Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ κακιῶν

Ἐφραίμ ὁ Σύρος

Φθόνος, ζηλοτυπία και λοιδορία

Προτροπή για απαλλαγή από τον φθόνο και τη ζηλοτυπία, και αυστηρή κριτική στην τάση για κατάκριση και λοιδορία των αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 8

ΙΗʹ Περὶ τοῦ μὴ ἔχειν φθόνον ἢ ζῆλον Μακάριος ὃς φθόνῳ καὶ ζήλῳ οὐχ ὑπετάγη· ὁ ζῆλος γὰρ καὶ ὁ φθόνος ἀλλήλοις ἐκκρέμανται· καὶ ὁ ἔχων ἓν τούτων, τὰ συναμφότερα ἔχει. Μακάριος οὖν ὡς ἀληθῶς, ὃς οὐ κατέπεσεν ἐν τούτοις, οὐδὲ ἐτρώθη ἐξ ἑνὸς τούτων. Ὁ ζηλῶν γὰρ τὸν ἀδελφὸν αὐτοῦ ἐπ᾽ ἀδικίᾳ, σὺν τῷ Διαβόλῳ κατακρίνεται. Ὁ ζηλῶν ἡττημένος ἐστίν, ἔχει καὶ τὸ μῖσος, ἔχει καὶ τὴν ἔχθραν, καὶ ἐπὶ προκοπῇ ἑτέρων ἄχθεται. Ὁ δὲ μὴ ἔχων φθόνον ἢ ζῆλον οὐδέποτε ἐπὶ προκοπῇ ἑτέρων λυπεῖται. Ἄλλου τιμωμένου, αὐτὸς οὐ ταράσσεται· ἑτέρου ὑψουμένου, αὐτὸς οὐκ ἀδημονεῖ· πάντας γὰρ προηγεῖται· πάντας προτιμᾷ ἑαυτοῦ. Ἑαυτὸν ἀνάξιον, καὶ πάντων ἔσχατον ἡγεῖται. Πάντας ἡγεῖται μείζονας καὶ πάντας βελτίους ἑαυτοῦ. τιμὴν οὐκ ἐπισπᾶται ὁ ἄφθονος. Τοῖς χαίρουσι συγχαίρει. Κλέος οὐδέποτε περιτίθησιν ἑαυτῷ. Προκόπτουσι συνεπαμύνει. Τοῖς καλῶς βαδίζουσι συναγάλλεται καὶ τοὺς ὀρθῶς βιοῦντας ἐπαινεῖ. Ἐὰν ἀδελφὸν ἴδῃ κατορθοῦντα, οὐκ ἐμποδίζει, ἀλλὰ παραινεῖ τὸν τοιοῦτον ταῖς παραινέσεσιν. Ἐὰν ἄλλον ἴδῃ ἐν ἀνανεύσει, οὐκ ἐνδιαβάλλει, ἀλλὰ συνᾴδει. Ἐὰν ἴδῃ ἀδελφὸν ἐν σφάλμασιν, οὐ διασύρει, ἀλλ᾽ ὀρθῶς πραΰνει. Ἐὰν ἴδῃ ὀργιζόμενον, οὐκ ἐπιταράσσει, ἀλλ᾽ ἐν ἀγάπῃ τοῦτον καταστέλλει, τῇ εἰρήνῃ συμβιβάζων. Ἐὰν ἴδῃ λυπούμενον, οὐ παρορᾷ, ἀλλὰ τούτῳ συναλγεῖ καὶ παρακαλεῖ λόγοις ὠφελείας.

Ἐὰν ἴδῃ ἀμαθῆ ἢ ἰδιώτην, σπεύδει τοῦτον διδάξαι καὶ συμβιβάσαι ἐπὶ τὸ συμφέρον. Ἐὰν ἴδῃ ἀγνοοῦντα, ἀφθόνως ὁδηγεῖ ἐπὶ τὸ κρεῖττον. Ἐὰν δὲ ἴδῃ καθεύδοντα ἐν καιρῷ τῆς ψαλμῳδίας, σπουδαίως τοῦτον διυπνίζει. Καὶ ἁπλῶς εἰπεῖν· ὁ ἄφθονος καὶ ἐκτὸς ζήλου ὑπάρχων, ἐν οὐδενὶ πράγματι ἀντικοτεῖ τῷ πλησίον· ἀλλ᾽ ἐν πάσῃ προκοπῇ καὶ ἀνδραγαθίᾳ τοῦ ἑταίρου χαίρει ὁ ἄφθονος.

