Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ κακιῶν

Ἐφραίμ ὁ Σύρος

Εισαγωγικός λόγος και μακαρισμοί

Εισαγωγή στο έργο με μακαρισμούς προς τους πιστούς αδελφούς και έκφραση ταπεινοφροσύνης από τον συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 8

Αʹ Περὶ ἀρετῶν καὶ κακιῶν λόγος Μακαρίζω τὴν ὑμῶν ζωήν, ὦ φιλόχριστοι, ὅτι εὐπαρρησίαστός ἐστι, καὶ ταλανίζω τὸν ἐμὸν βίον, ὅτι ἄχρηστος ὑπάρχει. Μακαρίζω ὑμᾶς, ὦ γνήσιοι, ὅτι ὀρθῇ πολιτείᾳ φίλους ἑαυτοὺς ἐποιήσατε τῷ Θεῷ καὶ τοῖς ἀγγέλοις. Τίς δὲ περὶ ἐμοῦ πενθήσει, ὅτι παρώξυνα αὐτὸν διὰ τῶν ἔργων μου τῶν ματαίων;

Μακάριοί ἐστε ὑμεῖς, οἱ κληρονομοῦντες τὸν παράδεισον διὰ τῆς ἁγνῆς ὑμῶν ἀναστροφῆς καὶ τῆς ἀγάπης ὑμῶν τῆς ἀμέτρου. Θαυμάζω γὰρ ὑμᾶς, πῶς οὐκ ὠκνήσατε τοσαύτης ὁδοῦ διανύσαι διάστημα διὰ λυσιτέλειαν ψυχῆς. Τὸ δὲ θαυμαστότερον, ὅτι πρὸς εὐτελῆ καὶ κατακεκριμένον ταῖς ἁμαρτίαις ἤλθετε, παρ᾽ αὐτοῦ αἰτοῦντες τὸν τῆς ὠφελείας λόγον. Θαῦμα ἀληθῶς, πῶς οἱ κεκορεσμένοι πρὸς τὸν λιμῷ τηκόμενον ἤλθετε· πῶς οἱ τῆς δρόσου τῆς πνευματικῆς μετέχοντες πρὸς τὸν ξηραινόμενον τῇ δίψῃ ἤλθετε· πῶς οἱ τὸ γλυκὺ τῶν ἀρετῶν ἔχοντες πρὸς τὸν πεπικραμένον ταῖς ἁμαρτίαις· πῶς οἱ πλούσιοι πρὸς τὸν πένητα· πῶς οἱ σοφοὶ πρὸς τὸν ἰδιώτην· πῶς οἱ καθαροὶ πρὸς τὸν ῥυπαίνοντα· πῶς οἱ ὑγιαίνοντες πρὸς τὸν ἀσθενοῦντα τῇ συνειδήσει· πῶς οἱ εὐαρεστοῦντες πρὸς τὸν παροξύνοντα· πῶς οἱ ἐλεύθεροι πρὸς τὸν αἰχμάλωτον· πῶς οἱ ἐμμελεῖς πρὸς τὸν ἀμελῆ.

Αὐτοὶ γὰρ θαυμάσιοι ὑπάρχετε ταῖς ἀρεταῖς· ἐγὼ δὲ ἄφρων τυγχάνων πτωχεύω. Αὐτοὶ τὴν ἐγκράτειαν ἔχοντες εὐαρεστεῖτε· ἐγὼ δὲ ἀδιαφορῶν κατακρίνομαι. Αὐτοὶ διὰ τῶν καλῶν ἔργων καὶ τῆς ἐνδόξου ἁγνείας εὐωδία τυγχάνετε τοῦ Χριστοῦ· ἐγὼ δὲ διὰ τὴν χαυνότητά μου καὶ ῥᾳθυμίαν ὅλος δυσωδία ὑπάρχω.

Θαῦμα οὖν ἀληθῶς, τοσαύτην ἐμπεριέχοντες ὠφέλειαν πρὸς ἐμὲ ἤλθετε, τὸν μήτε ἐμαυτῷ χρησιμεύοντα. Εἰκότως οὖν ἐποιήσατε, φιλόχριστοι, βουλόμενοι τὴν ἐμὴν χαυνότητα στηρίξαι καὶ τὴν ῥᾴθυμόν μου ψυχὴν ἐμμελῆ ἀπεργάσασθαι καὶ τὴν ὀλιγωρίαν μου στηρίξαι καὶ δυναμῶσαι. Τέλειοι γὰρ ὑπάρχοντες, οὐδὲν λείπεσθε. Ἐπειδὴ δὲ τῇ ταπεινοφροσύνῃ χρησάμενοι παρ᾽ ἐμοῦ τοῦ εὐτελοῦς λόγον ὠφελείας ἐπιζητεῖτε, καὶ τὸν βίον μου διελέγξαι θέλοντες τοῦτό μοι ἐκελεύσατε, διὰ τὸν τῆς ὑπακοῆς καρπὸν λαλήσω· αἰσχύνομαι δέ. Ἐὰν ἄρξωμαι ὑμῖν συμβουλεύειν, ἐμαυτὸν κατακρίνω· καὶ ἐὰν ἄρξωμαι ἑτέρους διελέγχειν, ἐμαυτοῦ κατηγορῶ. Εἰκότως γὰρ κἀμοὶ ῥηθήσεται τὸ τοῦ Σωτῆρος λόγιον· Ἰατρέ, θεράπευσον σεαυτόν. Ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ Κύριος καὶ Σωτὴρ τῶν ἁπάντων εἴρηκε· πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.

Διὸ εἰ καὶ ἐγὼ ἀκάθαρτος τυγχάνω, ἀλλὰ ὀρθῶς συμβουλεύειν ἐπίσταμαι. Ὅθεν ἀποβλέψας εἰς τὴν ἀγγελικὴν ταύτην πολιτείαν, ἐμακάρισα ἕκαστον αὐτῆς πλεονέκτημα. Τίς γὰρ οὐ μακαρίσει τὸν ὀρθῶς καὶ εὐαρέστως βιοῦντα καὶ ἐν ἁγνείᾳ ἀναστρεφόμενον, διὰ τὰ ἐναποκείμενα ἄπειρα καὶ ἄμετρα ἀγαθά; Καὶ τίς οὐ πενθήσει τὸν ἀμελῶς βιοῦντα καὶ δι᾽ οἰκτρὸν πρᾶγμα ἔξωθεν ὄντα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ δι᾽ ἀδιαφορίαν ἐκβαλλόμενον τοῦ νυμφῶνος ἐκείνου;