Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ κακιῶν

Ἐφραίμ ὁ Σύρος

Μακροθυμία, υπομονή και πραότητα

Παρουσίαση των αρετών της μακροθυμίας, της υπομονής, της αοργησίας και της πραότητας, σε αντιδιαστολή με τα πάθη της οξυθυμίας και της λιποψυχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 8

ϛʹ Περὶ μακροθυμίας Μακάριος ἀληθῶς ὁ ἄνθρωπος, ὅστις μακροθυμίαν ἐκτήσατο, ὅτι τὸν τοιοῦτον καὶ ἡ ἁγία Γραφὴ ἐπαινεῖ, λέγουσα· μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει. Καὶ τί πλέον τούτου; Ὁ γὰρ μακρόθυμος πάντοτε ἐν χαρᾷ ἐστιν, ἐν εὐφροσύνῃ, ἐν ἀγαλλιάσει· ἐλπίζει γὰρ ἐπὶ Κύριον. Ὁ μακρόθυμος ἐκτὸς ὀργῆς ἐστι· πάντα γὰρ ὑπομένει. Ὁ μακρόθυμος ταχέως εἰς ὀργὴν οὐκ ἐξάπτεται· εἰς ὕβριν οὐ τρέπεται· λόγοις κενοῖς ῥᾳδίως οὐ κινεῖται· ἀδικούμενος οὐ λυπεῖται· τοῖς ἀνθισταμένοις οὐκ ἀνθίσταται· ἐν παντὶ πράγματι στερεὸς ὑπάρχει. Οὐκ ἔστιν εὐάλωτος ἐν ἀπάταις· οὐκ ἔστιν εὐχερὴς εἰς παροξυσμόν· ἐν θλίψεσι χαίρει· παντὶ ἔργῳ ἀγαθῷ συναυλίζεται· ἐν πᾶσι τοῖς βασκαίνουσιν ἀσμενίζει. Ἐπιτασσόμενος οὐκ ἀντιλέγει· ἐπιπληττόμενος οὐ σκυθρωπάζει· τῇ μακροθυμίᾳ πάντοτε ἑαυτὸν θεραπεύει.

Ζʹ Περὶ τοῦ μὴ ἔχοντος μακροθυμίαν Ὁ μὴ ἔχων μακροθυμίαν, καὶ ὑπομονῆς ἐκτός ἐστιν ὁ τοιοῦτος. Ὁ γὰρ μὴ ὢν μακρόθυμος, εὐχερῶς ἀνατρέπεται, ἕτοιμος εἰς παροξυσμόν. Ὀξέως εἰς μάχην ἐξάπτεται. Ὑβριζόμενος ἀνθυβρίζει, ἀδικούμενος ἀμύνεται. Λογομαχεῖ εἰς οὐδὲν χρήσιμον· αἱ πράξεις αὐτοῦ σὺν τοῖς ἔργοις, ὡς φύλλα ὑπὸ ἀνέμου, σαλεύονται· ἐν λόγοις οὐ στερεοῦται· ὀξέως μεταπηδᾷ ἐκ τούτου εἰς τοῦτο. Ὁ μὴ ἔχων μακροθυμίαν, στερεότητος ἐκτός ἐστιν· ἐν τάχει γὰρ ἀλλοιοῦται. Διάκρισιν οὐ κτᾶται· τῷ πονηρῷ διατίθεται· τῷ ψέγοντι συνεδριάζει· τῷ ἀδικοῦντι συνεπαμύνεται· μυστήριον οὐ στέγει· ἕτοιμός ἐστιν εἰς τὸ ἀποκαλύψαι λόγον. Καὶ τί τούτου ἀθλιώτερον;

