Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ κατανύξεως
Πνευματικός πόλεμος και ανάγκη θείας συνδρομής
Δέηση για λύτρωση από τις μεθοδείες του πονηρού και την ενίσχυση του πιστού στον πνευματικό αγώνα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πνευματικός πόλεμος και ανάγκη θείας συνδρομής
Δέηση για λύτρωση από τις μεθοδείες του πονηρού και την ενίσχυση του πιστού στον πνευματικό αγώνα.
Ἐπεὶ οὖν συνέχομαι ἐκ τοῦ βιαροῦ Ἐχθροῦ τοῦ θλίβοντός με ἀεί, βοήσω ἐν δάκρυσιν ἐν νυκτὶ καὶ ἡμέρᾳ πρὸς τὴν σὴν εὐσπλαγχνίαν, ὅπως λυτρώσῃ με ἐκ τῶν αὐτοῦ πολέμων. Τίς γὰρ καὶ δυνήσεται βαστάσαι τοῦ Πονηροῦ τὰ ἐπιτηδεύματα, ἐὰν ἀποστῇ ῥοπὴν ἡ χάρις σου, Δέσποτα; Ὥραν γὰρ καθ᾽ ὥραν λόγοις τε καὶ πράξεσιν ἐκθλίβει μου τὴν ψυχήν. Ἡ δύναμίς σου, Χριστέ, ἡ ἐπιτιμήσασα κύμασι θαλαττίοις, ἐπιτιμήσῃ αὐτῷ, ὅπως ἂν καταργηθῇ ἀπ᾽ ἐμοῦ τοῦ δούλου σου· διότι καθ᾽ ἑκάστην ἀνανεοῖ ἐπ᾽ ἐμὲ μηχανήματα αὐτοῦ· σπεύδει γὰρ δεσποτεῦσαι τῆς ἐμῆς διανοίας ἀπὸ τῆς γλυκύτητος καὶ τῆς καλῆς μελέτης τῶν θείων σου ἐντολῶν.
Κατάπεμψον, Δέσποτα, τὴν χάριν σου ἐν τάχει, ἵνα ἀποδιώξῃ ἀπὸ τοῦ οἰκέτου σου τὸν Δράκοντα τὸν μέγαν σὺν πᾶσι τοῖς λογισμοῖς τοῖς αἰσχροῖς καὶ πονηροῖς. Ἡ παραβολὴ ἡ σὴ πείσει σε, ὦ Δέσποτα· εἴρηκας γὰρ ἐν πόλει εἶναί τινα δικαστήν, Θεὸν μὴ φοβούμενον, μηδὲ πάλιν ἄνθρωπον ὅλως ἐντρεπόμενον· ἐν αὐτῇ δὲ τῇ πόλει χήραν εἶναι πενιχρὰν προσευχομένην αὐτῷ καθ᾽ ἑκάστην καὶ λέγουσαν, ἐκδίκησόν με λοιπὸν ἐκ τοῦ ἀντιδίκου μου· ἐπὶ χρόνον δὲ ἱκανὸν ὑπερεῖδεν ἀσπλάγχνως τὴν ἀεὶ τεθλιμμένην· ἀλλ᾽ ἴσχυσεν ἀνύσαι ἡ ὑπομονὴ τῆς χήρας καὶ αὐτὸν τὸν ἄσπλαγχνον καὶ ἀνελεήμονα εἰς εὐθεῖαν ἀγαγεῖν. Ἠδικημένη χήρα ἀσπλάγχνῳ καὶ ἀνόμῳ δικαστῇ προσέρχεται, ἵνα αὐτὴν τοῦ ἀντιδίκου αὐτῆς ἐκδικήσῃ· ἐγὼ δὲ προσέρχομαι Δεσπότῃ μου εὐσπλάγχνῳ, μακροθύμῳ καὶ ἀγαθῷ, ἔχοντι ἐξουσίαν ἐπὶ γῆς καὶ οὐρανοῦ ἐπακούειν ἐν τάχει.
Στόμα θεῖον ἅγιον, ἀψευδὴς γὰρ τυγχάνεις Θεὸς εὐλογημένος, καθὼς εἴρηκας, Σωτήρ, καὶ ποίησον ἐν τάχει τὴν ἐκδίκησιν πάντων τῶν εἰς σὲ ἐλπιζόντων ἐν νυκτὶ καὶ ἡμέρᾳ. Δέσποτα, μὴ χρονίσῃς εἰς ἐμὴν ἐκδίκησιν. Ἐξελοῦ με ἐκ τοῦ Ἐχθροῦ, καὶ πρὸς σὲ εὐόδωσον, ὅπως Ἐχθρὸν νικήσας διὰ τῆς σῆς χάριτος, σὲ μόνον εὐλογήσω καὶ σὲ μόνον δοξάσω, εὔσπλαγχνε, μακρόθυμε, τὸν θέλοντα σωθῆναι ἅπαντας τοὺς ἀνθρώπους. Ἐπειδὴ ἐξέλιπεν ὁ χρόνος τῆς ζωῆς μου ἐν τῇ ματαιότητι καὶ ἐν λογισμοῖς αἰσχροῖς, δώρησαί μοι φάρμακον, ἵνα πλήρης ἰαθῶ τῶν κρυπτῶν μου τραυμάτων, καὶ ἐνδυνάμωσόν με, ὅπως κἂν μίαν ὥραν προθύμως ἐρείσωμαι ἐν τῷ σῷ ἀμπελῶνι. Ἐν ὥρᾳ ἑνδεκάτῃ ἐστὶν ὁ χρόνος βίου μου τοῦ ματαίου. Κυβέρνησον τὸ σκάφος τῆς ἐμῆς πραγματείας διὰ τῶν σῶν ἐντολῶν, καὶ δώρησαι σύνεσιν τῷ εὐτελεῖ ἐμπόρῳ, ἵνα ἐμπορεύσωμαι τὴν αὑτοῦ πραγματείαν, ἕως οὗ καιρὸν ἔχω· καὶ γὰρ τοῦ σκάφους ὁ πλοῦς ἔφθασεν εἰς τέλος· μέγας χειμὼν ἔφθασε, καὶ ὁ καιρὸς καλεῖ ἐμὲ τὸν μετέωρον· δεῦρο, δεῖξον, ὀκνηρέ, πᾶσαν τὴν ἐμπορίαν τοῦ χρόνου τῆς ζωῆς σου· καὶ ὤρα τοῦ θανάτου φοβεῖ με τὸν ἄθλιον. Βλέπω γὰρ τὰ ἔργα μου, καὶ τρέμει μου ἡ ψυχή· καὶ ὁρῶ ἀμέλειαν τῆς ἐμῆς ὀκνηρίας, καὶ φρίσσει μου τὰ ὀστᾶ· ὥρα γὰρ τοῦ χωρισμοῦ ἦλθέ μοι πρὸ ὀφθαλμῶν, καὶ σφόδρα ἐφοβήθην κατανοήσας αὐτήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.