Τοὐναντίον δὲ νοεῖν εἰκὸς καὶ τὰς ψυχικὰς κακίας τῶν σωματικῶν, ἐπί τε ταῖς ἐξ αὐτῶν ἐνεργείαις καὶ τῇ τῶν κολάσεων ἐκτίσει διαφέρειν, κἂν τοὺς πολλοὺς τοῦτο, οὐκ οἶδα, ὅπως λανθάνον διαφεύγει· μέθην μὲν καὶ πορνείαν, μοιχείαν τε καὶ κλοπὴν καὶ τὰ τούτοις ἔγγιστα, εὐλαβουμένους καὶ φοβουμένους καὶ φεύγοντας ἢ κολάζοντας, ὡς τοῖς πολλοῖς ἐκ τοῦ φαινομένου βδελυκτά, ἔχει γὰρ οὕτως· πρὸς δὲ τὰ πολλῷ τούτων 〈χείρονα〉 καὶ τὴν τούτοις ἀποκειμένην αἰωνίαν κόλασιν, τοὺς ἀδιορθώτως τούτων ἐχομένους συγκλείουσιν ἀναλγήτως ἔχοντες· φθόνον φημὶ καὶ μνησικακίαν, πονηρίαν τε καὶ ἀλαζονείαν, 〈καὶ〉 τὴν πάντων τῶν κακῶν ῥίζαν φιλαργυρίαν, κατὰ τὸν Ἀπόστολον, καὶ τὰ τούτοις ὅμοια. * Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθείας, ἀφελῶς ἐξεθέμεθα, εὐσύνοπτον καὶ σαφῆ σχεδιάσαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵνα εὐχερῶς ἔχοι τις διαγινώσκειν καὶ διακρίνειν τὴν τούτων διαίρεσίν τε καὶ διαφορὰν τῇ περὶ τούτων λεπτομερεῖ σαφηνείᾳ. Δι᾽ αὐτὸ γὰρ τοῦτο καὶ τὸ ποικίλον ἑκάστου καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μηδεμίαν, εἰ δυνατόν, ἰδέαν ἀρετῆς ἢ κακίας ἀγνοεῖσθαι, καὶ ὅπως τὰς μὲν ἐκθύμως πρὸς ἑαυτοὺς ἐπισπασώμεθα, τὰς ἀρετὰς δηλονότι καὶ μᾶλλον τὰς ψυχικάς, δι᾽ ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε κακίας καὶ σφόδρα ἐκκλίνοντες διαδιδράσκωμεν.