Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Η υπεροχή της μετανοίας έναντι του μωσαϊκού νόμου και η πνευματική λατρεία

Αντιπαραβολή των έργων της μετανοίας με τις νομικές θυσίες της Παλαιάς Διαθήκης, η ανάδειξη των πιστών σε ιερείς του Θεού και η αξία της ελεημοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 10

Ἔδωκε τὴν μετάνοιαν, ὡς ὕδωρ καθάρσιον. Ἄν τι πλημμελήσωμεν, ἐν αὐτῇ ἀπολουόμεθα. Ἔχομεν αὐτὴν λουτρόν, οὐχὶ παλιγγενεσίας μόνον, ἀλλὰ ἀνακαινίσεως. Ἐάν τι ἁμαρτήσωμεν, δι᾽ αὐτῆς ἀποπλυνόμενοι καθαροὶ γινόμεθα.

Ἔσχεν ὁ νόμος δαμάλεως σποδὸν εἰς ῥαντισμόν, ἡμεῖς τῆς μετανοίας ἔχομεν τὴν νέκρωσιν. Ἐκεῖ διὰ σποδοῦ ἐκαθαίροντο, καὶ ἡμεῖς ἄρτον ὡς σποδὸν ἐσθίοντες τῶν ἐγκλημάτων ἀπαλλαττόμεθα. Ὁ νόμος δίδωσι καὶ ὕσσωπον πρὸς καθαρισμόν, τὸ δὲ Εὐαγγέλιον βοτανοφάγιον ἐξαγγέλλει εἰς τὴν διὰ τῆς μετανοίας συγγνώμην. Πόας φαγὼν ὁ Βαπτιστὴς ἀπέδωκεν ἄνδρα τέλειον· ὅτι περὶ μετανοίας κηρύσσων σκοπὸς μετανοούντων ἐγένετο. Εἶχε καὶ ὕδωρ ὁ ῥαντισμὸς τῆς καθάρσεως, ἐπειδὴ καὶ παρ᾽ ἡμῖν μέτρῳ τὸ ὕδωρ οἱ μετανοοῦντες πίνουσι.

Τοῦ Θεοῦ τὸ θυσιαστήριόν ἐστιν ἡ μετάνοια· δι᾽ αὐτῆς γὰρ οἱ ἁμαρτάνοντες αὐτὸν ἐξιλάσκονται· ἀλλὰ καὶ ἀδάπανον ποιεῖ τὸν προσάγοντα, ἵνα πόσον ἐστὶ τὸ μέσον τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου νοήσωμεν. Πολλάκις διὰ τὸ ἀνάλωμα τινὲς ἐν τῷ νόμῳ παρῃτοῦντο ἐξαγγεῖλαι αὐτῶν τὰς ἁμαρτίας, καὶ ἐγένετο πρόφασις κακίας ἡ φειδὼ τῆς θυσίας. Περιεῖλε καὶ τοῦτο ὁ Χριστὸς παραγενόμενος, δοὺς τὴν μετάνοιαν ἀδάπανον θυσιαστήριον. Οἶμαι χαίρειν τὸν Ὄφιν ἐπὶ τῇ φειδοῖ τῶν θυόντων· αἰτίαν γὰρ εὕρισκε παρανομίας. Δυσὶ κακοῖς ἡλίσκοντο οἱ φειδόμενοι· ὅτι οὐχ ὡμολόγουν ἐπὶ ταῖς ἁμαρτίαις, καὶ ὅτι κατεφρόνουν τοῦ νόμου.

Ὅρα πόσα ὁ Σωτὴρ εὐηργέτησεν, ὅτι διὰ τῆς μετανοίας ἑκάτερον πρόρριζον ἐξωλόθρευσε. Πολλοὶ καὶ πενόμενοι, οὐ φειδόμενοι δέ, οὐκ ἐθυσίαζον· ἡ δὲ μετάνοια προφθάνει καὶ τῶν πενήτων τὴν πρόφασιν· ὅτι δίχα ἀναλωμάτων ἐξιλάσκεται.

