Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἡσυχίας καὶ σιωπῆς

Ἐφραίμ ὁ Σύρος

Εγρήγορση και πνευματικός αγώνας

Νουθεσία προς τους μοναχούς για διαρκή πνευματική εγρήγορση και προειδοποίηση για τον κίνδυνο υποταγής στα κοσμικά πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Παρακαλῶ οὖν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, σπουδάζειν ἡμᾶς καθ᾽ ἑκάστην ἡμέραν τὴν τούτων μνείαν ποιεῖσθαι, λέγω δὴ τῆς πίστεως, τῆς ἀγάπης, τῆς ταπεινώσεως, τοῦ σφραγίζεσθαι πάντοτε ταῖς εὐχαῖς [τοῦ Θεοῦ], πάντοτε ταῖς μελέταις τῶν θείων Γραφῶν, τῇ ἡσυχίᾳ. Ταῦτα γὰρ ἡμῖν παρόντα καὶ πλεονάζοντα οὐκ ἀργούς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν. Μοναχὸς γάρ, ὃς οὐ κέκτηται ταῦτα, ἀλλ᾽ ἀμελεῖ τῆς ἑαυτοῦ σωτηρίας, τυφλός ἐστι μυωπάζων, λήθην λαβὼν τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων, καὶ συμβέβηκεν αὐτῷ τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Τοῖς μὲν γὰρ ἀποφυγοῦσι τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακεῖσι, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.

Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπεγνωκόσιν εἰς τὰ ὀπίσω πάλιν ἀνακάμψαι. Οὐκοῦν, ἀγαπητοὶ καὶ πιστοὶ δοῦλοι καὶ ἐκλεκτοὶ στρατιῶται Χριστοῦ μοναχοί, ἀναλάβωμεν τὴν πανοπλίαν τῶν εἰρημένων ἐν τῇ καρδίᾳ ἡμῶν, καθ᾽ ἑκάστην ἀνυπερθέτως μνείαν αὐτῶν ποιούμενοι, ὅπως δυνηθῶμεν ἀγωνίσασθαι τὸν καλὸν ἀγῶνα, καὶ καταπατῆσαι πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ, ἵνα ῥυσθῶμεν ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, καὶ εὕρωμεν ἔλεος καὶ χάριν ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ ἐνώπιον τοῦ δικαίου Κριτοῦ τοῦ ἀποδιδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ᾮ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.