Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ κρίσεως καὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Άρση του σταυρού, υπομονή των θλίψεων και καταληκτήριες προσευχές

Εκζήτηση μεσιτείας υπέρ αφέσεως αμαρτιών και δοξολογία, καθώς και ασκητική προτροπή για την εκούσια υπομονή των πειρασμών κατά μίμηση του πάθους του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί μου ὅσιοι, φοβούμενοι τὸν Θεὸν καὶ ποιοῦντες πάντοτε τὰ αὐτῷ ἀρεστά, πρεσβεύσατε πρὸς αὐτὸν ὑπὲρ ἐμοῦ οἰκτροῦ, ἵνα ἔλθῃ ἐπ᾽ ἐμοὶ ἡ ἁγία αὐτοῦ χάρις διὰ τῶν ὑμῶν εὐχῶν καὶ σωθῇ μου ἡ ψυχὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ μεγάλῃ, ὅταν ἔλθῃ ὁ Χριστὸς ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.

Δόξα τῷ μόνῳ Θεῷ, ἀθανάτῳ, ἁγίῳ, ἀχράντῳ καὶ φοβερῷ, ἀγαθῷ καὶ εὐσπλάγχνῳ, τῷ κινήσαντι ἡμῶν γλῶσσαν διὰ χάριτος τοῦ μελῳδῆσαι ῥήματα κρίσεως καὶ ἀγάπης καὶ κατανύξεως, πρὸς οἰκοδομὴν τῆς ψυχῆς, φωτισμὸν τῆς καρδίας, διανοίας ὄφελος· ἵνα πᾶσα ψυχὴ μελῳδοῦσα αὐτά, γλυκανθεῖσα ἑλκυσθῇ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

Διὸ οἱ εἰς αὐτὸν πιστεύοντες ἐν ἀληθείᾳ καὶ συγκληρονόμοι αὐτοῦ βουλόμενοι γενέσθαι, ἵν᾽ ὥσπερ αὐτὸς διὰ πολλῶν ἐσχάτων, ἀποθανὼν ἐπὶ σταυροῦ, ἐνίκησε καὶ ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν διὰ τῆς σαρκός, καταργήσας τὰς ἀντικειμένας δυνάμεις, ἀποδησάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ, ἐδειγμάτισε θριαμβεύσας αὐτὰς ἐν αὐτῷ. Οὕτως καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ Πονηροῦ γενναίως καὶ προθύμως, καὶ ἕως θανάτου ἐλθόντες, ἐὰν ὑπομείνωμεν, τότε νικήσομεν τὸν ἀντικείμενον διὰ πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον ἐλπίδος. Καὶ οὕτως δόκιμοι εὑρεθέντες, καὶ ἐντεῦθεν τῆς αὐτῆς ἀπολυτρώσεως καταξιώμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος τηρώμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα. Εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. Πάσχοντες καὶ θανατούμενοι διὰ τὸν Κύριον προθύμως, νικήσομεν τὸν ἀντικείμενον. Διὸ πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθε, ἀλλ᾽ εὐκαίρους, καὶ ὑπομένειν πᾶσαν τοῦ Πονηροῦ ἐπανάστασιν τὸν τοῦ Κυρίου θάνατον ἐν ἐπιθυμίᾳ πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες. Καὶ καθὼς εἴρηται ὑπὸ τοῦ Κυρίου, καθ᾽ ἡμέραν τὸν σταυρὸν αἴροντες, ὅ ἐστι θάνατος, καὶ ἀκολουθήσωμεν ὀπίσω αὐτοῦ. Καὶ οὕτως εὐκόλως ὑπομείνωμεν πᾶσαν θλῖψιν, ἤτοι κρυπτήν, ἤτοι φανεράν.

Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομένειν προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν ἔχωμεν πάντοτε ἐπιποθοῦντες, πόσῳ μᾶλλον οἵας θλίψεις βαρείας εὐχερῶς καὶ εὐκόλως μετὰ χαρᾶς ὑπομείνωμεν; Διὰ τοῦτο γὰρ βαρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν τοῦ Κυρίου θάνατον πάντοτε πρὸ ὀφθαλμῶν οὐκ ἔχομεν, καὶ ἐν αὐτῷ ἡ διάνοια πάντοτε οὐκ ἐπιποθεῖ. Καὶ γὰρ οἱ Χριστὸν ἀγαπῶντες, ἐν τούτῳ φαίνονται, ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐτοῖς γενναίως καὶ προθύμως ὑπομείνωσι διὰ τὴν εἰς Χριστὸν ἐλπίδα. Παρακαλέσωμεν τοίνυν τὸν Κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὑτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ, μετὰ χαρᾶς ἣν αὐτὸς ἡμῖν χαρίσηται, δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν· ἵνα δόκιμοι καὶ ἄξιοι αὐτοῦ εὑρεθέντες, σωτηρίας αἰωνίου τύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ᾯ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.