Ἔνιοι ὀκνοῦντες ἢ προχείρως οὐχ εὑρίσκοντες, οὐκ ἔθυον ὑπὲρ ἁμαρτιῶν ἱλασκόμενοι· ἡ δὲ μετάνοια συνέστειλε τῶν πάντων τὴν πρόφασιν, προσφέρουσα θυσίαν συνειδήσεως. Οὐ ζητεῖ γὰρ ἔριφον, ἀλλ᾽ ἐξομολόγησιν· οὐκ ἀπαιτεῖ πρόβατον εἰς θυσίαν, ἀλλ᾽ ὁμολογεῖν ἀπὸ συνειδήσεως. Οὐκ ἔχεις τρυγόνα ὁ ἁμαρτήσας· Στέναξον, καὶ ὁ Θεὸς ὑπὲρ τρυγόνα σοι τοῦτο λογίζεται. Οὐκ ἔχεις ὄρνεον; Δάκρυσον, καὶ ἀντὶ θυσίας σοι λογισθήσεται. Οὐκ ἔχεις περιστεράν;

Ἐξάγγειλόν σου τὰς ἁμαρτίας Θεῷ, καὶ γίνονταί σοι ὁλοκαυτώματα. Ἐὰν εὔξῃ, δέχεται ὁ Θεός, ὡς μόσχον, τὴν προσευχήν σου. Ἐὰν γνησίως ὑποπέσῃς, ὑπὲρ ταύρου θυσίας ἡγεῖταί σου τὴν σπουδήν. Ὢ τῆς μεγίστης μετανοίας! Ὢ τῶν ἐν αὐτῇ θαυμασίων! Ὅτι μία οὖσα πάντα δύναται. Ἡ γῆ καρποὺς δίδωσι καὶ τὰ ποίμνια ἔρια, ἡ δὲ μετάνοια ὡς γῆ ἕστηκε καὶ ὡς στερέωμα, ἐπειδὴ ἀντὶ καρπῶν καὶ πετεινῶν γίνεται τοῖς ἁμαρτάνουσιν. Ἵνα τί σοι ἀγοράσαι πρόβατον; Ἡ μετάνοιά ἐστι τῆς Ἐκκλησίας τὸ ποίμνιον. Ἵνα τί σοι πρίασθαι ὄρνεον; Οὐρανός ἐστιν ἡ μετάνοια, ἀντὶ πετεινῶν, πείθουσα τὸν Θεόν. Ἵνα τί σοι μαγειρεύειν σεμίδαλιν; Αὕτη σε ἀκαπνίστῳ πόνῳ ἐξιλάσεται.

Ὢ τῆς τοῦ Εὐαγγελίου χάριτος! Ὅτι πάντα τὸν νόμον διωρθώσατο. Ὁ λαὸς αὐτὸς ἑαυτῷ γίνεται ἐν τῇ Ἐκκλησίᾳ ἱερεύς, ἐπειδὴ ἔχει τὴν συνείδησιν θυσιάζουσαν ὑπὲρ αὐτοῦ. Ἀπὸ καρδίας προσεύχεται, καὶ αὐτὸς ὑπὲρ ἑαυτοῦ ἐξιλάσκεται.

Οὐκοῦν οὐκ ἐν τῷ νόμῳ πληροῦται τὸ τοῦ Μωσέως λόγιον, ἀλλ᾽ ἐν τῷ Εὐαγγελίῳ συστήσεται· εἶπε γὰρ πρὸς τὸν Ἰσραήλ, ὅτι βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Καὶ Ἠσαΐας ὁμοίως εἶπεν· ὑμεῖς δὲ κληθήσεσθε ἱερεῖς Κυρίου, λειτουργοὶ Θεοῦ πάντες. Ἀλλ᾽ οὐδεὶς ἐκ τοῦ λαοῦ τῶν Ἰουδαίων ἑαυτὸν προσφέρει τῷ Θεῷ· ἐν δὲ τῇ Ἐκκλησίᾳ καὶ οἱ ἁμαρτωλοὶ μετανοοῦντες ἱερεῖς γίνονται, ὅτι ἑαυτοὺς τῷ Θεῷ ὡς θυσίαν προσάγουσιν.