Ηʹ Περὶ ὑπομονῆς Μακάριος, ἀδελφοί, ὅστις ὑπομονὴν ἐκτήσατο, ὅτι ἡ ὑπομονὴ ἐλπίδα ἔχει· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Μακάριος οὖν ἀληθῶς καὶ τρισμακάριος ὁ ἔχων ὑπομονήν. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ τί τῆς ἐπαγγελίας ταύτης ἄμεινον; Χρηστός ἐστι Κύριος τοῖς μένουσιν αὐτόν. Ὑπομονὴ δὲ ἕως πότε κρίνεται, ἀδελφοί, ἆρα ἐπίστασθε; Ἢ καὶ περὶ τούτου χρὴ ἡμᾶς εὐρῦναι τὸν λόγον πρὸς ἀσφάλειαν ὑμῶν; Οὐ γὰρ μία ἐστὶν ἡ ὑπομονή, ἀλλ᾽ ἐν πολλαῖς ἀρεταῖς ζητεῖται. Ὁ γὰρ ὑπομονητικὸς πάσης ἀρετῆς ἐφάπτεται· χαίρει γὰρ ἐν θλίψεσι, καὶ ἐν ἀνάγκαις εὐδοκιμεῖ· ἐν πειρασμοῖς ἀγάλλεται καὶ εἰς ὑπακοὴν ἕτοιμος· ἐν μακροθυμίᾳ ὡραῖος· ἐν ἀγάπῃ πεπληρωμένος· ἐν ὕβρεσιν εὐλογεῖ· ἐν μάχαις εἰρηνεύει· ἐν ἡσυχίᾳ ἀνδρεῖος· ἐν ψαλμῳδίᾳ ἄοκνος· ἐν νηστείαις ἕτοιμος· ἐν προσευχαῖς ὑπομονητικός· ἐν ἔργοις ἄμεμπτος· ἐν ἀποκρίσεσιν εὐθής· ἐν ἀποστολῇ εὐπειθὴς καὶ ἐν διαγωγῇ ἐπιμελητής· ἐν ταῖς ὑπηρεσίαις χαρίεις καὶ ἐν τῇ ἀναστροφῇ ὡραῖος· ἐν τῷ κοινοβίῳ τῆς ἀδελφότητος γλυκὺς καὶ ἐν συμβουλίαις ἡδύς· ἐν ταῖς ἀγρυπνίαις ἱλαρὸς καὶ ἐν τῇ ἐπιμελείᾳ τῶν ξένων σπουδαῖος· τῶν ἀσθενῶν προνοητὴς καὶ τῶν ἐν περισπασμῷ πρῶτος σύνδρομος· ἐν τῷ διανοεῖσθαι νηφάλιος, καὶ ἐν παντὶ πράγματι διεγηγερμένος.

Ὁ ὑπομονὴν κτησάμενος ἐκτήσατο ἐλπίδα· παντὶ γὰρ ἔργῳ ἀγαθῷ κεκόσμηται ὁ τοιοῦτος· διὸ εὐπαρρησιάστως βοήσεται ὁ τοιοῦτος πρὸς τὸν Κύριον, λέγων· ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχε μοι.

Θʹ Περὶ τοῦ μὴ ἔχοντος ὑπομονήν Ἄθλιος δὲ καὶ ταλαίπωρος ὁ μὴ κτησάμενος ὑπομονήν· τοῖς γὰρ τοιούτοις τὸ οὐαὶ ἠπείλησεν ἡ θεία Γραφή. Οὐαὶ γάρ, φησί, τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν. Ὄντως γὰρ ὄντως οὐαὶ τῷ μὴ ἔχοντι ὑπομονήν· ῥιπίζεται γὰρ ὥσπερ φύλλον ὑπὸ ἀνέμου ὁ τοιοῦτος. Ὕβριν οὐ φέρει· ἐν θλίψεσιν ὀλίγωρος ὑπάρχει. Ὁ τοιοῦτος εὐάλωτός ἐστιν ἐν μάχαις, ἐν ὑπομονῇ γόγγυσος, καὶ ἐν ὑπακοῇ ἀντιλόγος.

Ἐν ταῖς προσευχαῖς ῥᾴθυμος καὶ ἐν ἀγρυπνίαις ἐκλελυμένος· ἐν νηστείαις σκυθρωπὸς καὶ ἐν ἐγκρατείᾳ ἀμελής· ἐν ἀποκρίσεσιν ὀκνηρὸς καὶ ἐν τοῖς ἔργοις κακεργής· ἐν πονηρίᾳ ἀήττητος καὶ ἐν ἐπιτηδεύμασι δυνάστης· ἐν λογομαχίαις ἀνδρεῖος καὶ ἐν ἡσυχίᾳ ἀδύναμος. Ὁ τοιοῦτος τοῖς εὐδοκιμοῦσιν ἀντίκειται καὶ τοῖς προκόπτουσι ζηλοτυπεῖ. Ὁ μὴ ἔχων ὑπομονὴν πολλὰς ζημίας ὑφίσταται, καὶ ἀρετῆς ἐφάψασθαι ὁ τοιοῦτος ἀδυνατεῖ. Δι᾽ ὑπομονῆς γὰρ τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, φησὶν ὁ Ἀπόστολος. Ὁ μὴ ἔχων ὑπομονὴν τῆς ἐλπίδος ταύτης ἀλλότριός ἐστι. Διὸ παρακαλῶ, ὅσοι κατ᾽ ἐμὲ ἀνυπομόνητοι ὑπάρχετε, κτήσασθε ὑπομονήν, ἵνα σωθῆτε.

