Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῶν καὶ παθῶν

Ἐφραίμ ὁ Σύρος

Η βαρύτητα των ψυχικών παθών και η δημιουργία κατ' εικόνα Θεού

Η σοβαρότητα των ασθενειών της ψυχής έναντι του σώματος, η ετυμολογία της αρετής, η θεολογική ανάλυση του κατ' εικόνα και καθ' ομοίωσιν, και η καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Τοὐναντίον δὲ νοεῖν εἰκὸς καὶ τὰς ψυχικὰς κακίας τῶν σωματικῶν, ἐπί τε ταῖς ἐξ αὐτῶν ἐνεργείαις καὶ τῇ τῶν κολάσεων ἐκτίσει διαφέρειν, κἂν τοὺς πολλοὺς τοῦτο, οὐκ οἶδα, ὅπως λανθάνον διαφεύγει· μέθην μὲν καὶ πορνείαν, μοιχείαν τε καὶ κλοπὴν καὶ τὰ τούτοις ἔγγιστα, εὐλαβουμένους καὶ φοβουμένους καὶ φεύγοντας ἢ κολάζοντας, ὡς τοῖς πολλοῖς ἐκ τοῦ φαινομένου βδελυκτά, ἔχει γὰρ οὕτως· πρὸς δὲ τὰ πολλῷ τούτων 〈χείρονα〉 καὶ τὴν τούτοις ἀποκειμένην αἰωνίαν κόλασιν, τοὺς ἀδιορθώτως τούτων ἐχομένους συγκλείουσιν ἀναλγήτως ἔχοντες· φθόνον φημὶ καὶ μνησικακίαν, πονηρίαν τε καὶ ἀλαζονείαν, 〈καὶ〉 τὴν πάντων τῶν κακῶν ῥίζαν φιλαργυρίαν, κατὰ τὸν Ἀπόστολον, καὶ τὰ τούτοις ὅμοια. * Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθείας, ἀφελῶς ἐξεθέμεθα, εὐσύνοπτον καὶ σαφῆ σχεδιάσαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵνα εὐχερῶς ἔχοι τις διαγινώσκειν καὶ διακρίνειν τὴν τούτων διαίρεσίν τε καὶ διαφορὰν τῇ περὶ τούτων λεπτομερεῖ σαφηνείᾳ. Δι᾽ αὐτὸ γὰρ τοῦτο καὶ τὸ ποικίλον ἑκάστου καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μηδεμίαν, εἰ δυνατόν, ἰδέαν ἀρετῆς ἢ κακίας ἀγνοεῖσθαι, καὶ ὅπως τὰς μὲν ἐκθύμως πρὸς ἑαυτοὺς ἐπισπασώμεθα, τὰς ἀρετὰς δηλονότι καὶ μᾶλλον τὰς ψυχικάς, δι᾽ ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε κακίας καὶ σφόδρα ἐκκλίνοντες διαδιδράσκωμεν.

Μακάριος γὰρ ὡς ἀληθῶς, ὡς φρόνιμος, οὕτω καὶ δοκιμώτατος ἔμπορος, ὁ ἀρετὴν ζητῶν καὶ ταύτην μετιών, καὶ ὅ, τι ποτέ ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευνᾷ, ὡς δι᾽ αὐτῆς ἐγγίζων τῷ Θεῷ καὶ τούτῳ νοερῶς συγγινόμενος. Καὶ τοῦτο γὰρ κυρίως φρόνησις καὶ ἀνδρεία, σοφία τε καὶ γνῶσις ἀψευδὴς καὶ πλοῦτος ἀναφαίρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς πρὸς θεωρίαν ἀνάγεσθαι τοῦ ποιήσαντος.

Ἀρετὴ δὲ καλεῖται παρὰ τὸ αἱρεῖσθαι· αἱρετὴ γὰρ καὶ θελητή, διὰ τὸ αἱρετῶς καὶ αὐτοθελῶς τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς, οὐχὶ ἀβουλήτως καὶ ἀναγκαστικῶς. Φρόνησις δὲ λέγεται παρὰ τὸ τῷ νοῒ φέρειν τὰ ὠφέλιμα. Εἰ βούλει δὲ προσθήσωμεν τῷ ἀφελεῖ τούτῳ [τῷ] λόγῳ, ὡς χρυσοῦν ἐπισφράγισμα, καὶ περὶ τοῦ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν τοῦ τιμιωτάτου πάντων 〈τῶν〉 τοῦ Θεοῦ κτισμάτων.

Τὸ νοερὸν καὶ λογικὸν ζῷον, ὁ ἄνθρωπος, μόνος ἐκ πάντων κατ᾽ εἰκόνα ἐστὶ καὶ καθ᾽ ὁμοίωσιν τοῦ Θεοῦ. Καὶ κατ᾽ εἰκόνα μὲν λέγεται πᾶς ἄνθρωπος, κατὰ τὸ τοῦ νοὸς ἀξίωμα καὶ τὸ τῆς ψυχῆς, ἤτοι τὸ ἀκατάληπτον. Τί ἐστι τὸ κατ᾽ εἰκόνα; Τὸ ἀθεώρητον, τὸ ἀθάνατον, τὸ αὐτεξούσιον. Καὶ μήν, καὶ κατὰ τὸ ἀρχικὸν καὶ τεκνογονικὸν καὶ οἰκοδομικόν. Τί ἐστι τὸ καθ᾽ ὁμοίωσιν; Καθ᾽ ὁμοίωσιν δὲ κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ θεωνύμους ταύτας καὶ θεομιμήτους πράξεις, ἤγουν κατὰ τὸ φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι· οἰκτείρειν καὶ ἐλεεῖν καὶ ἀγαπᾶν τὸ ὁμόδουλον, εὐσπλαγχνίαν τε πᾶσαν καὶ συμπάθειαν ἐνδείκνυσθαι. Γίνεσθε γάρ, φησὶ Χριστὸς ὁ Θεὸς ἡμῶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Καὶ τὸ μὲν κατ᾽ εἰκόνα πᾶς ἄνθρωπος κέκτηται· ἀμεταμέλητα γὰρ τοῦ Θεοῦ τὰ χαρίσματα. Τὸ δὲ καθ᾽ ὁμοίωσιν σπάνιοι, καὶ μόνοι οἱ ἐνάρετοι καὶ ἅγιοι, καὶ τὴν τοῦ Θεοῦ ἀγαθότητα, κατὰ τὸ δυνατὸν ἀνθρώποις, μιμούμενοι. Οὗ τῆς ὑπεραγάθου φιλανθρωπίας ἀξιωθείημεν καὶ ἡμεῖς, εὐαρεστήσαντες αὐτῷ δι᾽ ἀγαθοεργίας καὶ μιμηταὶ γενόμενοι τῶν ἀπ᾽ αἰῶνος εὐαρεστησάντων Χριστῷ, ὅτι αὐτοῦ ἐστι τὸ ἔλεος καὶ αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.