Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μακαρισμῶν καὶ ἀθλιοτήτων

Ἐφραίμ ὁ Σύρος

Οι ταλανισμοί των αμελούντων τη σωτηρία

Μακαρισμός της τίμιας εργασίας και σειρά ταλανισμών για όσους παραδίδονται στην αμαρτία και αναβάλλουν τη μετάνοιά τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Μακάριος ὁ μὴ φαγὼν δωρεὰν ἄρτον, ἀλλ᾽ ἐν κόπῳ τῶν ἰδίων χειρῶν, κατὰ τὸν Ἀπόστολον, καὶ ἄλλοις χορηγῶν ἐκ τῶν οἰκείων πόνων, ὅτι ἀναπαύσεται ἐν τοῖς κόλποις Ἀβραάμ. Οὐαὶ δὲ τῷ ἐν πλημμελείαις ὑπάρχοντι καὶ τὸν τῆς μετανοίας καιρὸν μὴ ἐπιγινώσκοντι, ὅτι ἐκεῖ μετανοήσει ὀλοφυρόμενος εἰς αἰῶνας ἀνόνητα.

Οὐαὶ τῷ λέγοντι, ὅτι τὸ παρὸν χρήσομαι τῇ σαρκὶ καὶ ἐν γήρᾳ μετανοήσω, ὅτι ὡς παγίας, οὕτως ἐπελεύσεται αὐτῷ ἄφνω ὁ θάνατος, καὶ ἡ προσδοκία αὐτοῦ ἀπολεῖται. Οὐαὶ τῷ ἑκουσίως ἁμαρτάνοντι καὶ αὔριον μετανοεῖν βούλεται, οὐ γὰρ ἐπιγινώσκει τί τέξεται ἡ ἐπιοῦσα καὶ ἡ ἐν μέσῳ νύξ. Οὐαὶ τῷ διδόντι χεῖρα τῷ πονηρῷ, γινώσκοντι τὸ ἀγαθόν, ὅτι πονηροὶ ἄγγελοι παραλήψονται αὐτὸν ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου αὐτοῦ. Οὐαὶ τῷ τιθέντι πρόσκομμα τῷ πλησίον ἐκ τῶν ἑαυτοῦ πράξεων πονηρῶν, ὅτι λόγον ὑφέξει ἐν ἡμέρᾳ κρίσεως ὑπὲρ ὧν καὶ ἄλλους ἐσκανδάλισεν ἐν τοῖς αὐτοῖς πονηροῖς αὐτοῦ ἐπιτηδεύμασιν. Οὐαὶ τῷ ἀποτασσομένῳ τῷ κόσμῳ καὶ πάλιν τὰ τοῦ κόσμου φρονοῦντι, ὅτι ἡ παραβολὴ τοῦ ἀρότρου μετελεύσεται αὐτόν. Οὐαὶ τῷ ἐξακολουθοῦντι τοῖς θελήμασι τῆς σαρκὸς καὶ καταφρονοῦντι τῆς ἐπιμελείας τῆς ψυχῆς αὑτοῦ, ὅτι διαλυθήσεται εἰς γῆν ἡ ζωὴ αὐτοῦ καὶ ἡ ἐλπὶς αὐτοῦ.