Ὢ τῆς ἐνεργοῦς χάριτος τῆς μετανοίας! Ὅτι ἱερεῖς χειροτονεῖ τοὺς ἁμαρτήσαντας. Ὢ τῆς μεγίστης ἐν αὐτῇ παρακλήσεως! Ὅτι τοῖς μετανοοῦσιν ἱερατικὸν ἀξίωμα παρέχεται. Οὔπω ἀπηλλάγη τοῦ χρέους, καὶ γίνεται ὑπὲρ τὸ χρέος διὰ τῆς μετανοίας· οὔπω τὸ φορτίον ἀπέθετο, καὶ διὰ τῆς χάριτος ἐπικεκούφισται.

Ἐν τῷ ἀξιώματι ἀμεριμνεῖ. Τὸν ἱλασμὸν οὐκ ἐπαγγέλλεται καὶ τὴν ἄφεσιν, ἀλλὰ δίδωσιν· οὐκ εἰς ἐλπίδας ἄγει τὸν ἁμαρτήσαντα, ἀλλὰ φωνῇ μόνῃ κρατεῖ· πείθει ὅτι ἀπαλλαγήσεται. Λέγει πρὸς αὐτόν· ἐπίγνωθι, ὃ ἔχεις, καὶ μὴ ἀνάμενε· ἀλλ᾽ ἡ εὐεργεσία μείζων. Σύνες ὃ κρατεῖς, καὶ γνῶθι ὅτι ἤδη ἑαυτῷ πατρωνεύεις. Πείθω σε περὶ τῶν μελλόντων ἐκ τῆς δεδομένης σοι χάριτος.

Πιστώθητι περὶ εὐσπλαγχνίας Θεοῦ, ὅτι ἡδέως ἔσχεν, ὅτι προσῆλθες αὐτῷ. Δεικνύει σοι τὴν χρηστότητα, ὅτι σε πρὸ τῆς ἀφέσεως ἱερέα ἐχειροτόνησεν. Ὢ τῆς τοῦ Θεοῦ χάριτος! Ὃς μήπω λαβών, πρῶτος δίδωσι, καὶ ὅτι βραχὺ ὁρῶν μεγάλα χαρίζεται. Οὔπω ἐστέναξεν ὁ ἁμαρτήσας, καὶ ἤδη αὐτῷ παρρησίαν δέδωκεν· οὔπω ἐδάκρυσε, καὶ φθάσας παρέσχεν αὐτῷ τὴν πρὸς αὐτὸν πρόσοδον. Μεγάλη ἡ μετάνοια, καὶ Θεῷ λίαν προσφιλεστάτη, ὅτι τὸ θέλημα αὐτοῦ ὄντως ποιεῖ. Ἀρχιερατεύει Θεῷ ἐξόχως· ἰδοὺ γὰρ καὶ ἱερέας αὐτῷ χειροτονεῖ ὁσημέραι. Αὕτη ἐστὶν ἡ τοῦ Θεοῦ τράπεζα· δι᾽ αὐτῆς γὰρ ἐσθίει τῶν ἀνθρώπων τὴν σωτηρίαν. Λέγει καὶ ὁ Σωτήρ· ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἄρ᾽ οὖν ἡ μετάνοιά ἐστι τοῦ Θεοῦ ὁ ἄρτος ὁ θαυμάσιος. Ἐσθίει ὁ Θεὸς δι᾽ αὐτῆς τίνα; Τὴν ἐξομολόγησιν τῆς συνειδήσεως.

