Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Τελική ικεσία και εσχατολογική προσδοκία

Καταληκτήρια προσευχή με αίτημα την ετοιμότητα κατά την έξοδο από τον βίο και τη συμμετοχή στη βασιλεία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ἂν πρόσκεισαι τῷ Θεῷ ἐξ ὅλης σου τῆς ψυχῆς, οὐ μὴ φοβηθῇς ποτε τὴν ὥραν τοῦ θανάτου, ἀλλὰ μᾶλλον θάνατος καὶ χωρισμὸς σώματος χαρά σοι γενήσεται. Σῶσόν με, μακρόθυμε, σῶσόν με, Υἱὲ Θεοῦ, ἀναμάρτητε Χριστέ, καὶ δώρησαί μοι, Σωτήρ, τὴν μελέτην τῆς ζωῆς, ὅπως ἂν μὴ σχῶ ποτε ἐν τῇ ἐμῇ καρδίᾳ πλὴν ταύτης τῆς μελέτης, ἵνα σὰ θελήματα ἐπιτελῶ πάντοτε· τῆς χάριτος δὲ συνεργούσης ἐμοὶ τῷ ἁμαρτωλῷ, εὐπρόθυμος ἔσομαι, εὐύμνως πορεύσομαι ἐν τοῖς σοῖς προστάγμασιν, ἵνα πραγματεύσωμαι καλῶς ἐν ἀργυρίῳ, ὧ αὐτός μοι δέδωκας, Βασιλεῦ οὐράνιε, καὶ πραγματευσάμενος τὴν καλὴν πραγματείαν ἐν τῷ σῷ ἀγρῷ, Σωτήρ, ἐπαίνου ἐπιτύχω παρὰ σοῦ, ὧ Δέσποτα· καὶ εἴπω παρρησίᾳ μετὰ καθαρᾶς καρδίας, ὅταν ἔρχῃ, Κύριε, μακάριος τυγχάνω ὅτι ἦλθες, Δέσποτα.

Ἔνδυσόν με ἔνδυμα ἄξιον εἰς τοὺς γάμους Νυμφίου ἀθανάτου, ὃ ἐκτησάμην ἐγὼ διὰ τῆς σῆς χάριτος. Ἅψω καὶ τὴν λαμπάδα, ἥν μοι ἐχαρίσατο ἡ χάρις ἡ σή, Χριστέ, καὶ ἡ μακροθυμία· ἐξέλθω μετὰ χαρᾶς εἰς τὴν σὴν ἀπάντησιν, δοξάζων καὶ εὐλογῶν Νυμφίον ἀθάνατον, ὅπως καταξιωθῶ συμμέτοχος γενέσθαι δικαίων καὶ ἁγίων, εὐαρεστησάντων σοι, εἰς τοὺς αἰῶνας. Ἀμήν.