Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Μνήμη θανάτου και παραίνεση για πνευματική εγρήγορση

Αντιπαραβολή της κατάστασης των δικαίων και των ραθύμων κατά την ώρα του θανάτου, καθώς και κάλεσμα της ψυχής σε νήψη και απεξάρτηση από τα γήινα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἀντὶ τοῦ χαρῆναί με, ἰδού, μᾶλλον ἐφοβήθην, μὴ ποιήσας ἄξια ἔργα μου πρὸς σὴν χάριν.

Φόβος γάρ ἐστι μέγας ἐν καιρῷ τοῦ θανάτου πᾶσι τοῖς ἁμαρτωλοῖς τοῖς ἐμοὶ ἐοικόσι· καὶ πάλιν χαρά ἐστιν ἡ ὥρα τοῦ χωρισμοῦ ἅπασι τοῖς ἁγίοις, καὶ πᾶσι τοῖς δικαίοις, καὶ πᾶσι τοῖς ἀσκηταῖς. Πάλιν δέ ἐστι λύπη ἡ ὥρα τοῦ χωρισμοῦ ἀπροθύμοις καὶ χαύνοις, ὅταν ἀναμιμνῄσκωνται τὴν αὑτῶν ἀμέλειαν καὶ τὴν ἀπροθυμίαν τοῦ παρελθόντος χρόνου τῆς ζωῆς αὐτῶν. Καὶ δεινῶς βασανίζει μεταμέλεια τότε τὴν καρδίαν ἀνθρώπου ἀμελήσαντος ὧδε τῆς αὑτοῦ σωτηρίας. Ὑπὲρ αὐτὸν τὸν φόβον τοῦ θανάτου καὶ χωρισμοῦ ἐστιν ὁ βασανισμὸς μεταμελείας αὐτοῦ.

Πάλιν δὲ οἱ δίκαιοι, ἅγιοι καὶ ἀσκηταὶ ἀγάλλονται τῇ τοῦ θανάτου ὥρᾳ καὶ χωρισμοῦ, ὁρῶντες πρὸ ὀφθαλμῶν τὸν κάματον μέγαν τῆς αὑτῶν ἀσκήσεως, ἀγρυπνιῶν καὶ εὐχῶν, νηστειῶν καὶ δακρύων, χαμευνῶν καὶ σάκκων. Σκιρτᾷ αὐτῶν ἡ ψυχή, ὅτι εἰς ἀνάπαυσιν προτρέπεται ἐξελθεῖν ἐξ ἰδίου σώματος. Φοβερά ἐστι πάλιν παρουσία θανάτου ἁμαρτωλοῖς καὶ χαύνοις, καὶ τοῖς μὴ σπουδάζουσι πολιτεύεσθαι ἁγνῶς ἐν βίῳ τῷ ματαίῳ. Καὶ λύπη σφοδροτάτη ἡ ὥρα τοῦ χωρισμοῦ ἀνθρώπῳ ἁμαρτωλῷ· οὐδὲ γὰρ συγχωρεῖται παντελῶς φθέγξασθαί τι, καὶ γὰρ ἀποτομίᾳ κέχρηται τὸ πρόσταγμα ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Οἴμοι, οἴμοι, ὦ ψυχή, ἕνεκεν τίνος ἄρα ἀμελεῖς σου τῆς ζωῆς; Διατί μετεώρως διάγεις τὰς ἡμέρας τοῦ ὅλου σου χρόνου; Οὐκ οἶδας ὅτι ἄφνω γίνεται ἡ κλῆσίς σου; Καὶ τί ποιήσεις ἐκεῖ, ἐνταῦθα ἀμελοῦσα, ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ δικαστοῦ; Ποίαν ἀπολογίαν ἔχεις ἀποκριθῆναι; Πῶς κλέπτει σε ὁ Ἐχθρὸς οὐ συνιεῖς, ἄθλιε; Καὶ πῶς πάλιν συλᾶται τὸν οὐράνιον πλοῦτον ἡμέραν καθ᾽ ἡμέραν, ἀγνοεῖς, μετέωρε; Νῆψον, νῆψον, ὦ ψυχή, ἐν ὥρᾳ τοῦ πολέμου. Δεήθητι τοῦ Θεοῦ δάκρυσιν εὐχομένη. Βόησον πρὸς τὸν Θεὸν μετὰ πόνου καρδίας, καὶ εὐθὺς καταπέμπει εἰς τὴν σὴν βοήθειαν Ἄγγελον οἰκτίρμονα, καὶ ἐλευθερώσει σε ἐξ αὐτοῦ πολέμου καὶ συγχύσεως τοῦ Ἐχθροῦ. Σπούδασον μὴ ἐμπεσεῖν εἰς ὥραν τοῦ χωρισμοῦ ἐν λύπῃ καὶ στεναγμοῖς, καὶ κλαύσεις ἀνωφελῶς εἰς αἰῶνα αἰῶνος.