ΙΘʹ Περὶ φθόνου καὶ ζήλου Ὁ δὲ ἐν τούτοις ἑαυτὸν κατατιτρώσκων ταλαίπωρος· συμμέτοχος γάρ ἐστι τοῦ Διαβόλου, δι᾽ οὗ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ὁ γὰρ ἔχων τὸν φθόνον καὶ τὸν ζῆλον πᾶσίν ἐστιν ἀντικείμενος· ἑαυτοῦ γὰρ ἄλλον οὐ θέλει προτιμᾶσθαι.

Τοὺς εὐδοκιμοῦντας σμικρύνει, καὶ τοῖς καλῶς βαδίζουσι σκάνδαλα τίθησι. Τοὺς ὀρθῶς βιοῦντας ψέγει, καὶ τὸν εὐλαβῆ βδελύσσεται. Τὸν νηστεύοντα κενόδοξον ἀποκαλεῖ, καὶ τὸν σπουδαῖον ἐν ψαλμῳδίᾳ φιλενδείκτην. Τὸν πρόχειρον ἐν τῇ ὑπηρεσίᾳ λιμβόν, καὶ τὸν διεγηγερμένον ἐν τοῖς ἔργοις φιλόδοξον. Τὸν φιλόπονον ἐν ταῖς Γραφαῖς ἀεργόν, καὶ τὸν δόκιμον ἐν ταῖς ἀποκρίσεσι γαστρίμαργον.

Οὐδέποτε χαίρει ὁ φθονερὸς ἐπὶ προκοπῇ ἑτέρου. Ἐὰν ἴδῃ ἀμελοῦντα, οὐ διεγείρει, ἀλλὰ μᾶλλον προτρέπεται ἐπὶ τῷ κακῷ. Ὅταν ἴδῃ καθεύδοντα ἐν τῷ καιρῷ τῆς προσευχῆς, οὐ διυπνίζει, ἀλλὰ μᾶλλον καὶ ἡσυχίαν παρέχει. Ἐὰν ἴδῃ ἀδελφὸν ἀναπαυόμενον, ἐνδιαβάλλει. Ἐὰν ἴδῃ ἐν παραπτώματι, ἐπὶ πάντων αὐτὸν διασύρει. Ὢ ἀπὸ τοῦ φθονοῦντος· ὅτι πάντοτε ἡ καρδία αὐτοῦ ἐν λύπαις ἀσθενεῖ, καὶ τὸ σῶμα ἐν ὠχρότητι φθείρεται, καὶ ἡ δύναμις αὐτοῦ φθίνει· καὶ πρὸς πάντας ἐστὶ πικρός, καὶ πάντων ἐχθρὸς τυγχάνει· καὶ πάντας ὑποκρίνεται, καὶ δόλον τεκταίνει, καὶ πρόσωπα λαμβάνει. Σήμερον τούτῳ συντίθεται καὶ αὔριον τῷ ἑτέρῳ· καὶ πρὸς πάντας ἀλλοιοῦται, καὶ πρὸς τὴν ἑκάστου θέλησιν μεταβάλλεται, καὶ μετὰ μικρὸν καταγινώσκει πάντων. Καὶ τοῦτον ἐπὶ τούτῳ διασύρει, καὶ ἕκαστον ἑκάστῳ καταδεσμεύει. Δεινὸν οὖν φάρμακον ὁ φθόνος καὶ ὁ ζῆλος, ὅτι καταλαλιὰ καὶ μῖσος ἐκ τούτων γεννᾶται καὶ φόνοι. Μακρὰν οὖν φεύγετε ἀπὸ τοῦ φθόνου, οἱ τῆς οὐρανίου πολιτείας στρατιῶται. Μακρὰν ποιήσατε ἀφ᾽ ὑμῶν τὸν ζῆλον καὶ τὸν φθόνον, ἵνα μὴ σὺν τῷ Διαβόλῳ κατακριθῆτε.

