Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ κρίσεως καὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Πνευματική ετοιμασία, κατάνυξη και η σωτηριώδης δύναμη των δακρύων

Προτροπή προς πνευματική εγρήγορση ενόψει της Κρίσεως, αναφορά στην ουράνια δόξα των δικαίων και ανάλυση της καθαρτικής ενέργειας των κατά Θεόν δακρύων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἀκούσατε, ἀδελφοί, τῆς καλῆς συμβουλίας τῆς ἐμῆς εὐτελείας, καὶ σπουδάσωμεν ἀεί, ἕως καιρὸν ἔχωμεν, πολιτεύσασθαι ἁγνῶς καὶ ἀξίως τοῦ Θεοῦ, ἵνα Πνεῦμα Ἅγιον ἐνοικήσῃ ἐν ἡμῖν, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ πλεονάσῃ ἐν ἡμῖν τοῦ ἐπιτελεῖν τὸ θέλημα αὐτοῦ πάντοτε. Μὴ οὖν ἔχωμεν, ἀδελφοί, πλέον ταύτης τῆς μερίμνης, τὸ πῶς ἡ ψυχὴ ἡμῶν εὑρεθῇ ἐν τῷ φωτί· μὴ δεσμεύσωμεν αὐτὴν ἔν τινι τῶν γηΐνων τῶν πραγμάτων καὶ χρημάτων· κοσμήσωμεν δὲ αὐτὴν νηστείαις καὶ εὐχαῖς, ἀγρυπνίαις καὶ δάκρυσιν, ὅπως εὕρῃ ἡ ψυχὴ παρρησίαν ὀλίγην ἔμπροσθεν τοῦ βήματος τοῦ Κριτοῦ τοῦ φοβεροῦ· ὅταν παρίσταται πᾶσα ψυχὴ ἐν φόβῳ· ὅταν γίνεται ἐκεῖ χωρισμὸς τῶν ἐκλεκτῶν ἀπὸ τῶν ἁμαρτωλῶν· ὅταν πάλιν στήκωσι πρόβατα ἐκ δεξιῶν, ἐρίφια δὲ ἐξ εὐωνύμων. Πληροφορεῖσθε, ἀδελφοί, ὅτι ἔγγιστα ἐστὶ ἡ τοῦ Κυρίου παρουσία, ἵνα δώσῃ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, ἀναπαύσῃ ἁγίους καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν φωτὶ αἰωνίῳ, καὶ κολάσῃ ἁμαρτωλοὺς παροξύναντας αὐτόν. Μακάριος ἄνθρωπος ὁ εὑρὼν παρρησίαν ἐν τῇ ὥρᾳ ἐκείνῃ καὶ ἀκούων τῆς φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, οἱ ἐκλεκτοί, κληρονομήσατε πάντες τὴν ἐμὴν βασιλείαν. Τότε ὁρῶν ἕκαστος ἑαυτὸν ἐν τῷ φωτί, κατανοεῖ ἑαυτὸν καὶ ἐννοεῖται λέγων· ἆρα αὐτὸς ἐγώ εἰμι; Καὶ πόθεν ἐγὼ ὧδε εὑρέθην ὁ ἀνάξιος;