Ιʹ Περὶ ἀοργησίας Μακάριος ἄνθρωπος ἐκεῖνος, ὁ μὴ ῥᾳδίως ὀργιζόμενος ἢ θυμὸν ἐπιδεχόμενος. Ὁ τοιοῦτος ἐν εἰρήνῃ ἐστὶ πάντοτε. Ὁ τὸ θυμικὸν καὶ ὀργίλον πνεῦμα ἀφ᾽ ἑαυτοῦ ἀπελαύνων, πολέμου καὶ ταραχῆς ἐκτὸς τυγχάνει, καὶ πάντοτε τῷ πνεύματι γαληνιᾷ, καὶ τῷ προσώπῳ χαίρει. Ὁ μὴ ταχέως ὀργιζόμενος ἀπὸ λόγου κενοῦ οὐ κινεῖται. Ὁ τοιοῦτος δικαιοσύνης καὶ ἀληθείας ἐργάτης ἐστίν. Ὁ τοιοῦτος ῥᾳδίως κατέχει, καὶ τοὺς γλωσσαλγοῦντας ῥᾳδίως φέρει· ἀδικίαν οὐκ ἐργάζεται.

Τῷ τοιούτῳ ἀσθένειαι οὐ συναντῶσιν. Ὁ τοιοῦτος ἐν μάχαις οὐ χαίρει· πάντων γὰρ ἀγαπητικὸς ἀναδείκνυται. Ἀόργητος λογομαχίαις οὐ χαίρει· ὑγιαίνει δὲ πάντοτε ὁ τοιοῦτος· ἐν εἰρήνῃ χαίρει καὶ ἐν μακροθυμίᾳ αὐλίζεται. Ὁ τὸ πνεῦμα τῆς ὀξυχολίας μὴ ῥᾳδίως καταδεχόμενος, Πνεύματος Ἁγίου οἰκητήριον γίνεται. Ὁ τὸ πνεῦμα τῆς ὀξυχολίας μὴ ἔχων, τὸ Πνεῦμα τὸ Ἅγιον οὐ παροξύνει.

Οὗτος δύναται καὶ πρᾷος εἶναι, δύναται καὶ ἀγάπην ἔχειν, καὶ ὑπομονὴν καὶ ταπείνωσιν. Καὶ παντὶ ἔργῳ ἀγαθῷ ὁ ἀόργητος κεκόσμηται, καὶ ὑπὸ τοῦ Χριστοῦ φιλεῖται. Τρισμακάριος οὖν ἀληθῶς ὁ τὸ πνεῦμα τῆς ὀργῆς καὶ τοῦ θυμοῦ πάντοτε ἐξελαύνων ἀφ᾽ ἑαυτοῦ, ὅτι τούτου τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ ὁ νοῦς πάντοτε ἔρρωται.

ΙΑʹ Περὶ ὀξυχολίας Ὁ δὲ τῇ ὀξυχολίᾳ πάντοτε κρατούμενος καὶ πολλάκις καὶ ταχέως διὰ μηδαμινὸν πρᾶγμα ὀργιζόμενος, ἀκούσῃ τοῦ ἁγίου ἀποστόλου Ἰακώβου λέγοντος, ὅτι ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται. Καὶ ὄντως ἄθλιος καὶ ταλαίπωρος ὁ ἡττημένος τούτοις τοῖς πάθεσιν· ὀργιζόμενος γάρ, φησίν, ἀναιρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ἐπ᾽ ἀληθείας γὰρ ἀναιρεῖται καὶ ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν ὁ ὀργίλος· πάντοτε γὰρ ἐν ταραχαῖς διάγει ὁ τοιοῦτος, καὶ γαλήνης ἐκτός ἐστιν.

Ὁ τοιοῦτος εἰρήνης ἀλλότριός ἐστιν, ἀλλὰ καὶ ὑγιείας ἐκτός ἐστι· πάντοτε γὰρ τὸ σῶμα αὐτοῦ ἐκτέτηκται, καὶ ἡ ψυχὴ λυπεῖται, καὶ ἡ σὰρξ μαραίνεται, καὶ ἡ ὠχρότης ἐπανθεῖ, καὶ ἡ διάνοια ἀλλοιοῦται, καὶ ὁ νοῦς ἀσθενεῖ, καὶ οἱ λογισμοὶ ποταμηδὸν ἀναβρύουσι, καὶ πρὸς πάντας μισητὸς ὑπάρχει. Ὁ τοιοῦτος μακροθυμίας καὶ ἀγάπης ἐκτός ἐστιν. Ἐν λόγοις κενοῖς ῥᾳδίως ταράσσεται καὶ διὰ οἰκτρὸν πρᾶγμα μάχας ἐγείρει. Καὶ ὅπου οὐκ ἔστιν αὐτοῦ χρεία, ἑαυτὸν παρεμβάλλει, καὶ ἑαυτῷ τὸ μῖσος σωρεύει. Ὁ τοιοῦτος ἐν πολυλογίαις χαίρει, καὶ ἐν πράγμασιν ἀσυμφόροις προπηδᾷ. Ὁ τοιοῦτος ἐν λοιδορίαις ἥδεται· ὁ τοιοῦτος ἐν πρᾳότητι ἀσθενεῖ, ἐν πονηρίαις ἀνδρεῖος ὑπάρχει. Καὶ τίς οὐ μὴ πενθήσει τὸν τοιοῦτον;