Πίνει διὰ τῆς μετανοίας τῶν δακρύων τὴν διάθεσιν. Ὀσμῆς εὐώδους ἀπολαύει ἐν αὐτῇ, τῶν στεναγμῶν τὴν γνησίαν αἴσθησιν· γίνονται γὰρ Θεῷ ὡς οἶνος εὐωδέστατος. Τὰ ποικίλα ἐδέσματα τοῦ Θεοῦ εἰσὶ ταῦτα, ἐγκράτεια, νηστεία, ἀγρυπνία καὶ προσευχὴ ἐκτενής, ὑποταγὴ μετὰ ταπεινώσεως· τούτοις γὰρ ὁ Θεὸς ἥδεται ἢ τοῖς ἄλλοις θύμασι. Λέγει γὰρ ἐν Ψαλμοῖς, ὅτι οὐ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι. Τί οὖν τρώγει ὁ Θεός, ὦ Προφῆτα; Τίνι χαίρει ποτῷ;

Ἀποκρίνεται Δαυῒδ καὶ λέγει· θέλεις ἵνα φάγῃ ὁ Θεός; Εἰ θέλεις θρέψαι Θεόν, θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ πᾶσαν τὴν τοιαύτην θυσίαν καταδέχεται· καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ προσφέρεις αὐτῷ ποτὸν ἄριστον.

Λέγει γὰρ Παῦλος ὁ ἀπόστολος ὅτι ἡ τῶν ἀγαθῶν ἔργων πρᾶξις ἄρτος ἐστὶ τοῦ Δεσπότου, τὴν λογικήν, φησί, λατρείαν ἡμῶν προσφέροντες· οἱ γὰρ πάντες ἐν τῷ ἑνὶ ἄρτῳ τοῦ Χριστοῦ ἓν σῶμα ἐσμέν· ἐν γὰρ τῷ Χριστῷ ὡς ἄρτος προσφερόμεθα· ὁ γὰρ Χριστός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ἡ μετάνοια τῶν ἁμαρτησάντων περιαίρει τὴν ῥυπαρὰν συνείδησιν.

Μετανοήσωμεν οὖν οἱ ἁμαρτήσαντες, ἵνα κατισχύσωμεν τοῦ Διαβόλου. Μετανοήσωμεν ἐκτενῶς, ἵνα τῷ Θεῷ τὰ ἀρεστὰ ποιήσωμεν. Πολύτροπός ἐστιν ἡ μετάνοια, διὸ καὶ ποικίλην ποιεῖται Θεῷ τὴν παράθεσιν. Τρέφει Θεὸν δι᾽ αἰνέσεως, ὡς εἴπομεν, καὶ πάλιν δι᾽ ἐξομολογήσεως. Τρέφει αὐτὸν δι᾽ ἐγκρατείας καὶ εὐσεβείας καὶ ἀσκήσεως. Τρέφει αὐτὸν δι᾽ ἐλεημοσύνης ποικίλως· ἄτοπον γὰρ ἀνθρώπους ἀρίστων ποιεῖσθαι ποικίλην παράθεσιν, τὸν δὲ Θεὸν ἕνα τρόπον ἔχειν παραθέσεως. Εἶπεν οὖν ὁ Χριστὸς τοῖς ἐλεήμοσιν, ὅτι ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τί οὖν; Οὐ παρῆν, καὶ πῶς εὖ πέπονθεν; Οὐ συνελάλει, καὶ πῶς συνήσθιεν; Οὐ συνεκλήθη, καὶ πῶς συνανέπιπτε; Λέγει ὁ Προφήτης ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῖ ὁ Θεός.

Ἄρ᾽ οὖν παρῆν πανταχῇ, καὶ ἀπέλαυε δοξαζόμενος. Τί οὖν; Καὶ τοῖς κακούργοις οὐ συμπάρεστι; Ναί, πάρεστιν ἵνα ἐλέγξῃ τὰ γινόμενα, οὐχ ἵνα συνευδοκήσῃ τῇ ἁμαρτίᾳ· ἡ γὰρ εὐδοκία τοῦ Θεοῦ ἐν τοῖς Ἁγίοις ἐστίν· ἡ δὲ ἐπιστασία τῆς ἀπειλῆς αὐτοῦ ἐν τοῖς παρανόμοις. Καὶ πῶς, φησίν, εἶπεν ὁ Προφήτης ὅτι μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ τῶν ἁμαρτωλῶν; Οἱ τυφλοί σε διδάξουσιν ὅτι φαίνει ὁ ἥλιος, καὶ αὐτοὶ αὐτὸν οὐ βλέπουσι, καὶ ἐγγὺς αὐτῶν ἐστι καὶ μακράν· 〈ἐγγὺς〉 εἰς ἔλεγχον, μακρὰν δὲ εἰς εὐδοκίαν. Εἰ ποιεῖ τις ἐν κρυφίῳ τι, κἀγὼ οὐκ ὄψομαι αὐτόν, φησὶ Κύριος; Οὐκοῦν ἐγγύς ἐστιν ἵνα ἐλέγξῃ, μακρὰν δέ, ὅτι οἱ ἁμαρτωλοὶ αὐτὸν οὐχ ὁρῶσι.

