Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ κακιῶν

Ἐφραίμ ὁ Σύρος

Υπακοή και ανυποταξία

Έπαινος της πνευματικής υπακοής και των καρπών της, με παράλληλη καταδίκη της ανυπακοής και του γογγυσμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 8

Ιϛʹ Περὶ ὑπακοῆς Μακάριος ὃς ἐκτήσατο καὶ ἔσχεν ὑπακοὴν ἀληθῆ καὶ ἀνυπόκριτον, ὅτι ὁ τοιοῦτος μιμητής ἐστι τοῦ ἀγαθοῦ ἡμῶν Διδασκάλου, ὃς ὑπήκοος γέγονε μέχρι θανάτου. Ὄντως οὖν ὁ ἔχων ὑπακοὴν μακάριος, ὅτι τοῦ Κυρίου μιμητὴς ὑπάρχων συγκληρονόμος αὐτοῦ γίνεται. Ὁ ἔχων ὑπακοὴν πρὸς πάντας τῇ ἀγάπῃ ἥνωται.

Ὁ ἔχων ὑπακοὴν μέγα κτῆμα ἐκτήσατο, μέγαν πλοῦτον ἐκτήσατο. Ὁ ὑπήκοος πᾶσιν εὐάρεστος· ὑπὸ πάντων ἐπαινεῖται, ὑπὸ πάντων δοξάζεται. Ὁ ὑπήκοος ἐν τάχει ὑψοῦται καὶ ἐν τάχει ἐν προκοπαῖς ἔσται. Ὁ ὑπήκοος ὑποτάσσεται, καὶ οὐκ ἀντιλέγει· κελεύεται, καὶ οὐ διαστρέφει· ἐπιτιμᾶται, καὶ οὐκ ὀργίζεται· πρὸς πᾶν ἔργον ἀγαθὸν ἕτοιμός ἐστι. Τῇ ὀξυχολίᾳ ῥᾳδίως οὐχ ἁλίσκεται. Ἐὰν ἀκούσῃ ἐπίπληξιν, οὐ ταράσσεται, καὶ ἐν ὕβρεσιν οὐκ ἐξάπτεται. Ἐν λύπαις χαίρει, ἐν θλίψεσιν εὐχαριστεῖ. Τόπον ἐκ τόπου οὐ μεθίσταται, καὶ ἀπὸ μονῆς εἰς μονὴν οὐ μετέρχεται.

Νουθετούμενος οὐ πτύρεται. Ἐν ᾧ ἐκλήθη τόπῳ ὑπομένει, καὶ τῇ ἀκηδίᾳ οὐ κατέχεται. Τὸν πατέρα οὐκ εὐτελίζει, καὶ ἀδελφὸν οὐ σμικρύνει. Τὴν οἴκησιν τοῦ μοναστηρίου οὐ περικάμπτει. Ἀναπαύσεσιν οὐ χαίρει, οὐχ ἥδεται τόποις, καὶ ἀέρι οὐ τέρπεται· ἀλλὰ καὶ κατὰ τὸν ἅγιον Ἀπόστολον, ἐν ᾧ ἐκλήθη τόπῳ, ἐν τούτῳ καὶ μένει. Πολλοὶ οὖν ὡς ἀληθῶς οἱ καρποὶ τῆς ὑπακοῆς· διὸ μακάριος ὁ κτησάμενος αὐτήν.

ΙΖʹ Περὶ ἀνυποταξίας καὶ γογγυσμοῦ Ἐπικατάρατος δὲ καὶ ταλαίπωρος, ὃς ὑπακοὴν οὐκ ἐκτήσατο, ἀλλὰ γογγυσμόν· ὁ γὰρ γογγυσμὸς ἐν μοναστηρίῳ πληγὴ μεγάλη ἐστί, σκάνδαλον τῷ κοινῷ, ἀνατροπὴ ἀγάπης, ὁμονοίας διασκεδασμός, τάραχος τῆς εἰρήνης. Ὁ γόγγυσος ἐπιτασσόμενος ἀντιλέγει· ἐν ἔργῳ ἐστὶν ἀχρήσιμος, οὐδέποτε χάριν ἔχει ὁ τοιοῦτος. Ὁ αὐτὸς γάρ ἐστι καὶ ὀκνηρός, ἡ γὰρ ὀκνηρία τῷ γογγυσμῷ συνέζευκται.

Πᾶς οὖν ὀκνηρὸς ἐμπεσεῖται εἰς κακά, ἡ ἱερὰ Γραφὴ εἴρηκεν. Ὀκνηρὸς γάρ, φησίν, ἀποστελλόμενος εἰς ὁδόν, λέγει, λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί. Ὁ γόγγυσος πάντοτε προφασίζεται. Ἐὰν ἐπιταχθῇ ἔργον ποιῆσαι, γογγύζει καὶ εὐθέως διαστρέφει καὶ ἄλλους. Καί, εἰς τί τοῦτο; Καί, ἵνα τί ἐκεῖνο; Καί, οὐκ ἔστι, φησί, τόδε τὸ πρᾶγμα συμφέρον. Ἐὰν ἀποσταλῇ εἰς ὁδόν, μεγάλας βλάβας φάσκει ὑφίστασθαι ἐκ τῆς ὁδοῦ. Ἐὰν εἰς ψαλμῳδίαν αὐτὸν διεγείρωσι, θυμοῦται. Ἐὰν εἰς ἀγρυπνίαν, τὸν στόμαχον καὶ τὴν κεφαλὴν προβάλλεται ἠλγηκέναι. Ἐὰν αὐτὸν νουθετῇς, σεαυτόν, φησί, νουθέτει καὶ περὶ ἐμοῦ, ὡς θέλει ὁ Θεός. Ἐὰν αὐτὸν διδάσκῃς τι, εἴθε, φησί, καὶ σὺ οἶδας, ὥσπερ ἐγὼ ἐπίσταμαι.

Οὐδέποτε ποιεῖ ἔργον μόνος, ἐὰν μὴ καὶ ἕτερον συνεπισπάσηται. Τοῦ γογγύζοντος πᾶν ἔργον ἀδόκιμον καὶ ἄχρηστον καὶ πάσῃ ἀρετῇ ἀνεπιτήδειον. Ὁ γόγγυσος ἐν ἀναπαύσει χαίρει, καὶ ἐν κακουχίᾳ οὐ τέρπεται. Ὁ γόγγυσος τραπέζαις ἥδεται, καὶ ἐν νηστείαις βδελύσσεται. Ὁ γόγγυσος καὶ ὀκνηρός, καὶ ψιθυρίζειν οἶδε καὶ λόγους τεκταίνειν ἐπίσταται. Ὁ τοιοῦτος πολύτροπος καὶ πολύτεχνος ὑπάρχει, καὶ ἐν πολυλογίαις ἀήττητος. Ὁ τοιοῦτος πάντοτε ἄλλον ἄλλῳ ἐνδιαβάλλει.

Ὁ γόγγυσος ἐν εὐποιΐαις σκυθρωπός ἐστι, καὶ ἐν ὑποδοχῇ ξένων ἀνεπιτήδειος. Ἐν ἀγάπῃ ὑποκριτής, καὶ ἐν μίσει ἀνδρεῖος. Διό, ἀδελφοί, μὴ γογγύζωμεν ἐν ταῖς ἐπιταγαῖς· μηδὲ ἀντιρρητορεύωμεν ἢ δικαιολογῶμεν, ὥς τι πλέον ἐπιστάμενοι.