Καὶ ἥξουσιν ἅπαντα εἰς τὴν σὴν διάνοιαν ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ εἴπῃς ἐν ἑαυτῇ ὀδυρομένη δεινῶς, ἐγὼ ταῦτα καθ᾽ ὥραν ἅπαντα ἐμιμνῃσκόμην, καὶ προμαρτυρόμενος ἐμαυτῷ ἔλεγον, παρέλθω τὰς ἡμέρας, ἅς εἰμι ἐπὶ τῆς γῆς, ἵνα μὴ ἁμαρτήσω.

Μηδὲ πάλιν ἐκπέσω τῶν ἐντολῶν τοῦ Θεοῦ, ἀλλὰ πράξω πάντοτε τὰ αὐτῷ εὐάρεστα ἐν πολλῇ προθυμίᾳ. Νῦν δὲ εὑρέθην κενός, καὶ μὴ ἔχων παντελῶς ἓν κατόρθωμα καλόν. Ἐλθὲ εἰς ἑαυτήν, ψυχή· ἀγωνίσασα συνεχῶς φοβήθητι πάντοτε, πόθησόν σου τὸν Θεόν, καὶ θώπευσον αὐτὸν ἐν πράξεσιν ἀγαθαῖς ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα τοῦ θανάτου καὶ χωρισμοῦ, εὕρῃ σε εὐπρόθυμον, μετὰ μεγάλης χαρᾶς προσδεχομένην αὐτόν. Ἐννόησον, ὦ ψυχή, εἰς τὸ σὸν πολίτευμα καὶ τὴν κλῆσιν τοῦ Θεοῦ. Ὥρα γὰρ τοῦ χωρισμοῦ οὐ λυπεῖ ἐλευθερωθέντα ἐκ πάντων τῶν γηΐνων, ἀλλὰ λυπεῖ θάνατος τὸν μετέωρον ἄνδρα, λυπεῖ καὶ ἁμαρτωλόν, λυπεῖ ἀδιάφορον, λυπεῖ καὶ τὸν ὀκνηρόν, ὀκνήσαντα ποιῆσαι τὰ ἀρεστὰ τῷ Θεῷ, λυπεῖ πολυκτήμονα, δήσαντα ψυχὴν αὑτοῦ ἐν πράγμασι κοσμικοῖς, λυπεῖ καὶ τὸν πλούσιον, ὅτι χωρίζει αὐτὸν 〈ἐκ τοῦ πλούτου τοῦ αὐτοῦ, λυπεῖ τὸν βιωτικόν, ὅτι χωρίζει αὐτὸν τοῦ βίου ἀκουσίως, λυπεῖ καὶ τοὺς πατέρας, ὅτι χωρίζει αὐτοὺς τῶν τέκνων τῶν ποθεινῶν〉, λυπεῖ καὶ τοὺς ἀδελφούς, ὅτι χωρίζει αὐτοὺς ἀπ᾽ ἀλλήλων ἐν κλαυθμῷ.

Οὗτοι πάντες λυποῦνται ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ἐπειδὴ καὶ δέδενται ἐν πράγμασι κοσμικοῖς. Σὺ δὲ ἕνεκεν τίνος στενάζεις καὶ λυπῇ, ὦ ψυχὴ ἐλευθέρα, κόσμου ἀπαλλαγεῖσα καὶ τῶν αὑτοῦ πραγμάτων; Οὕτω μένε πάντοτε, κληθεῖσα ἐλευθέρα, καὶ πορεύου εὐγενῶς εἰς τὴν ὁδὸν τοῦ Θεοῦ, ποιοῦσα εὐπροθύμως τὰ αὐτῷ εὐάρεστα.