Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἡσυχίας καὶ σιωπῆς

Ἐφραίμ ὁ Σύρος

Επιλογή της αμεριμνίας

Παραίνεση για την προτίμηση της ησυχίας έναντι των βιοτικών μεριμνών, με αναφορές στη μοναχική αφοσίωση και την έρημο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ναί, ἀδελφέ· ταύτην κτῆσαι τὴν καλὴν μερίδα, ἣν Μαρία ἐξελέξατο· ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς. Βλέπεις, ἀδελφέ, οἵα ἐστὶν ἡ ἡσυχία; Ὅτι αὐτὸς ὁ Κύριος ἐπαινεῖ τὸν κτώμενον αὐτήν. Ταύτην κτῆσαι, ἀγαπητέ μου ἀδελφέ, καὶ κατατρύφησον τοῦ Κυρίου σου, παρακαθεζόμενος τοῖς ποσὶν αὐτοῦ καὶ αὐτῷ μόνῳ προσκολλώμενος, ἵνα λέγῃς καὶ σὺ μετὰ παρρησίας· ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Διὰ τοῦτο ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. Ναί, ἀδελφέ μου, ταύτην κτῆσαι τὴν μέλιτος γλυκυτέραν. Κρείσσων γὰρ ψωμὸς ἐν ἅλατι μετὰ ἡσυχίας καὶ ἀμεριμνίας, ἢ παράθεσις ἐδεσμάτων πολυτελῶν ἐν περισπασμοῖς καὶ μερίμναις. Ἄκουε τοῦ λέγοντος· δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀναπαῦσαί σε γὰρ θέλει ὁ Κύριος ἀπὸ μεριμνῶν, ἀπὸ θυμοῦ, ἀπὸ περισπασμῶν καὶ θλίψεων τοῦ αἰῶνος τούτου. Ἀμέριμνόν σε θέλει εἶναι ἀπὸ τῆς πλινθουργίας τῆς Αἰγύπτου· ἀγαγεῖν σε θέλει εἰς τὴν ἔρημον, τουτέστιν εἰς τὴν ἡσυχίαν, ὅπως φωτίσῃ τὰς ὁδούς σου τῷ στύλῳ τῆς νεφέλης, ὅπως ψωμίσῃ σε τὸ μάννα, λέγω δὴ τὸν ἄρτον τῆς ἡσυχίας καὶ ἀμεριμνίας, ὅπως κληρονομήσῃς τὴν γῆν τῆς ἐπαγγελίας. Ναί, ἀγαπητέ, ταύτην κτῆσαι, ταύτην ἀγάπησον, ὅπως τερφθῇς ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ.

Ναί, ἀδελφέ, κτῆσαι τὴν ἡσυχίαν μετὰ τοῦ φόβου τοῦ Θεοῦ, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.