Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Η αναγκαιότητα της μετανοίας και της εξομολόγησης

Επίγνωση των αμαρτημάτων και θεώρηση της μετανοίας ως πνευματικού και ιαματικού μέσου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Προσπέσωμεν οὖν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον τῆς ἀγαθότητος αὐτοῦ, ἐξομολογούμενοι καὶ λέγοντες· σὺ ἡμῶν εἶ Θεὸς καὶ οὐχ ἕτερος, Κύριε. Σοὶ ἡμάρτομεν καὶ σοὶ προσπίπτομεν, Κύριε· οὐ γάρ ἐστιν ὁ ἀντιτασσόμενός σοι ἐν τῷ θέλειν σε σῶσαι ἡμᾶς, Κύριε. Ἀγαθὸς γάρ ἐστιν ὁ Κύριος καὶ ἐλεήμων· κἂν γὰρ κατὰ συναρπαγὴν ἐπταίσαμεν, διὰ μετανοίας σπουδάσωμεν ἰαθῆναι· εἰ δὲ καὶ ὡς ἄνθρωποι ὑπεσύρημεν πάθει, μὴ εἰς τέλος ἀπογνῶμεν ἑαυτῶν, ἀλλ᾽ ἐπιγνόντες τὸν καλέσαντα ἡμᾶς Θεόν, καὶ εἰς ἣν κλῆσιν ἐκλήθημεν, ἀκούσωμεν αὐτοῦ λέγοντος· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὐκ ἐπί τινων δὲ ἁμαρτημάτων ὥρισε τὴν μετάνοιαν, ἐπί τινων δὲ οὐ· ἀλλὰ πρὸς πᾶσαν πληγὴν τῆς ἁμαρτίας δέδωκεν ἡμῖν ὁ μέγας τῶν ψυχῶν ἡμῶν τοῦτο ἰατρὸς τὸ φάρμακον.