Προσέρχονται Ἄγγελοι μετὰ χαρᾶς μεγάλης δοξάσαι τοὺς Ἁγίους καὶ διηγοῦνται αὐτοῖς τὴν αὐτῶν πολιτείαν, ἄσκησιν, ἐγκράτειαν, ἀγρυπνίαν καὶ εὐχήν, ἑκούσιον πενίαν, ἀκτημοσύνην πᾶσαν, ὑπομονὴν ἐν δίψει, καρτερίαν ἐν πείνῃ, παραμονὴν εἰς εὐχάς, χαρὰν ἐν γυμνότητι ἕνεκεν τῆς τελείας ἀγάπης τῆς ἐν Χριστῷ· μετὰ χαρᾶς μεγάλης τοῖς δικαίοις λέγουσιν. Ἀποκρίνονται δὲ αὐτοῖς οἱ δίκαιοι λέγοντες· παντελῶς ἐπὶ τῆς γῆς μιᾶς ἡμέρας ἡμῶν κατόρθωμα ἓν καλὸν οὐχ εὑρέθη ἐν ἡμῖν· πάλιν δὲ Ἄγγελοι ὑπομνῄσκουσιν αὐτοῖς τὸν τόπον καὶ τὸν καιρόν, καὶ θαυμάζοντες ἑαυτοὺς τὸν Θεὸν δοξάζουσι, βλέποντες ἐν τῷ οὐρανῷ σώματα τῶν Ἁγίων λάμποντα ὑπὲρ τὸ φῶς· ἐπειδὴ ἑκουσίως ἐθλίβησαν ἐπὶ τῆς γῆς. Εὗρον γὰρ ἐν τῷ ἀγρῷ θησαυρὸν κεκρυμμένον καὶ πωλήσαντες πάντα τὰ ὄντα ἐπὶ τῆς γῆς ἐκεῖνον ἐκτήσαντο· καὶ διὰ τῆς ὑπομονῆς ἔκρυψαν εἰς ἑαυτοὺς τὸν καλὸν μαργαρίτην καὶ ἐσθῆτα ἄσυλον.

Ὀλίγος πόνος ἐστὶ τῆς ἀσκήσεως, ἀδελφοί, μεγάλη δὲ ἡ ἄνεσις· ὀλίγου χρόνου ἐστὶν ὁ κόπος τῆς ἐγκρατείας, ἀλλ᾽ εἰς αἰῶνα αἰῶνος ἐν παραδείσῳ τρυφῆς ἡ ἀνάπαυσις αὐτῆς. Εἴ τις συνοῖδεν ἑαυτῷ ὅτι ἥμαρτεν Θεῷ, προθέσει χαυνωθεὶς ἥμαρτεν ἑκουσίως· ἕως οὗ καιρός ἐστιν, δακρύσῃ μετὰ πόθου, κλαύσῃ ἀδιαλείπτως, ἵνα διὰ δακρύων ἐπισπάσηται χάριν εἰς τὴν ἑαυτοῦ καρδίαν. Κτησάσθω κατάνυξιν, λουσάτω σῶμα αὑτοῦ δάκρυσι καὶ στεναγμοῖς. Μεγάλη ἡ δύναμις τῶν δακρύων, ἀδελφοί· μεγάλα ἰσχύουσι δάκρυα κατὰ Θεόν. ὅταν τις εὐχόμενος Θεὸν ἐνοπτρίζεται ἐν τῇ ἑαυτοῦ καρδίᾳ.

Βούλομαι, ἀγαπητοί, διηγήσασθαι ὑμῖν δύναμιν τῶν δακρύων. Ἄννα διὰ προσευχῆς ἔλαβεν τὸν Σαμουὴλ τὸν προφήτην, ὕψωμα καὶ καύχημα εἰς τὴν αὑτῆς καρδίαν. Γυνὴ δὲ ἁμαρτωλὸς ἐν οἴκῳ τοῦ Σίμωνος παρὰ Κυρίου ἔλαβεν ἁμαρτιῶν ἄφεσιν κλαίουσα καὶ βρέχουσα ἁγίους αὐτοῦ πόδας. Κατάνυξις, ἀδελφοί, ἴαμα ψυχῆς ἐστίν· ἁμαρτιῶν ἄφεσιν προξενεῖ ἡμῖν. Κατάνυξις, ἀδελφοί, Υἱὸν μονογενῆ ἐνοικίζει ἐν ἡμῖν, ὅταν αὐτὸν ποθοῦμεν. Κατάνυξις, ἀδελφοί, τὸ Πνεῦμα τὸ Ἅγιον ἐπισπᾷ πρὸς τὴν ψυχήν.

