Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ φόβου ψυχῶν
Η έκσταση και ο έλεγχος της ψυχής
Περιγραφή της οράσεως του Κυρίου και της επιτιμήσεως της ψυχής για την αμέλειά της απέναντι στον ουράνιο νυμφώνα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η έκσταση και ο έλεγχος της ψυχής
Περιγραφή της οράσεως του Κυρίου και της επιτιμήσεως της ψυχής για την αμέλειά της απέναντι στον ουράνιο νυμφώνα.
Ἐκαθήμην καταμόνας ἐν τόπῳ ἀθορύβῳ καὶ ἡσύχῳ καὶ ὑψηλῷ, καὶ ἐνενόουν ἐν ἑαυτῷ, καὶ ἔλεγον τὰ τοῦ βίου τούτου, τὴν μέριμναν, τὴν σύγχυσιν, τὸν θόρυβον· καὶ δακρύσας διελεγόμην πρὸς ἐμαυτόν· πῶς ὁ βίος οὗτος ὥσπερ σκιὰ παράγεται, καὶ ὡς δρομεὺς ὀξύτατος παρατρέχει, καὶ ὡς ἄνθος πρωϊνὸν μαραίνεται! Καὶ ἔλεγον λυπούμενος καὶ στενάζων· πῶς ἐκτρέχει ὁ αἰὼν οὗτος ἀγνοοῦμεν· διατί ἐσμεν δεδεμένοι διὰ τὴν χαυνότητα ἡμῶν ἐν πράγμασι καὶ λογισμοῖς ἀπρεπέσι. Ταῦτα ὡς εἰς ἐμαυτὸν ἐμελέτων, ἄφνω ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανόν, καὶ γέγονα ὥσπερ ἐν ἐκστάσει· καὶ φόβος μέγας ἐπέπεσεν ἐπ᾽ ἐμὲ καὶ ἐθεώρουν ἐν ὀφθαλμοῖς τῆς καρδίας μου τὸν Κύριον μετὰ πολλῆς δόξης καθήμενον καὶ λέγοντα πρὸς τὴν ἐμὴν ψυχὴν οὕτως· Διατί, ψυχή, τὸν παστόν σου τὸν οὐράνιον τὸν πλήρη φωτὸς δόξης ἐβδελύξω; Διατί, ψυχή, νύμφη μου, μισεῖς τὸν ἄχραντον Νυμφίον καὶ ἀθάνατον; Διατί, ψυχή, ἐβδελύξω τὰ ἀγαθὰ ἅπερ ἐγὼ ἡτοίμασά σοι ἐν φωτὶ ζωῆς; Διατί, ψυχή, ἀλλοτρία μου γέγονας ἐν πράγμασι καὶ λογισμοῖς ἀπρεπέσι; Διατί, ψυχή, οὐ σπουδάζεις εὑρεθῆναι εἰς τὴν παρουσίαν μου; Διατί, ψυχή, οὐ κατέχεις τὴν λαμπάδα σου, προσμένουσα εἰς τὴν κραυγὴν τὴν λέγουσαν, ἰδοὺ ἦλθεν ὁ Νυμφίος, ἐξέλθετε εἰς τὴν ἀπάντησιν αὐτοῦ μετὰ χαρᾶς; Διατί, ψυχή, οὐκ ἔσπευσας ἑτοιμάσαι τὸ ἄξιον ἔνδυμα εἰς τοὺς γάμους;
Διατί, ψυχή, οὐκ εἰσέρχῃ μετὰ χαρᾶς εἰς τὸν παστὸν τὸν οὐράνιον καὶ ἅγιον; Διατί, ψυχή, ἐμὲ μισεῖς τὸν Ἀγαθόν, τὸν λυτρωσάμενον τὴν ζωήν σου ἐκ θανάτου; Ἐγώ, ψυχή, τῷ θανάτῳ ὡμίλησα ἕνεκέν σου, ἵνα νύμφην σε ἐμαυτῷ ἁρμόσωμαι. Ἐγώ, ψυχή, βασιλείαν σοι ἀφθόνως παρέσχον εἰς τὸν κλῆρόν σου. Ἐγώ, ψυχή, πάντα μου τὰ ἀγαθὰ παρέσχον σοι ὡς βασιλεύς. Ἐγώ, ψυχή, καὶ ἄνθρωπος ἐγενόμην διὰ σέ, βουλόμενος λυτρώσασθαι τὴν ζωήν σου ἐκ φθορᾶς. Ἐγώ, ψυχή, ὑπὲρ πάντα τὰ ἔργα μου ἐτίμησα καὶ ὕψωσα τὴν ζωήν σου. Ἐγώ, ψυχή, παστὸν ἐν οὐρανοῖς ἡτοίμασά σοι, καὶ ἀγγέλους ἐποίησα λειτουργῆσαι ἔμπροσθέν σου ἐν τῷ παστῷ ᾧπερ ἐγὼ ἡτοίμασα τοῦ εἰσελθεῖν σε ἐκεῖ μετὰ χαρᾶς. Σὺ δέ, ψυχή, ἐβδελύξω τὸν οὐράνιον Νυμφίον καὶ τὰ ἄρρητα ἀγαθὰ ἃ ἡτοίμασά σοι. Καὶ τίς ἄρα ἐστὶ ποθούμενος ὑπὲρ ἐμὲ τὸν σῴζοντα πᾶσαν τὴν κτίσιν ἐν τοῖς οἰκείοις οἰκτιρμοῖς;
Ποῖος πατὴρ ζωὴν δίδωσιν ὥσπερ ἐγώ, ὅτι ἐμὲ κατέλιπες, ψυχή, ποθήσασα τὸν ἀλλότριον καὶ μισητόν. Ἐφοβήθην, ἀδελφοί, φόβον μέγαν ἐν τῇ ὥρᾳ ἐκείνῃ, κατανοῶν ἐν ὀφθαλμοῖς τῆς διανοίας μου τοῦ Κυρίου τὰ ῥήματα τὰ φοβερὰ καὶ τῆς ψυχῆς μου τὴν αἰσχύνην τὴν μεγάλην, ἐπτοήθην, ἐτρόμασα. Ἐξέλιπον ἀπὸ τοῦ φόβου καὶ τῆς μεγάλης ἐντροπῆς· ἐνενόουν τὸ ποῦ ἀποκρυβήσομαι, μὴ φέρων τὸ ὄνειδος τῆς αἰσχύνης ἐκείνης. Καὶ ἔλεγον· δεῦτε ὄρη, καλύψατε ἁμαρτωλὸν καὶ ἀσεβῆ. Καὶ ἐπάρας τὴν φωνήν, ἔκλαυσα κλίνας κάτω τὴν κεφαλήν μου αἰδούμενος, καὶ θρηνήσας ἐμαυτὸν εἶπον οὕτως· διατί ἐγὼ ἐκ κοιλίας ἐξῆλθον παροξῦναι τὸν Κύριον τὸν ἅγιον καὶ ἀγαθὸν καὶ εὔσπλαγχνον;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.