Τί οὖν; Οἱ δίκαιοι αὐτὸν ὁρῶσι, ὅτε πράττουσι τὸ καλόν; Τὸ Εὐαγγέλιόν σε διδάξει, λέγον· τῷ δεχομένῳ τοὺς λόγους μου ἐμφανίσω αὐτῷ ἐμαυτόν, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν. Πῶς ἔσται ταῦτα; Λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. Ὅτε οὖν ξένους δέχῃ διὰ τὸν Χριστόν, ὁρᾷς τὸν Χριστόν, ὅταν ἀσθενοῦντας ἀναπαύσῃς δι᾽ αὐτόν, βλέπεις αὐτόν, ὅτε ποιεῖς πᾶν ὁτιοῦν δι᾽ αὐτόν, ὑπ᾽ ὄψιν σοῦ ἐστι, καὶ θεωρεῖς τὸν Θεόν. Ὁ Θεός, φησίν, ἀγάπη ἐστίν. Ἐὰν τὴν ἀγάπην ἔχῃς, ὁρᾷς ὃν ἔχεις ἐν σοί.

Πῶς δὲ ὁρᾷς; Καὶ πάλιν ἄκουσον· χαίρῃ ποιῶν τὸ καλόν, ἀγαλλιᾷ πράττων ἀγάπην, εὐφραίνῃ ἐκτελῶν ὑπακοήν. Ἡ οὖν ἀγάπη ἐστὶ χαρὰ καὶ ἀγαλλίασις· αὕτη δέ σοι συνεργός ἐστιν ἐν ταῖς ἀγαθαῖς πράξεσι. Βλέπεις Θεὸν τὸν συνεργοῦντά σοι· οὐδεὶς γὰρ ἀγνοεῖ τὸν σὺν αὐτῷ ἐργαζόμενον. Ἀγάπη οὐκ ἐμφαίνεται τοῖς ὀφθαλμοῖς τῆς σαρκός. Οὔτε εἶδέ τις δικαιοσύνην, οὔτε ἔδειξεν ἄλλῳ τὴν ἑαυτοῦ ἁγιότητα· φαίνεται δὲ τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς. Χαίρων καὶ ἀγαλλιώμενος ἐφ᾽ οἷς πράττεις ἀγαθοῖς, ὁρᾷς τὸν Θεόν, καὶ μὴ ἀρνοῦ ὅτι οὐ βλέπεις αὐτόν· ὁ γὰρ Θεὸς ἀγάπη ἐστί. Μὴ ἐπειδὴ οὐχ ὁρᾷς σωφροσύνην, οὐ βλέπεις αὐτὴν διὰ τῆς πράξεως; Οὕτως, εἰ καὶ μὴ ὁρᾷς Θεὸν τοῖς αἰσθητοῖς ὀφθαλμοῖς, ἀλλὰ διὰ τῆς ἀγάπης βλέπεις αὐτόν· πᾶς γὰρ ὁ ποιῶν τὸ καλὸν χαίρει· διὸ καὶ Παῦλος εἴρηκε· πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε.