Κʹ Περὶ τοῦ μὴ εἶναι λοίδορον Μακάριος καὶ τρισμακάριος ὁ τὴν γλῶσσαν αὐτοῦ μὴ βλάψας ἐν λοιδορίαις ἑτέρων, καὶ διὰ τῆς γλώσσης τὴν καρδίαν σπιλώσας, ἀλλὰ—συνεὶς ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις—καὶ ἐπὶ λοιδορίᾳ ἑτέρων οὐχ ἡδύνθη, ἀλλὰ προσώχθισε τῷ τοιούτῳ πάθει. Ὁ γὰρ μὴ λοιδορῶν τὸν ἕτερον, ἑαυτὸν ἐφύλαξεν ἄμωμον. Τῷ τοιούτῳ πρόσκομμα οὐκ ἐγένετο καὶ ἡ συνείδησις αὐτοῦ οὐκ ἐμολύνθη. Ὁ φεύγων τὸ λοίδορον πνεῦμα ἐφύλαξεν αὑτὸν ἀπὸ συνοχῆς κακῶν, καὶ ἐνίκησε φάλαγγα δαιμόνων. Ὁ μὴ κτησάμενος λοίδορον γλῶσσαν ἐκτήσατο θησαυρὸν ἄσυλον.

Ὁ μὴ καμφθεὶς ἐπὶ λοιδορίᾳ ἑτέρων, οὗτος ἀδελφοκτονίαν ἐξέφυγε, καὶ ὑπὸ ἑτέρων οὐ λοιδορηθήσεται. Ὁ μὴ ἁλοὺς πνεύματι λοιδορίας, οὗτος ἀληθῶς ἔγνω ἑαυτὸν ἄνθρωπον ὄντα σάρκινον, καὶ ἑαυτὸν ἐφύλαξεν ἀκηλίδωτον. Ὁ μὴ συνεδριάζων μετὰ λοιδόρων, οὗτος μετὰ Ἀγγέλων αὐλισθήσεται. Ὁ μὴ φαρμακωθεὶς τὰ ὦτα καὶ τὴν γλῶσσαν τῇ λοιδορίᾳ, ὁ τοιοῦτος τῷ φαρμάκῳ τῆς ἀγάπης ἐστὶ πεπληρωμένος. Ὁ μὴ μολύνων τὸ στόμα αὑτοῦ ταῖς λοιδορίαις, τούτου τὸ στόμα εὐωδιάζει τοὺς καρποὺς τοῦ Ἁγίου Πνεύματος. Μακάριος οὖν ἀληθῶς καὶ πάλιν μακάριος, ὁ φυλάξας ἑαυτὸν ἀπὸ τῆς λοιδορίας.

ΚΑʹ Περὶ λοιδορίας καὶ λοιδόρων Ὁ ἐπὶ λοιδορίᾳ ἑτέρων ἡδόμενος, οὗτος φανερός ἐστιν, ὅτι ἐν οἷς λοιδορεῖ, ἑαυτὸν ἑάλωκεν. Ὁ γὰρ λοιδορῶν τὸν ἕτερον ἑαυτὸν κατακρίνει· σαρκικὸς γάρ ἐστιν ἐν τοῖς τοῦ κόσμου δικτύοις συμπλεκόμενος. Ὁ λοίδορος ἔχει τὰ συναμφότερα· καὶ καταλαλιὰν καὶ μῖσος καὶ ψιθυρισμόν. Ὁ τοιοῦτος οὖν ἀδελφοκτόνος κρίνεται καὶ ἄσπλαχνος καὶ ἀνελεήμων. Ὁ δὲ ἔχων τὸν φόβον τοῦ Θεοῦ πάντοτε μεθ᾽ ἑαυτοῦ καὶ τὴν καρδίαν αὐτοῦ καθαράν, ἐπὶ λοιδορίαις οὐ χαίρει ἑτέρων, ἐπὶ ἀλλοτρίοις κρυπτοῖς οὐχ ἥδεται, ἐπὶ πτώσει ἑτέρων οὐκ ἀναπαύεται. Θρήνου οὖν ἄξιος ἀληθῶς καὶ πένθους ὁ ἑαυτὸν ἐθίσας ἐν λοιδορίαις. Καὶ τί τούτου τοῦ μίσους ἀνώτερον; Ὅθεν καὶ ὁ ἅγιος Ἀπόστολος ἀπαγορεύων τὰ τῆς ἀτοπίας ἔργα, συναριθμεῖ καὶ τὸν λοίδορον· οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσι.