Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ κακιῶν
Εγκράτεια και ακρασία
Ανάπτυξη των διαφόρων μορφών εγκράτειας στις αισθήσεις και τους λογισμούς, και περιγραφή των συνεπειών του ακρατούς και φιλήδονου βίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκράτεια και ακρασία
Ανάπτυξη των διαφόρων μορφών εγκράτειας στις αισθήσεις και τους λογισμούς, και περιγραφή των συνεπειών του ακρατούς και φιλήδονου βίου.
ΚΒʹ Περὶ ἐγκρατείας Μακάριος ἀληθῶς καὶ τρισμακάριος ὁ ἐγκράτειαν φυλάξας, ὅτι ὄντως μεγάλη ἀρετὴ ἡ ἐγκράτεια. Ἀλλ᾽ ἀκούσατε μέχρι τίνος καὶ ἕως πόσου καὶ ἐπὶ τίνων ἡ ἐγκράτεια λέγεται ἢ κρίνεται ἢ ζητεῖται. Ἔστιν οὖν ἐγκράτεια ἐπὶ γλώσσης τὸ μὴ λόγοις πλείοσι καὶ κενοῖς ἐξέλκεσθαι, τὸ κρατεῖν γλώσσης καὶ μὴ λοιδορεῖν, τὸ μὴ ὑβρίζειν, τὸ μὴ καταρᾶσθαι, τὸ μὴ ἀργολογεῖν τὰ μὴ καθήκοντα, τὸ κρατεῖν γλώσσης καὶ μὴ ἐνδιαβάλλειν ἕνα τῷ ἑνί, μὴ ψέγειν ἀδελφόν, τὸ μὴ ἀποκαλύπτειν μυστήρια, τὸ μὴ μελετᾶν τὰ μὴ ἴδια. Ἐγκράτειά ἐστι καὶ ἐπὶ ἀκοῆς, τὸ κρατεῖν καὶ μὴ κατακροᾶσθαι ἀπὸ ἀκοῆς ματαίας. Ἐγκράτεια καὶ ἐπὶ ὀφθαλμῶν, τὸ κρατεῖν ὁράσεως καὶ μὴ ἐνατενίζειν ἢ καταμανθάνειν ἐν πᾶσι τερπνοῖς, καὶ οἷς οὐ πρέπει. Ἐγκράτεια ἐπὶ θυμοῦ, τὸ κρατεῖν ὀργῆς καὶ μὴ ταχέως ἐξάπτεσθαι. Ἐγκράτεια ἐπὶ δόξης, τὸ κρατεῖν φρενῶν καὶ μὴ θέλειν δοξάζεσθαι, τὸ μὴ ζητεῖν δόξαν, τὸ μὴ ὑψοῦσθαι, τὸ μὴ ζητεῖν τιμὴν καὶ φυσιοῦσθαι, τὸ μὴ φαντάζεσθαι ἐπαίνοις. Ἐγκράτειά ἐστι λογισμῶν, καὶ τούτους κολάζειν τῷ φόβῳ τοῦ Θεοῦ, τὸ μὴ συγκατατίθεσθαι ἢ ἐνηδύνεσθαι λογισμῷ θέλγοντι καὶ ἐξάπτοντι.
Ἐγκράτεια ἐπὶ βρωμάτων, τὸ κρατεῖν καὶ μὴ ἐπιζητεῖν βρώματα ὑπέρογκα ἢ ἐδέσματα πολύτιμα, τὸ μὴ παρὰ καιρὸν ἢ παρὰ τὴν ὥραν ἐσθίειν, τὸ μὴ ἐνέχεσθαι τῷ πνεύματι τῆς γαστριμαργίας, τὸ μὴ ἀπληστεύεσθαι ἐν κάλλει βρωμάτων, τὸ μὴ ὀρέγεσθαι ἄλλου καὶ ἄλλου βρώματος. Ἐγκράτεια ἐπὶ πόματος, τὸ κρατεῖν καὶ μὴ συμπίπτειν ἐν οἰνοποσίαις ἢ ἡδύτησιν οἴνων, τὸ μὴ ἀδεῶς οἰνοποτεῖν, τὸ μὴ ἐπιζητεῖν διαφορὰν πόματος καὶ κατεσκευασμένων συγκερασμάτων ἡδονάς, τὸ μὴ ἀμέτρως χρᾶσθαι οὐ μόνον τῷ οἴνῳ, ἀλλ᾽ ἢ δυνατὸν καὶ τῷ ὕδατι.
Ἐγκράτεια ἐπὶ ἐπιθυμίας καὶ ἡδονῆς πονηρᾶς, τὸ κρατεῖν τῆς αἰσθήσεως καὶ μὴ συγκαταπίπτειν ταῖς συμβαινούσαις ἐπιθυμίαις, τὸ μὴ κατατίθεσθαι τοῖς λογισμοῖς ἡδυπάθειαν ὑποβάλλουσι, τὸ μὴ ἡδύνεσθαι ὡς ἅτε δὴ πράσσων τὸ μύσος, τὸ μὴ ποιεῖν τὸ θέλημα τῆς σαρκός, ἀλλὰ χαλινοῦν τῷ φόβῳ τοῦ Θεοῦ τὰ πάθη.
