Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ παθῶν

Ἐφραίμ ὁ Σύρος

Η διπλή φύση του ανθρώπου και η διάκριση αρετών και παθών

Εισαγωγή στη σύνθεση του ανθρώπου από ψυχή και σώμα, με αναλυτική καταγραφή των αντίστοιχων αρετών και παθών τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Περὶ ἀρετῶν καὶ παθῶν [ψυχικῶν] Ὁ λόγος οὗτος ὠφέλιμος λίαν, καὶ πάσης σοφίας μεστός Ἰστέον ὅτι διπλοῦς ὢν ὁ ἄνθρωπος, ἤγουν ἐκ ψυχῆς συνεστηκὼς καὶ σώματος, διπλᾶς ἔχει καὶ τὰς αἰσθήσεις. Καὶ πέντε μέν εἰσι τῆς ψυχῆς, πέντε δὲ τοῦ σώματος, ἃς καὶ δυνάμεις αὐτῆς οἱ σοφοὶ λέγουσιν. Εἰσὶν αὗται· νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις· αἱ δὲ σωματικαί· ὅρασις, ὄσφρησις, ἀκοή, γεῦσις καὶ ἁφή. Ἔνθεν τοι διπλαῖ τούτων αἱ ἀρεταί, διπλαῖ δὲ καὶ αἱ κακίαι. Ὥστε ἀναγκαιότατόν ἐστιν εἰδέναι σαφῶς πάντα ἄνθρωπον, ποῖαι μέν εἰσι ψυχικαὶ ἀρεταί, ποῖαι δὲ σωματικαὶ [κακίαι]· καὶ ποῖα αὖθις εἰσὶ τὰ ψυχικὰ πάθη, ποῖα δὲ τὰ σωματικά.

〈Ἀρεταὶ ψυχικαί〉 Καὶ ψυχικὰς μὲν ἀρετὰς λέγομεν εἶναι προηγουμένως τὰς γενικωτάτας τέσσαρας ταύτας, αἵτινές εἰσιν, ἀνδρεία, φρόνησις, σωφροσύνη καὶ δικαιοσύνη· καὶ ἐκ τούτων ἀποτικτόμεναι ψυχικαὶ ἀρεταί, πίστις, ἐλπίς, ἀγάπη, προσευχή, ταπείνωσις, πρᾳότης, μακροθυμία, ἀνεξικακία, χρηστότης, ἀοργησία, γνῶσις θεία, τὸ ἄθυμον, τὸ ἁπλοῦν, τὸ ἀτάραχον, τὸ ἀνυπόκριτον, τὸ φιλάληθες καὶ ἐλευθέριον, τὸ ἀκατάκριτον, τὸ ἀκενόδοξον, τὸ ἄτυφον, τὸ ἀνυπερήφανον, τὸ ἄφθονον, τὸ ἄδολον, τὸ ἀφιλάργυρον, τὸ συμπαθές, τὸ ἐλεημονητικόν, τὸ μεταδοτικόν, τὸ αἰδεστικόν, ἡ εὐλάβεια, ἡ τῶν μελλόντων καὶ ἀθανάτων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία.

Ἀρεταὶ σωματικαί Ἀρεταὶ δὲ σωματικαὶ αὗται, μᾶλλον δὲ ἐργαλεῖα ἀρετῶν, ἐν γνώσει κατὰ Θεὸν γινόμεναι, ἔξω τε πάσης ὑποκρίσεως καὶ ἀνθρωπαρεσκείας, εἰς προκοπὴν ταπεινώσεως καὶ ἀπαθείας φέρουσαι τὸν ἄνθρωπον· ἐγκράτεια, νηστεία, πεῖνα, δίψα, ἀγρυπνία, στάσις πάννυχος, κάμψις γονάτων συνεχής, ἀλουσία, μονοχιτωνία, ξηροφαγία, βραδυφαγία, βραχυφαγία, ὑδροποσία, χαμευνία, πτωχεία, ἀκτημοσύνη, τὸ αὐχμηρόν, τὸ ἀκαλλώπιστον, τὸ ἀφίλαυτον, τὸ μεμονωμένον, τὸ ἡσύχιον, τὸ ἀπρόϊτον, τὸ ἐνδεές, τὸ αὔταρκες, τὸ σιωπηλόν, τὸ ταῖς οἰκείαις χερσὶ τὸ ἐργόχειρον μετέρχεσθαι, καὶ πᾶσα κακοπάθεια καὶ ἄσκησις σωματική, ἅπερ ἅπαντα, τοῦ σώματος εὐρωστοῦντος καὶ ὑπὸ τῶν σαρκικῶν παθῶν ὀχλουμένου, ἀναγκαιότατα καὶ ὠφελιμώτατα, ἀσθενοῦντος δὲ καὶ Θεοῦ βοηθείᾳ τούτων περιγενομένου, οὐ τοσοῦτον ἀναγκαῖα, ὡς τῆς ἁγίας ταπεινώσεως καὶ εὐχαριστίας πάντα ἀναπληρούσης. Καὶ περὶ μὲν τῶν σωματικῶν ἀρετῶν ἄλις.