Καὶ πῶς, φησίν, εἶπε τὸ Εὐαγγέλιον, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε; Οὐκ εἶδε μὲν οὐδεὶς μέγεθος ἢ φύσιν· διὰ συμβόλων δὲ εἶδον οἱ Ἅγιοι. Διὰ πυρὸς βάτου ὁ Μωυσῆς, διὰ λαίλαπος ὁ Ἰώβ, διὰ νεφέλης ὁ Ἠσαΐας, διὰ φωτὸς ὁ Παῦλος, διὰ φωνῆς πᾶς ὁ Ἰσραήλ. Καὶ νῦν οἱ Ἅγιοι διὰ τῶν πράξεων, δηλαδὴ διά τινων μέσων χειραγωγούμενοι. Οἱ βασιλεῖς ἀγνοούμενοι φαίνονται, ἀλλὰ διὰ τέχνης γραφικῆς. Οὐκ οἶδας τὸν βασιλέα, καὶ ὁρᾷς αὐτὸν εἰς τὰς εἰκόνας· οὐκ οἶδας τοῦ οἰκοδόμου τὸ πρόσωπον, καὶ ἐν τῇ οἰκοδομῇ ὁρῶν τὸ ἔργον, βλέπεις τὸν ἄνθρωπον. Οὕτως αὐτὸν βλέπεις, ὅτι θαυμάζεις. Οὐ γνωρίζεις τὸν τέκτονα, ἀλλ᾽ ἀπὸ τῆς γλυφῆς ὁρᾷς αὐτόν, καὶ ἑτέροις ἀγγέλλεις τὰ περὶ αὐτοῦ. Ὁρᾷς παρά τινος σφαγέντα λέοντα, καὶ μὴ εἰδὼς θαυμάζεις αὐτὸν διὰ τῆς ἰσχύος. Ἀκούοντες περὶ τοῦ Δαυΐδ, ὅτι τὸν Γολιὰθ λίθῳ ἀπέκτεινεν, ὁρᾶν δοκοῦμεν τὸν δίκαιον, καὶ ἀπὸ τῆς πίστεως τὸν ἄνδρα θαυμάζομεν. Εἶπε καὶ ἐν Ψαλμοῖς· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου· καὶ ἐμάθομεν ὅτι καὶ δι᾽ ἀκοῆς ἐστὶ θεάσασθαι.

Οὕτω μὲν οὖν καὶ ἡμεῖς ὁρῶμεν, ἐὰν θέλωμεν, καὶ διὰ τῆς ἀγαθῆς πράξεως· οἱ Προφῆται δὲ εἶδον γενναιότερον, ὅτι δι᾽ ἐμφανεστέρας ἐνεργείας ἐβιώσαντο. Ἔστι καὶ ἐν τοῖς ἀοράτοις ἰδεῖν πλέον καὶ ἔλαττον. Εἰσὶ καὶ πράττοντες τὸ καλὸν πλέον καὶ ἔλαττον. Καὶ εἰσὶν οἱ πλέον σπουδάζοντες, καὶ ἔλαττον πράττοντες, καὶ εἰσὶν οἱ ἔλαττον σπουδάζοντες, καὶ πλέον πράττοντες. Οἱ δίκαιοι διὰ μικρῶν πράξεων μᾶλλον δυσωποῦντες Θεὸν παρ᾽ ἐνίους πράττοντας πολλά· οὐ γὰρ πρὸς τὴν πρᾶξιν ἀφορᾷς ὁ Θεός, ἀλλὰ πρόθεσιν· καὶ οὐ βλέπει τὸ γινόμενον, ἀλλὰ τὸ διὰ σπουδῆς τελούμενον. Ἡ χήρα λύσει τοῦ εἰρημένου τὴν ζήτησιν, ὅτι δυσὶν ὀβολοῖς τοὺς πολυχρύσους ἐνίκησε. Καὶ ἐν τῇ σκηνῇ δὲ τοῦ μαρτυρίου οἱ τὰς αἰγείας τρίχας προσενέγκαντες ὁμοῦ τοῖς πολυχρύσοις εὐλογήθησαν· καὶ οἱ νήθοντες τὸν βύσσον σὺν τῷ χρυσῷ παραπλήσιοι ἦσαν τοῖς τρίχας ὑφαίνουσιν εἰς κάλυμμα τῆς σκηνῆς τοῦ μαρτυρίου.