Ὅτι καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις βδελυκτὸς ὑπάρχει· ἐν παντὶ γὰρ μοχθηρὸς ὁ ὀξύχολος. Διὸ καὶ προσέχετε ἀπὸ τῆς ὀξυχολίας.

ΙΒʹ Περὶ πρᾳότητος Μακάριος ἄνθρωπος ἀληθῶς καὶ τρισμακάριος ὁ ἔχων πρᾳότητα· τούτῳ γὰρ ὁ ἅγιος Σωτὴρ καὶ Κύριος συνᾴδει, λέγων· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Καὶ τί τούτου τοῦ μακαρισμοῦ μακαριώτερον; Τί ταύτης τῆς ἐπαγγελίας ἀνώτερον; Τί ταύτης τῆς χαρᾶς λαμπρότερον, τοῦ κληρονομῆσαι τὴν γῆν τοῦ παραδείσου; Διὸ ἀκούσαντες, ἀδελφοί, τὸ ὑπερβάλλον μέτρον τοῦ πλούτου τῆς ἐπαγγελίας, ζηλώσατε ἐπειχθῆναι. Ὀξυποδήσατε πρὸς τὴν λαμπρότητα τῆς ἀρετῆς. Ἀκούσαντες κατανύγητε καί, ὅση δύναμις, σπουδάσατε μή τις ἀποκληρονόμος γένηται τῆς γῆς ταύτης, καὶ κλαύσῃ πικρῶς, μετανοῶν ἀνόνητα. Ἀκούσαντες τῆς πρᾳότητος τῶν μακαρισμῶν, σπεύσατε πρὸς αὐτήν.

Ἀκούσαντες τί λέγει περὶ αὐτῆς καὶ ὁ ἀψευδὴς Ἠσαΐας ἐν Πνεύματι Ἁγίῳ· ἐπὶ τίνα ἀναπαύσομαι, λέγει Κύριος, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους. Ἆρα οὐκ ἔστι θαυμάσαι ἐπὶ τῇ ἐπαγγελίᾳ; Τί γὰρ ταύτης τῆς τιμῆς ἐνδοξότερον; Βλέπετε οὖν, ἀδελφοί, μή τις ἐκπέσῃ ταύτης τῆς μακαριότητος καὶ τῆς ἀμέτρου χαρᾶς καὶ ἀγαλλιάσεως. Σπεύσατε οὖν, σπεύσατε, παρακαλῶ.

Κτήσασθε πρᾳότητα· ὁ γὰρ πρᾷος παντὶ ἔργῳ ἀγαθῷ κεκόσμηται. Ὁ πρᾷος, κἂν ὑβρίζηται, χαίρει· κἂν θλίβηται, εὐχαριστεῖ· τοὺς ὀργιζομένους πραΰνει ἐν ἀγάπῃ· ἐπιπλησσόμενος, στερεὸς μένει. Ἐν μάχῃ γαληνιᾷ· ἐν ἐπιταγῇ ἀγαλλιᾶται· ἐν ὑπερηφανίᾳ οὐ κνίζεται· ἐν ταῖς ταπεινώσεσι χαίρει· ἐν κατορθώμασιν οὐχ ὑψοῦται, οὐ γαυριᾷ. Πρὸς πάντας ἡσυχίαν ἄγει· ἐν πάσῃ ὑποταγῇ δεδούλωται· πρὸς πᾶν ἔργον ἕτοιμος ὑπάρχει· ἐν πᾶσιν εὐδοκιμεῖ· παρὰ πάντων ἐπαινεῖται· πρὸς πᾶν ἐκτός, καὶ ὑποκρίσεως μακρὰν ὑπάρχει. Ὁ τοιοῦτος δόλῳ οὐ δεδούλωται καὶ φθόνῳ οὐχ ὑποτάσσεται· λοιδορίας ἀποστρέφεται, καταλαλιὰν οὐ παραδέχεται· τοὺς ψέγοντας μισεῖ καὶ τοὺς καταλαλοῦντας ἀποστρέφεται.

Ὤ, μακάριος πλοῦτος ἡ πρᾳότης! Ὅτι παρὰ πάντων δοξάζεται.