Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας
Το μυστήριο του Σταυρού και η τυπολογία του χάλκινου όφεως
Ανάλυση της αναγωγής του χάλκινου όφεως στη σταύρωση του Χριστού, η οριστική ήττα του Διαβόλου και αντιρρητική πολεμική.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μυστήριο του Σταυρού και η τυπολογία του χάλκινου όφεως
Ανάλυση της αναγωγής του χάλκινου όφεως στη σταύρωση του Χριστού, η οριστική ήττα του Διαβόλου και αντιρρητική πολεμική.
Ὁλόκληρον οὖν ἀποβαλοῦ τὴν πονηρίαν. Μωυσῆς ὁ προφήτης, ὅτε ἥμαρτεν ὁ λαός, ἐκέλευσεν αὐτοῖς τὸν ὄφιν σταυρῶσαι, τουτέστι τὴν ἁμαρτίαν καταργῆσαι, καὶ οὐκ ἐποίησεν αὐτὸν διάκενον, ἀλλὰ χυτὸν καὶ ὁλοσφύρατον. Διὰ τί;
Ἵνα δείξῃ σοι ὅτι τελείως ὀφείλεις ἀποστρέφεσθαι τὴν πονηρίαν· καὶ ὁλοκλήρως χαλκοῦν αὐτὸν ἐποίησεν, ἐπειδὴ ῥίζα πάντων τῶν κακῶν ἐστὶν ἡ φιλαργυρία. Χυτὸν οὖν αὐτὸν ἐκ τῆς χώνης προέλαβεν, ἵνα σου τὴν πύρωσιν προχεομένην εἰς φθορὰν τῆς διανοίας ἀνακόψῃ. Ἐσταύρωσε δὲ τὰ τρία ταῦτα, ἐπειδὴ διὰ τούτων ὁ τῆς ψυχῆς θάνατος ἔχει τὴν πρόφασιν. Ὄφις ἧν τὸ βλεπόμενον.
Διὰ τί δὲ ἐν ὄφεσιν ἐπαιδεύθησαν; Ἐπειδὴ τὴν τῶν προπατόρων ἔννοιαν ἐπανειλήφασιν. Ἐκεῖνοι ἐπὶ βρώματι διπλοῦ καρποῦ παρέβησαν, καὶ οὗτοι ἐπὶ βρώμασιν ἐγόγγυσαν. Τὸ ἀπόντος λαλεῖν περί τινος κακὰ γογγυσμὸς καταλαλιᾶς ἐστι. Διὰ τοῦτο καὶ ψαλμὸς εἶπε· καὶ κατελάλησαν τοῦ Θεοῦ ἐν τῇ ἐρήμῳ.
Οὐκοῦν καὶ ἐν τῷ παραδείσῳ, ὃ γέγονε διὰ τοῦ ὄφεως, γογγυσμός. Εἶπε καὶ Μαλαχίας ὁ προφήτης τῷ Ἰσραήλ, ὅτι κατελάλησαν τοῦ Κυρίου. Οἱ δὲ εἶπαν· ἐν τίνι κατελαλήσαμεν αὐτοῦ; Ἄρ᾽ οὖν διὰ τὴν ὁμοίαν πρᾶξιν τοῖς ὄφεσιν ὑπεβλήθησαν, ἵνα μάθωσιν ὅτι ὁ τῷ Ἀδὰμ θανάτου πρόξενος Δράκων, καὶ αὐτοὺς ἐθανάτωσε. Διὰ τοῦτο ἐπὶ ξύλου τὸν ὄφιν ἤρτησεν, ἵνα καὶ τὸ δένδρον δεικνὺς πείσῃ τὴν ὁμοιότητα, καὶ οἱ προσέχοντες σῴζωνται· οὐ διὰ τὸν ὄφιν, ἀλλὰ διὰ τὴν μετάνοιαν. Ἔβλεπον γὰρ αὐτόν, καὶ τῆς ἁμαρτίας ὑπεμιμνῄσκοντο. Πρὸς ἐπιστροφὴν ἐνύττοντο, καὶ ἐσῴζοντο πάλιν· ἡ μετάνοια γὰρ καὶ τὴν ἔρημον οἶκον Θεοῦ ἐποίει. Ὁ γὰρ λαὸς ἁμαρτήσας διὰ μετανοίας ἐγίνετο ἐκκλησίας ἄθροισμα, καὶ ἄκοντες γὰρ προσεκύνουν τὸν σταυρὸν Ἰουδαῖοι· προεφήτευσε γὰρ ὁ Θεὸς τὴν σκληροκαρδίαν αὐτῶν.
Ὢ τῆς ἀσεβείας τῶν Ἰουδαίων! Ὅτι τὸν ὄφιν προσκυνοῦσι, καὶ τὸν Χριστὸν ἀποστρέφονται. Ὢ τῆς παρανοίας αὐτῶν! Ὅτι διὰ τὸν ὄφιν σταυρὸν σέβουσι, καὶ τὸν σταυρωθέντα Χριστὸν οὐ προσκυνοῦσιν. Ὢ τῆς μανικῆς καταστάσεως!
Ὅτι τὴν μὲν κακίαν αἰδοῦνται, τὴν δὲ εὐσέβειαν πολεμοῦσι. Ταῦτα δὲ ὁ Θεὸς ἐν τῷ ὄφει προεδείκνυε, κατηγορῶν τῆς ἀσεβείας τῶν Ἰουδαίων. Ταῦτα προέλεγεν, ὅτι μᾶλλον τὸν Δράκοντα ἢ τὸν Χριστὸν προσκυνήσουσιν.
