Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας
Ο κίνδυνος της αναβολής και ο εσχατολογικός χαρακτήρας της μετανοίας
Τελική προειδοποίηση για την ανυπαρξία μετανοίας μετά τον θάνατο και δοξολογική κατακλείδα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο κίνδυνος της αναβολής και ο εσχατολογικός χαρακτήρας της μετανοίας
Τελική προειδοποίηση για την ανυπαρξία μετανοίας μετά τον θάνατο και δοξολογική κατακλείδα.
Ἔστιν οὖν μετάνοια, ὦ ἄνθρωπε· οὐδὲν γὰρ Θεῷ ἀδύνατον. Ἐκείνοις οὐκ ἔστι μετάνοια, τοῖς ἐμπορευομένοις μετάνοιαν. Ὁ διαμένων ἐν ἁμαρτίᾳ ἐπ᾽ ἐλπίδι μετανοίας, οὐκ ἔχει μετάνοιαν· ἐπὶ τῶν τοιούτων καὶ εἴρηται, μὴ ἰσχύειν τὴν μετάνοιαν, ὅτι ἡγεῖται τὸν Θεὸν τοῖς ἐμπαίκταις ἐπιτερπόμενον. Ὁ καταφρονῶν Θεοῦ, ἵνα Θεῷ εὐαρεστήσῃ, οὐκ ἔχει μετάνοιαν. Ὁ γνοὺς τὸ κακόν, ὅτι ὀλέθριον, καὶ μὴ ἀφιστάμενος, ἀσύγγνωστα ἕξει μετὰ θάνατον, ἐπεὶ τῇ κακίᾳ ἐλειτούργησεν. Ἐπὶ κρίσεως οὐκ ἔστι μετάνοια, ὅτι ὁ κριτὴς οὐκ εἰς τὸ συγγνῶναι κατέστη, ἀλλ᾽ εἰς τὸ διακρῖναι ὁμολογουμένας πράξεις. Ἀπόφασις ἕπεται ἐπὶ τῆς κρίσεως, καὶ πῶς δυνατὸν μετανοῆσαι ἐπὶ τῆς ἀναστάσεως; Εἰ μὲν γὰρ ἐγειρόμεθα εἰς τεκνογονίαν καὶ βίου κατάστασιν, ἐλπὶς ἧν μετανοίας ἔχουσι πάλιν τὸν βίον γυμνάσιον, καὶ τὴν προαίρεσιν ἐλευθέραν, καὶ τὴν διάνοιαν ἐν ἐξουσίᾳ. Οὐδεὶς εἶδεν ἐπὶ τοῦ δικαστοῦ λῃστὴν δεσμῶν ἐλεύθερον, οὐδὲ μοιχόν, οὐδὲ τυμβωρύχον βαδίζοντα ἄφροντιν. Οὕτως οὖν καὶ ἐπὶ τῆς κρίσεως δεσμὸν ἔχομεν τὸν ἔλεγχον, καὶ φυλακὴν τὴν ἐπιτίμιον παράστασιν, καὶ καταδούλωσιν τὸ συνειδός, καὶ τὴν ὁρμὴν τῆς προαιρέσεως ἀργοῦσαν διὰ τὴν τοῦ κριτοῦ ἐξέτασιν.
Οὐ κηρύσσω μετάνοιαν, ἵνα μὴ καταφρονήσῃς· οὐκ ἀποβάλλομαι δὲ αὐτήν, ἵνα μὴ ἀπελπίσῃς. Οὐ λέγω, νῦν καταφρόνησον, καὶ τότε μετανόησον. Οὐ διδάσκω διὰ βίου ἁμαρτάνειν, καὶ ἐπὶ τῆς κρίσεως μετανοεῖν. Εἶπε καὶ ὁ Προφήτης, ὅτι ἐν ᾅδου οὐκ ἔστιν ἐξομολόγησις. Ἔστι καὶ μετὰ τὸ βαπτισθῆναι μετανοῆσαι ἁμαρτήσαντας ἡμᾶς· οὐκ ἐστι δὲ ἐπελπίζοντας τῇ μετανοίᾳ καταφρονεῖν.
Εἰ ὁ εἰδὼς τὸ καλόν, καὶ μὴ ποιῶν αὐτό, ἁμαρτίαν ἔχει, πολλῷ μᾶλλον τὸ κακὸν ὁ εἰδώς, καὶ ποιῶν αὐτό. Εἰ δὲ καλὸν ἡ μετάνοια, ὁ ταύτην ὑπερτιθέμενος κακὸν ποιεῖ· καὶ αὐτὴ δὲ ἀγανακτήσει κατ᾽ αὐτοῦ ἡ μετάνοια, ὅτι ἐνόμισεν αὐτὴν φοβεῖσθαι τὸ κακόν, ὥστε σοὶ βοηθῆσαι μὴ δύνασθαι. Εἰ δὲ ἡδόμενος τῇ κακίᾳ συμπαραμένεις, καὶ ἀποστραφήσεταί σε, ὅτι ἐπιγνοὺς αὐτῆς τὸ καλόν, τὴν κακίαν αὐτῆς προέκρινας. Μετάνοια κηρύττει ἄφεσιν, οὐκ ἐνδέχεται δὲ καταφρονεῖν αὐτῆς. Παραμένει ἐπιστρέφουσι, καὶ ἀποστρέφεται τοὺς ἐπιμένοντας τῇ κακίᾳ. Ἄκουσον τί λέγει ὁ Θεός· ἀσεβὴς ἐμπεσὼν εἰς βάθος κακῶν καταφρονεῖ· ὅθεν φησί· κεκράξονται πρός με καὶ οὐκ εἰσακούσομαι αὐτῶν.
Λέγεις, μὴ εἶναι μετὰ τὸ βάπτισμα μετάνοιαν. Καὶ πῶς ἔφη ὁ εὐαγγελιστὴς Ἰωάννης ὅτι τὸν Χριστὸν παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου; Καὶ ἑαυτὸν συμπαρείληφεν ὁ Ἅγιος, ἵνα δείξῃ διαβαίνειν καὶ εἰς τοὺς μετὰ τοσαύτην χάριν καὶ τηλικαύτην ἡμαρτηκότας τὴν μετάνοιαν, εἰς ὅσην καὶ ἡλίκην ὁ ἁγιώτατος ἤνεγκεν εὐαγγελιστὴς [ὁ Ἰωάννης].
Καὶ λέγεις, μετὰ τὸ βάπτισμα μὴ εἶναι μετάνοιαν; Σὺ εἶ ὁ δοῦλος ὁ κακός, ὁ χώσας ὑπὸ τὴν γῆν τὸ τάλαντον· οὐ γὰρ ἐκήρυξας τὴν μετάνοιαν, ἵνα ὁ λόγος δι᾽ αὐτῆς ἐμπορεύσηται ψυχὰς ἁμαρτωλῶν εἰς περιποίησιν σωτηρίας ἀπὸ τῆς κατακρίσεως. Οὐκοῦν μάθε ὅτι ἀσεβές ἐστι τὸ ἀπειθεῖν τῇ μετανοίᾳ.
Ἀπὸ ταλάντων οὖν τοῦ λόγου ἠρξάμεθα, ἐπὶ τάλαντα καταλήξωμεν, πολυπλασιάζοντες Θεῷ τὴν σωτηρίαν ἡμῶν, ἵνα ἐπὶ τῆς ἀναστάσεως ἡμᾶς ἀποδέξηται τῷ ἐλέει καὶ τοῖς οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.