία τοῦ προεστῶτος. Οἱ γὰρ μὴ βουλόμενοι τῷ θείῳ φόβῳ χαλινοῦν τὴν ἑαυτῶν διάνοιαν, χρῄζουσιν ἀνθρωπίνου φόβου, ἵνα διὰ τούτου ἀποσχῶνται τῶν ἀνωφελῶν, ὃν τρόπον δοῦλος σωφρονεῖ δι᾽ αὐστηρίαν δεσπότου.

Πρόσεχε οὖν σεαυτῷ, καὶ μὴ ἴσθι καταφρονῶν, διότι ἐν οἴνῳ σοφιζόμενος οὔτε ὠφελήσεις, οὔτε ὠφεληθήσῃ. Ἐὰν ἐξέμαθες πᾶσαν θείαν Γραφήν, ὅρα μήποτε ἐν τούτῳ ἐπαιρέτω σε ὁ λογισμός, καθότι πᾶσα Γραφὴ θεόπνευστος ταπεινοφροσύνην ἐκδιδάσκει· ὁ δὲ τὰ ἐναντία φρονῶν ἢ πράττων ᾧ μεμάθηκε, παραβάτην ἑαυτὸν ἐν τούτῳ συνίστησιν. Ἐὰν πνεῦμα ὑπερηφανίας ἢ φιλαρχίας ἢ πλούτου σοι ἐνοχλῇ, μὴ συναρπάζου, ἀλλὰ μᾶλλον στῆθι γενναίως πρὸς ἀντιπαράταξιν τοῦ πονηροῦ καὶ ἀπατηλοῦ πνεύματος. Ἀναλόγισαι τὰς ἀρχαίας οἰκοδομὰς καὶ τὰς πεπαλαιωμένας εἰκόνας καὶ τὰς ὑπὸ τοῦ ἰοῦ κατεσθιομένας στήλας, καὶ ἐνθυμήθητι ἐν σεαυτῷ καὶ ἴδε ποῦ οἱ κτισάμενοι, εἴτε οἱ τεχνασάμενοι τὰ προειρημένα, καὶ σπούδασον ἀρέσαι Κυρίῳ, ἵνα καταξιωθῇς τῆς βασιλείας τῶν οὐρανῶν, διότι πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου.