Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Πνευματικός αγώνας, έσχατη κρίση και θείο έλεος

Αποκοπή των παθών, αναφορά στην ανάσταση των νεκρών και επιβεβαίωση της αποδοχής των μετανοούντων από τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Ἐκκόψωμεν οὖν τὰ κακὰ ἤθη τῆς ἑαυτῶν ψυχῆς, καὶ ἀντὶ τῶν καυστήρων χρησώμεθα θείῳ φόβῳ, ἐν ᾧ δυνησόμεθα ἀντιστῆναι τὰ τῆς ἁμαρτίας ῥεύματα, ἵνα μὴ αἰσχυνθῶμεν ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὅτε πάντα εἰς φῶς ἔρχεται, εἴτε ἀγαθόν τις ἔπραξεν, εἴτε φαῦλον. Φησὶ γὰρ ἡ ἁγία Γραφή· τί ἐστιν ἡ ζωὴ ἡμῶν; Ἀτμίς ἐστιν, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη.

Καταλείψωμεν οὖν τὰς ἀκανθοφόρους ἐπιθυμίας τῷ σώφρονι λογισμῷ, ἀνακρούοντες τὰς ὁρμὰς τῶν φιληδόνων λογισμῶν, διότι γέγραπται· ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι· ὅπως χάριτι τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐπιτύχωμεν τῆς ἀφθάρτου ζωῆς, λήθην ποιησάμενος τῶν ἡμετέρων ἁμαρτιῶν ὁ Κύριος διὰ τῶν αὑτοῦ οἰκτιρμῶν καὶ τῆς ἡμῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας. Κἂν γάρ τις τῶν δοκούντων περισσοτέρως κεκοπιακέναι γογγύσῃ ἐπὶ τῇ πολυσπλαγχνίᾳ τοῦ Δεσπότου, ὡς ὅτι ταχὺ προσελήφθης, ὑπὲρ σοῦ ἀπολογήσεται αὐτὸς ὁ πάσης κτίσεως 〈Κύριος〉 λέγων· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι, ὡς καὶ σοί. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.