Ὁ γὰρ ἀληθῶς ἐγκρατὴς ἐκεῖνός ἐστιν ὁ ἔχων ἐπιθυμίαν τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν, καὶ πρὸς αὐτὰ ἀτενίζων τῷ νῷ ταύτην ἀποστρέφεται τὴν ἐπιθυμίαν. Τὴν συνουσίαν βδελύσσεται, ὡς σκιάν τινα οὖσαν· προσώποις θηλειῶν οὐ χαίρει· σώμασιν οὐ τέρπεται· κάλλεσιν οὐ συμπίπτει· πνοαῖς ἡδίσταις οὐχ ἡδύνεται· λόγοις κολακείας οὐ δελεάζεται. Μετὰ θηλειῶν, καὶ μάλιστα ἀσέμνων, οὐκ ἐνδελεχίζει· ἐν ὁμιλίαις γυναικῶν οὐκ ἐγχρονίζει. Ὁ ἀληθὴς ἀνδρεῖος καὶ ἐγκρατὴς καὶ ἑαυτὸν τηρῶν εἰς ἐκείνην τὴν ἄμετρον ἀνάπαυσιν, ἐπὶ παντὸς λογισμοῦ ἐγκρατεύεται, ἐπὶ πάσης ἐπιθυμίας κρατεῖ ἐπιθυμίᾳ τοῦ κρείττονος καὶ φόβῳ τοῦ μέλλοντος αἰῶνος.
ΚΓʹ Περὶ ἀκρασίας Ὁ δὲ ἀκρατὴς καὶ μὴ ἐγκράτειαν ἔχων, ἐν παντὶ ἀτοπήματι ῥᾳδίως ἁλίσκεται· ὁ ἀκρατὴς δέ ἐστι καὶ φιλήδονος. Ὁ ἀκρατὴς ἐπὶ λόγοις πολλοῖς καὶ κενοῖς ἥδεται· ἐπὶ ἀργολογίαις καὶ εὐτραπελίαις τέρπεται· καὶ ἐπὶ ἡδονῇ βρωμάτων τέρπεται. Ἐπὶ πολυφαγίᾳ καὶ πολυποσίᾳ ἀνδρίζεται, ἐπὶ τῇ ματαίᾳ ἡδονῇ ἐκκαίεται. Τοῖς ἀκαθάρτοις λογισμοῖς συγκατατίθεται. Τῇ ἡδονῇ μωραίνεται· ἐπὶ δόξῃ ὀρέγεται, ἐπὶ τιμῇ φαντάζεται, ὡς ἅτε δὴ ἐγχειρισθείς. Ἐν συντυχίαις γυναικῶν φαιδρύνεται· ἐν κάλλεσι συμπίπτει· ἐν χρόαις σωμάτων τροφοδυνεῖται· ἐπὶ εὐποιΐαις μαγεύεται· ἐν ὁμιλίαις θηλειῶν καὶ γελωτοποιῶν προστέτηχεν· ἐν μνήμαις ὄψεων φαντάζεται· μνήμῃ κρατεῖται· ἀναζωγραφεῖ ἐν τῇ διανοίᾳ πρόσωπα θηλειῶν, ψηλαφήσεις χειρῶν, περιλήψεις σωμάτων, συμπλοκὰς μελῶν, λόγους ἐμπαθεῖς, γέλωτας θελγοποιούς, νεύματα ὀφθαλμῶν, στολισμὸν ἱματίων, χρόας σωμάτων, λαλιὰς κολακευτικάς, χειλέων συνολκήν, σώματος ἡδύτητα, ἐνοπτρισμοὺς κινημάτων, ὥρας καὶ τόπους συνομιλιῶν, καὶ πάντα ὅσα ἐστὶ πρὸς ἡδονὴν φέροντα. Ταῦτα ὁ φιλήδονος καὶ μὴ ὢν ἐγκρατὴς ἀναζωγραφεῖ τῇ διανοίᾳ, τοῖς λογισμοῖς συντιθέμενος.
Ὁ τοιοῦτος ἐὰν ἴδῃ γραφὴν περὶ σωφροσύνης ἀναγινωσκομένην, σκυθρωπάζει. Ἐὰν ἴδῃ σύλλογον πατέρων ὠφέλιμον, ἐκκλίνει καὶ ἀποδοκιμάζει. Ἐὰν ἴδῃ αὐστηρότητα πατέρων, ἀηδίζεται. Ἐὰν περὶ νηστείας ἀκούσῃ, ταράσσεται. Ἐν συλλόγῳ ἀδελφῶν οὐ τέρπεται. Ἐὰν ἴδῃ θηλείας, φαιδρύνεται· συντρέχει ἄνω καὶ κάτω τὰς ὑπηρεσίας γενέσθαι. Τότε καὶ εἰς τὸ ψάλλειν εὔτονος εὑρίσκεται· εὔτονος εἰς τὸ εὐτραπελεῦσαι, εἰς τὸ γελοιᾶσαι, πῶς ἵνα ἡδύνῃ ἑαυτόν, καὶ ὡραῖον καὶ τερπνὸν ἀποδεῖξαι ταῖς παρατυχούσαις γυναιξίν. Ἐν ἡσυχίαις στυγνὸς καὶ ἀσθενὴς ὑπάρχει.
Ἄθλιος οὖν καὶ ταλαίπωρος ὁ μὴ ἔχων ἐγκράτειαν κατὰ παντὸς τρόπου καὶ πράγματος. Διό, ἀδελφοί, ἀκούσαντες τῆς ἐγκρατείας τοὺς καρποὺς καὶ τῆς ἀκρασίας τὰ δράγματα, φύγωμεν ἀπ᾽ αὐτῆς καὶ κολληθῶμεν τῇ ἐγκρατείᾳ· μεγάλη γὰρ τῆς ἐγκρατείας ἡ μισθαποδοσία, καὶ οὐκ ἔστι περασμὸς τῆς μεγαλειότητος αὐτῆς. Μακάριος οὖν ὄντως ἀληθῶς ὁ κτησάμενος ἐγκράτειαν. Μακάριος ὁ ἐν πάσῃ ἀρετῇ ἑαυτὸν ῥυθμίσας καὶ ἐν ἔργοις δικαιοσύνης ἐκλάμψαι σπουδάσας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.