Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ κακιῶν
Μέλλουσα κρίση και τελικές προτροπές
Προειδοποίηση για το φοβερό κριτήριο, επισήμανση της πνευματικής ζημίας από τα καθημερινά αμαρτήματα και καταληκτήρια δοξολογία με αυτομεμψία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μέλλουσα κρίση και τελικές προτροπές
Προειδοποίηση για το φοβερό κριτήριο, επισήμανση της πνευματικής ζημίας από τα καθημερινά αμαρτήματα και καταληκτήρια δοξολογία με αυτομεμψία.
Καὶ μακάριος, ὃς οὐκ ἐποίησε κρυπτὸν τὸ μὴ ἀρέσκον Θεῷ, ἀλλὰ πάσῃ ἀληθείᾳ ἐδούλευσε καὶ πᾶσαι αἱ πράξεις αὐτοῦ ἐν φωτὶ ἐγένοντο, καὶ ὃς οὐκ ηὐθέτησε παντὶ λογισμῷ συμβουλεύοντι μάταια. Καὶ τί ποιήσω ἐγὼ πᾶσαν ἀρετὴν ἐπαινέσας, καὶ οὐδὲ ἐν μιᾷ αὐτῶν ἀναστραφείς, ἀλλ᾽ ἐν πᾶσι κακοῖς τὰ ἔτη μου δαπανήσας; Καὶ πληροῦται ἐν ἐμοὶ τὸ γεγραμμένον· φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ ἑνὶ τῶν δακτύλων οὐ προσψαύετε. Διὸ παρακαλῶ τὴν πάντων ὑμῶν ἀγάπην, εὐλογημένοι τοῦ Χριστοῦ, καὶ μέτοχοι τοῦ παραδείσου, πάντες σπουδάσατε ἀρέσαι τῷ στρατολογήσαντι ὑμᾶς Χριστῷ, μή τις ὑμῶν ἀποβληθῇ ὡς καταφρονήσας ἢ ἀμελήσας.
Ὅσοι χάριτι Χριστοῦ ὑπὸ ζυγὸν ἄγεσθε, προσέχετε μὴ ποιεῖν τὰ θελήματα τῆς σαρκός, ἵνα μὴ ἀναπολόγητοι εὑρεθῶμεν ἐπὶ τοῦ φρικτοῦ βήματος ἐκείνου· ἐν ᾧ γενήσεται ἡ ἀνταπόδοσις ἑκάστου, εἴτε ἀγαθὸν εἴτε κακόν τις διεπράξατο.
Οὐαὶ δὲ ἐμοὶ τότε, ὅτι ἀπαρρησίαστος μέλλω παρίστασθαι· καὶ τί ποιήσω ἐν τῇ ὥρᾳ τῆς ἀπαραιτήτου ἀνάγκης; Μακάριοι ὅσοι τότε μετὰ παρρησίας παραστήσονται τῷ Κριτῇ· οἵτινες μέλλουσιν ἀπολαμβάνειν τὸν ἅγιον μισθὸν ἐκ χειρὸς Κυρίου.
Οὐαὶ δὲ τοὺς τότε αἰσχυνομένους δι᾽ ἐλάχιστον καὶ μηδαμινὸν πρᾶγμα. Οἷόν τι λέγω· Ποία ἀπολογία τῷ διὰ φιλοδοξίαν ἐγκαλουμένῳ ἢ δι᾽ αὐθάδειαν ἢ διὰ παρακοὴν ἢ δι᾽ ἀνυποταξίαν ἢ γαστριμαργίαν ἢ διὰ προπέτειαν ἢ διὰ πολυλογίαν ἢ δι᾽ ὑπερηφανίαν ἢ δι᾽ αὐθεντίαν ἢ δι᾽ ἀλαζονείαν ἢ διὰ φθόνον ἢ ἔριν ἢ ὀξυχολίαν ἢ διὰ λοιδορίαν ἢ συκοφαντίαν; Ποία ἀπολογία τῷ διὰ ταῦτα τὰ ἐλάχιστα μέλλοντι ἐγκαλεῖσθαι; Ποῖον κέρδος ἢ ποία ἡδονὴ ἐκ τούτου προσγίνεταί σοι; Ποῖον δὲ βάρος ταῦτα φυλάξαι;
Διὸ παρακαλῶ ὑμᾶς, ἀδελφοί, μηδενὶ τούτων τις ὑμῶν κατακριθῇ. Περὶ γὰρ τῶν βαρέων ἁμαρτημάτων εὖ οἶδα κρατεῖν ὑμᾶς· ἀλλὰ τούτων, ὡς ἐλαχίστων, ἕκαστος καταφρονεῖ, νομίζων μὴ εἶναι ἔτασιν τούτων· καὶ διὰ τούτων ἁλίσκει ἡμᾶς ὁ Διάβολος· ποιεῖ γὰρ ἕκαστον ἡμῶν καταφρονεῖν, ὡς μηδαμινῶν.
Ἀλλὰ σπουδάσατε μὴ ἐν τούτοις ἁλίσκεσθαι· ἀλλὰ πάσῃ φυλακῇ τηρήσατε ἑαυτούς, ἵνα σὺν Χριστῷ δοξασθῆτε· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.