Πληροφορεῖσθε, ἀδελφοί, οὐκ ἔστιν ἐπὶ τῆς γῆς γλυκύτερον τῆς χαρᾶς ἐκ τῆς κατανύξεως. Ἆρα ἔχετε πεῖραν δακρύων, ὦ ἀδελφοί; Ἐφωτίσθη τις ὑμῶν εἰς τὴν χαρὰν ἐκείνην δακρύων κατὰ Θεόν; Εἴ τις ὑμῶν πειραθεὶς καὶ γλυκανθεὶς εὐχόμενος ποθεινῶς ὑψώθη ἀπὸ τῆς γῆς, ἐν τῇ ὥρᾳ ἐκείνῃ γέγονεν ὅλος αὐτὸς ἔξωθεν τοῦ σώματος· ἔξωθεν τοῦ αἰῶνος τούτου ὅλος γίνεται· οὐκέτι ἐπὶ τῆς γῆς τυγχάνει. Ὁ τοιοῦτος Θεῷ διαλέγεται, ἐν Χριστῷ φωτίζεται. Μέγα θαῦμα, ἀδελφοί! Ἄνθρωπος ὁ χοϊκὸς Θεῷ διαλέγεται ἐν τῇ αὐτοῦ προσευχῇ· ἅγια καὶ καθαρὰ δάκρυα κατὰ Θεὸν σμήχουσιν ἀεὶ ψυχὴν ἀπὸ τῶν ἁμαρτιῶν, καθαρίζουσιν αὐτὴν ἀπὸ τῶν ἀνομιῶν· δάκρυα κατὰ Θεὸν παρρησίαν δίδωσι πάντοτε πρὸς τὸν Θεόν. Οὐκ ἰσχύουσί ποτε οἱ ῥυπαροὶ λογισμοὶ πλησιάσαι τὴν ψυχήν, ἔχουσαν κατάνυξιν πάντοτε κατὰ Θεόν. Τί ἀνώτερον ἄρα τῆς γλυκύτητος αὐτῆς; Τί ἀντάξιον ἄρα τοῦ μακαρισμοῦ αὐτῆς, ὅταν αὐτὸν τὸν Θεὸν ἐνοπτρίζεται ψυχὴ προσευχομένη αὐτῷ;

Ὅταν ποθεῖ ἡ ψυχὴ τὸν Θεόν, ὦ ἀδελφοί, αὐτὸν θεωρεῖ ἀεὶ ἐν τῇ αὐτῆς προσευχῇ καὶ εἰς αὐτὸν μελετᾷ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Θησαυρὸς ἀσύλητός ἐστιν ἡ κατάνυξις. Ἀνεκλαλήτῳ χαρᾷ ἀγάλλεται ἡ ψυχὴ ἔχουσα κατάνυξιν· κατάνυξιν δὲ λέγω οὐχὶ μιᾶς ἡμέρας, ἀλλὰ τὴν γινομένην ἐν νυκτὶ καὶ ἡμέρᾳ καὶ μέχρι τέλους. Πηγὴ καθαρά ἐστιν ἡ κατάνυξις ἀρδεύουσα τῆς ψυχῆς τὰ καρποφόρα φυτά· φυτὰ δὲ καρποφόρα τὰς ἀρετὰς δὴ λέγω καὶ τὰ κατορθώματα, ἀρδευόμενα ἀεὶ δάκρυσι καὶ προσευχαῖς. Φύτευσον φυτὰ καρποφόρα εὐθαλῆ ἐν τῇ ψυχῇ σου ἀεί. Ἄρδευσον αὐτὰ πάλιν δάκρυσιν εὐχόμενος.

Φυτὰ ἀρδευόμενα δάκρυσι καὶ προσευχαῖς καρπὸν φέρει εὐθαλῆ, χρησιμεύοντα ψυχῇ καὶ ἐκλεκτά. Ὡραῖα ἔσονταί σου τὰ φυτά, ἀδελφέ, δάκρυσιν εὐχόμενος, ἵνα ἀρδευόμενα αὐξάνῃ, καρποφορῇ ἡμέραν καθ᾽ ἡμέραν. Μὴ γίνου μιμητὴς χαύνου καὶ ἁμαρτωλοῦ, λέγοντος καθ᾽ ἑκάστην, ποιοῦντος δὲ οὐδέποτε· ῥᾳθύμου τῇ προθέσει, μὴ ἔχοντος καθαρὰν εὐχήν, ἢ κατάνυξιν· γινώσκοντος ἑαυτὸν πάντοτε ἁμαρτωλὸν καὶ φοβούμενον ἀεὶ τὴν κόλασιν· ἀπολογίαν ὅλως μηδεμίαν ἔχοντος περὶ πλημμελημάτων τῆς αὐτοῦ χαυνότητος.