Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Ο φόβος του Θεού και η θεία παντοδυναμία

Σύγκριση του ανθρώπινου φόβου με τον φόβο του Θεού και αναφορά στο μεγαλείο και την άρρητη δύναμη του Δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Λόγος περὶ μετανοίας Μὴ οὖν φοβηθῶμεν μάταιον φόβον, καὶ φόβον, ὃς οὐκ ἔστι φόβος· ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Τίς ἀνθρώπινος φόβος πρὸς τὸν τοῦ Θεοῦ φόβον; Τίς δόξα ἀνθρώπου φθειρομένου πρὸς τὴν τοῦ Θεοῦ μεγαλωσύνην καὶ ἄρρητον δύναμιν καὶ ἀκήρατον δόξαν; Ἐπεὶ οὖν τὰ γήϊνα ἐπισυρόμενοι, τοῖς ἀοράτοις ἐπιβαλεῖν τὸν ἑαυτῶν νοῦν διὰ τῆς πίστεως καὶ φωτισμοῦ τῆς γνώσεως οὐ δυνάμενοι. Κἂν ἐκ τῶν ὁρωμένων τεκμαιρόμενοι τὴν ἄρρητον δύναμιν τοῦ ἀφθάρτου Θεοῦ, φοβηθῶμεν αὐτόν.

Βασιλεὺς ἐὰν βουληθῇ μεταστῆσαι πέτραν, ἐὰν μὴ χρήσηται μαγγάνοις καὶ βοηθείαις, μετακινῆσαι αὐτὴν οὐ δύναται· αὐτὸς δὲ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Οὐκ ἐξίσταταί σου ἡ διάνοια; Ὄρη καὶ βάρη σαλεύει αὐτοῦ τὸ ὄμμα· καὶ πάλιν τῷ θελήματι αὐτοῦ τὰ σύμπαντα στηρίζει τῷ ἰδίῳ λόγῳ. Οὐ θαυμάζεις δὲ καὶ ἐπὶ τῇ ἐκλάμψει τῆς ἀστραπῆς καὶ ἐπὶ τῷ ἤχει τῆς βροντῆς, ὅτι οὐ μόνον ἄνθρωποι καταπτήσσουσιν, ἀλλὰ καὶ κτήνη καὶ θηρία καὶ ὄρνεα καὶ τὰ ἐν ὕδασι πετόμενα; Καὶ ὅσα ἂν εἴπωμεν, οὐκ ἀφικώμεθα.