Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἐγκρατείας καὶ περὶ τοῦ μὴ ζηλοῦν τοὺς ἁμαρτωλοὺς τοὺς προφάσει καιροῦ ἀπολογουμένους, καὶ εἰς τὸν Νῶε

Ἐφραίμ ὁ Σύρος

Το υπόδειγμα του δικαίου Νώε

Περιγραφή της εποχής του Νώε, η οποία χαρακτηριζόταν από γενική διαφθορά, και έμφαση στη δικαιοσύνη που οδήγησε στη σωτηρία του από τον κατακλυσμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 2

Ἴδωμεν τοίνυν ἐν ποίῳ καιρῷ εὐηρέστησε Νῶε τῷ Θεῷ, καθὼς γέγραπται· ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας· καὶ μεθ᾽ ἕτερα λέγει· Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ· καὶ πάλιν λέγει· τῷ Θεῷ εὐηρέστησε Νῶε. Καὶ ἐν ποίῳ καιρῷ εὐηρέστησε σημαίνει· ἐφθάρη, φησίν, ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.

Ὁ οὖν δίκαιος θεωρῶν ἐκεῖνα τὰ δεινά, τοὺς μὲν ἁμαρτωλοὺς ἐπένθει, ἑαυτὸν δὲ ἰσχυρῶς ἠσφαλίζετο πρὸς θέλημα τοῦ Δημιουργοῦ. Ὅθεν καὶ ἐγκωμιάζεται ἀπὸ τῆς θείας Γραφῆς λεγούσης· Νῶε δὲ ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Ὅθεν τοῦ κατακλυσμοῦ ἐπελθόντος, ὁ δίκαιος διεσώθη, οἱ δὲ ἀσεβεῖς κατεκλύσθησαν.