Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας καὶ ὑπομονῆς

Ἐφραίμ ὁ Σύρος

Το παράδειγμα των Μαρτύρων και η προσφορά του πνευματικού ταλάντου

Αντιπαραβολή της καρτερίας των αγίων Μαρτύρων με τη ραθυμία των πιστών, συνοδευόμενη από την αυτομεμψία του συγγραφέα, ο οποίος προσφέρει τον λόγο του ως πνευματικό τάλαντο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Βλέπε πόσην ἀμοιβὴν Θεῷ ἀνταπέδωκαν οἱ ἅγιοι Μάρτυρες ἐπὶ γῆς ἀθλήσαντες· πόσην τὴν παρρησίαν πρὸς Θεὸν ἐκτήσαντο διὰ τοῦ μαρτυρίου πταίσματα ἀπαλείψαντες. Καὶ οὐ μόνον ἐν τούτῳ τὴν δωρεὰν ἔλαβον, ἀλλ᾽ ἕτι εἰς προσθήκην καὶ βασιλείαν οὐρανῶν μετὰ καὶ παραδείσου· ἐξέχεαν γὰρ αὐτῶν ἀντίρροπον τὸ αἷμα, τοῦ ὑπὲρ πάσης τιμῆς ἀτιμήτου αἵματος, τουτέστι Δεσπότου· καὶ λοιπὸν εἰς τὸ στάδιον ὑπὲρ τοὺς υἱοὺς ἀλλὰ καὶ ὁμοζύγους προκρίναντες τοῦ Θεοῦ τὸν πόθον ἐστέφθησαν, ἵνα διὰ τῆς πείρας τῶν μαστίγων ἐλθόντες τοὺς στεφάνους τῆς ἑαυτῶν ἀθλήσεως δέξωνται. Τοσοῦτον γὰρ τὴν αὐτῶν διάνοιαν ὁ πόθος εἵλκυσεν ὁ τοῦ Σωτῆρος πρὸς τὸ αὑτοῦ στάδιον, ὥστε καὶ ὠνήσασθαι τοὺς φθαρτοὺς τὰ ἄφθαρτα.

Ἡμεῖς δὲ τῷ Δεσπότῃ καὶ Βασιλεῖ τῆς δόξης ποῖον ἀνταπόδομα προσάξομεν οἱ δοῦλοι, ὅτιπερ οὐ λόγῳ τὴν προσβολὴν φέρομεν, πολλάκις ὑπὸ ἀδελφοῦ ἡμῖν προσφερομένην; Λήθῃ παραδόντες τὰ ἑαυτῶν τραύματα, κρυπτά τε καὶ φανερά, ἅπερ οἶδεν ὁ Θεός, καὶ ἀέρος νιφάδα φέρειν οὐ δυνάμεθα. Ἄλλοι διὰ τὸν Θεὸν πρισθέντες ἐστέφθησαν, ἡμεῖς δὲ ἐκτὸς βασάνων δυνάμενοι μαρτυρεῖν, τὰ ἐναντία πράττοντες, ἄχρηστοι μένομεν καὶ ὑπὸ τῶν θηρίων λοιπὸν ἁλισκόμεθα, τῶν νοητῶν ἐκείνων καὶ πονηρῶν δαιμόνων.

Τί ποιεῖς, ὦ ἄνθρωπε, ἀμελῶν τῆς ἀρετῆς; Ἔδωκέ σοι ὁ Πλάστης ὡς χρυσὸν χωνεύεσθαι, τουτέστι δι᾽ ὕβρεων καὶ πειρασμῶν, ἵνα σκεῦος ἐκλογῆς δειχθεὶς καὶ καθαρότητος δι᾽ ὑπομονῆς πολλῆς καὶ τῆς μακροθυμίας· ἀνὴρ γὰρ ἀπείραστος ἀδόκιμος τυγχάνει. Ἐγὼ μόνος ὁ καὶ ταῦτα συντάξας, ὁ ἐν πᾶσιν ἀχρεῖος, ἀλλὰ καὶ ἁμαρτωλός, ὁ ἀκτήμων ὑπάρχων ἀπὸ πάσης ἀρετῆς, ὃς οὐκ εἰμὶ ἱκανὸς ἀδελφὸς ὑμῶν καλεῖσθαι, ὅτι μοι τὴν πρόξενον γενομένην στεφάνου θλῖψιν ἀπέφυγα, ἀδόκιμος ὑπάρχων, ὁ καὶ κατατολμήσας ἐπαινεῖν τοὺς Μάρτυρας.

Ὅταν γὰρ τῶν τοιούτων ἐπαίνων ἐφάψομαι, πικρῶς ἀποδύρομαι, δεινῶς ἁλίσκομαι, κεντᾷ με τὸ συνειδὸς καὶ πλήττει με τῶν ἔργων τῶν κακῶν ἡ ἀμοιβὴ ἐν τῇ μελλούσῃ κρίσει· οὐ γάρ εἰμι ἄξιος ἀτενίσαι εἰς τὸ ὕψος 〈τοῦ οὐρανοῦ〉, ὑπ᾽ αὐτῶν βαρυνόμενος καὶ καταφερόμενος. Ἐὰν γὰρ ἄρξωμαι λέγειν Μαρτύρων ἐγκώμια, ἐπέρχεταί μοι ὡς θὴρ ἡ συνείδησις μεταξὺ τῶν λογισμῶν καὶ Θεοῦ [ἐλέγχοντος] τοῦ τὰ κρυπτὰ βλέποντος τῶν ἀνθρώπων ἁπάντων.

Φησὶ γάρ· καὶ σὺ τίς εἶ, ὁ ἐναμβρυνόμενος ταῖς ἑτέρων πράξεσι, αὐτὸς ὢν ἄπορος πάνυ; Ποίαν αὐτὸς δώσει ἀπολογίαν τῷ ἐκ σκότους εἰς φῶς ἐνεγκόντι σε Θεῷ, τολμῶν λέγειν ἀρετάς, ὧν οὐκ εἶ σὺ μιμητής; Μᾶλλον δὲ μέχρι τίνος ἡσυχίαν οὐκ ἄγω, ὡς μηδὲν κεκτημένος, λέγειν τὰ ὑμέτερα; Ἐπειδὴ 〈δὲ〉 Δεσπότην φιλάνθρωπον κέκτημαι, οὐ παύσομαι τοῦ λέγειν Μαρτύρων ἐγκώμια.

Νόμισον, ἐγὼ μόνος ὑπάρχω ἀνάξιος, καὶ πάσης ἀρετῆς ἄπορος τυγχάνω. Ὅμως τοῖς τραπεζίταις καταβάλλω τὸ χρῆμα, ἵνα ἐλθὼν ὁ Κύριος ἀπαιτήσῃ σὺν τόκῳ, ἵνα καὶ τοῦ ταλάντου ἐκφύγω τὸ ἔγκλημα, ἵνα μὴ κατακριθῶ σὺν τῷ καταχώσαντι τὸ τάλαντον ἐκείνῳ τῷ πονηρῷ ἀνθρώπῳ. Καὶ δίδωμι συμβουλὴν τῷ θέλοντι σωθῆναι, οὐχ ἵνα μιμήσηται ἐμὲ τὸν ἁμαρτωλόν, ἀλλ᾽ ἵνα μου τοὺς λόγους ὡς σοφὸς προσδέξηται.