Ψυχικὰ πάθη Ὀφείλομεν οὖν εἰπεῖν καὶ περὶ τῶν ψυχικῶν καὶ σωματικῶν 〈κακιῶν〉, ἤγουν παθῶν. Καὶ ψυχικὰ μὲν πάθη εἰσὶ λήθη, ῥᾳθυμία καὶ ἄγνοια, ὑφ᾽ ὧν, τῶν τριῶν δηλαδὴ τούτων, ὁ ὀφθαλμὸς τῆς ψυχῆς, ἤτοι ὁ νοῦς, σκοτιζόμενος κυριεύεται ὑπὸ πάντων τῶν παθῶν, ἅτινά εἰσιν ἀσέβεια, κακοδοξία, ἤγουν πᾶσα αἵρεσις, βλασφημία, θυμός, ὀργή, πικρία, ὀξυχολία, μισανθρωπία, μνησικακία, καταλαλιά, κατάκρισις, λύπη ἄλογος, φόβος, δειλία, ἔρις, ζῆλος, φθόνος, κενοδοξία, ὑπερηφανία, ὑπόκρισις, ψεῦδος, ἀπιστία, ἀφροσύνη, ἀδιακρισία, σκνιφότης, ἀπληστία, πλεονεξία, φιλοϋλία, προσπάθεια, σχέσις γηΐνων, ἀκηδία, μικροψυχία, ἀχαριστία, γογγυσμός, τύφος, οἴησις, σοβαρότης, ἀλαζονεία, φιλαρχία, ἀνθρωπαρέσκεια, δολιότης, ἀναίδεια, ἀναισθησία, κολακεία, ὑπουλότης, εἰρωνεία, διψυχία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων ἐκ τοῦ παθητικοῦ μέρους καὶ ἡ συνεχὴς τούτων μελέτη, πλάνη λογισμῶν, φιλαυτία ἡ τῶν κακῶν γεννήτρια, καὶ ἡ ῥίζα πάντων τῶν κακῶν καὶ παθῶν φιλαργυρία, κακοήθειά τε καὶ πονηρία.

Σωματικὰ πάθη Σωματικὰ δὲ πάθη, γαστριμαργία, λαιμαργία, τρυφή, μέθη, λαθροφαγία, φιληδονίαι ποικίλαι, πορνεία, μοιχεία, ἀσέλγεια, ἀκαθαρσία, αἱμομιξία, παιδοφθορία, κτηνοβατία, ἐπιθυμίαι κακαὶ καὶ πάντα τὰ παρὰ φύσιν καὶ αἰσχρὰ πάθη· κλεψία, ἱεροσυλία, λῃστεία, φόνος ἐκ φθόνου ἢ ἀλόγου θυμοῦ, ἡ πᾶσα σωματικὴ ἀνάπαυσις καὶ ἀπόλαυσις τῶν θελημάτων τῆς σαρκός, ὑγιαίνοντος μᾶλλον τοῦ σώματος· μαγεῖαι, μαντεῖαι, γοητεῖαι, οἰωνισμοί, κληδονισμοί, φιλοκοσμίαι, περπερεῖαι, βλακεῖαι, καλλωπισμοί, ἐπιτρίμματα προσώπων, ἡ κατάκριτος ἀσέλγεια, 〈ἡ〉 κυβεία, ἡ ἐμπαθὴς τῶν τοῦ κόσμου ἡδέων κατάχρησις, ἡ φιλοσώματος ζωή, ἥτις παχύνουσα τὸν νοῦν γαιώδη καὶ κτηνώδη ἐργάζεται, καὶ οὐδέποτε πρὸς Θεὸν καὶ τὴν τῶν ἀρετῶν ἐργασίαν ἀνανεῦσαι ἐᾷ.