Ἔδειξεν ὅτι τὰ εἴδωλα σέβουσιν, ἢ γὰρ τοῦ Θεοῦ ὑπακούουσι. Προηγόρευσε τὸ μέλλον, καὶ τὸ τέλος ἐμήνυσεν· ὅτι νεκρὸς ὁ ὄφις τοῖς δικαίοις ἐν Χριστῷ γενήσεται, ἀλλὰ τοῖς Ἰουδαίοις ζῶν καὶ ἐνεργῶν πιστευθήσεται. Χαλκοῦς ὁ δράκων. Διὰ τί; Ὅτι ᾔδει ὁ Θεὸς ὅτι τὴν κακίαν ὁ Ἰσραὴλ εἰδωλοποιήσας προσκυνήσει. Ὁ Θεὸς τὸν ὄφιν ἐσταύρωσεν, ἵνα δείξῃ ὅτι ἡ κακία νεκρά ἐστι τοῖς ὑπηκόοις τοῦ Θεοῦ. Ἐνέκρωσε τὴν ἁμαρτίαν, καὶ οἱ Ἰουδαῖοι ἐν τοῖς ἔργοις αὐτῶν ἐκ νεκρῶν αὐτὴν ἤγειραν. Ἰδοὺ ἀσεβῶν δύναμις· ὅτι καὶ αὐτοὶ ἐκ νεκρῶν ἐγείρουσι. Ἐπικατάρατος ἡ τοιαύτη ἐκ νεκρῶν ἀνάστασις· μικρὸν γὰρ ὕστερον ὡς φάσμα διαλυθήσεται. Ὅτι τῆς ματαιότητος σημειοφόροι οἱ Ἰουδαῖοί εἰσι, διὰ τοῦτο καὶ αὐτοὶ ματαιωθήσονται, καὶ ἡ πρᾶξις αὐτῶν.
Εἶπεν οὖν ὁ Θεὸς τοῖς Ἰουδαίοις· προσκυνήσατε τῷ σταυρῷ, ὅτι ἐν αὐτῷ σωθήσεσθε. Οἱ δὲ ἀφέντες αὐτὸν τῷ Διαβόλῳ ὑπήχθησαν. Ὁ Θεὸς τὸν Δράκοντα ἔδησε, καὶ οἱ Ἰουδαῖοι αὐτὸν λύουσιν. Ὁ Χριστὸς τὴν ἁμαρτίαν ἐσταύρωσεν ἐπὶ τοῦ οἰκείου σταυροῦ, καὶ ὁ Ἰσραὴλ οὐκ ἐπίστευσεν. Ἀνέβη ἐπὶ τὸν σταυρὸν οὐχ ὡς κατάκριτος, ἀλλ᾽ ἵνα σταυρώσῃ τὸν Δράκοντα, καὶ ὁ Ἰσραὴλ σταυρωθέντα αὐτὸν οὐκ ἐπελάβετο.
Θέλετε δεῖξαι ὑμῖν ὅτι δύο σταυροὶ ἦσαν ἐπὶ Χριστοῦ; Ἀπὸ τῶν λῃστῶν μάθετε. Θέλετε μαθεῖν ὅτι τὸν Δράκοντα λύουσιν οἱ Ἰουδαῖοι, ἵνα τὸν Χριστὸν μὴ παραδέξωνται; Ἀφέντες γὰρ τὸν ἀθῶον σταυροῦσθαι Χριστόν, τὸν Βαραββᾶν ᾐτήσαντο χαρισθῆναι αὐτοῖς. Ὃν ὁ Θεὸς κατέκρινεν, ἔλυσαν, καὶ τὸν ἀθῶον Χριστὸν κατέκριναν. Ὁρᾷς ὅτι τὸν Δράκοντα ὁ Θεὸς ἐνέκρωσεν, οἱ δὲ Ἰουδαῖοι αὐτὸν ἤγειραν; Λέγει ὁ Χριστός, δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, ἵνα δείξῃ ὅτι ἐν τῷ σταυρῷ αὐτοῦ τὴν κακίαν ἐσταύρωσεν· ὡς καὶ ὁ Πατὴρ αὐτοῦ ἐν τῇ ἐρήμῳ πεποίηκε.
Διπλοῦν ἐστιν ἐν τῷ σταυρῷ τὸ μυστήριον· τὸ δὲ ὅλον λυσιτελές· ἄφεσιν περιέχει ἁμαρτιῶν 〈καὶ〉 κακίας ἀναίρεσιν· καταλλαγὴν Θεοῦ καὶ ἀνθρώπου δηλοῖ, καὶ θανάτου καθαίρεσιν· σωτηρίαν εἰς περιποίησιν βασιλείας σημαίνει, καὶ τοῦ Δράκοντος τὸν θάνατον. Διὰ τοῦτο λέγει ὁ Χριστός· ὡς τὸν ὄφιν ὁ Μωυσῆς ἐν τῇ ἐρήμῳ ὕψωσεν, οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου ὑπὸ τῶν Ἰουδαίων. Ὕψωσιν καλεῖ τὸν σταυρόν, σημαίνων τὴν μετὰ τοῦτο εἰς οὐρανοὺς αὐτοῦ ἀνάστασιν. Πρόσχες δὲ ὅτι οὐκ εἶπεν ὁ Θεὸς καθαιρεθῆναι τὸν ὄφιν ἀπὸ τοῦ ξύλου τοῖς ὑπηκόοις· πάντα γὰρ ἡ ματαιότης ἀπὸ φθορᾶς εἰς φθορὰν παραδίδωσιν.
Ἡ ἀπώλεια τῆς ματαιότητός ἐστιν ἀδελφή· ἰδοὺ γὰρ τῷ Ἐχθρῷ παρέπονται. Ἐκ τῶν γεννηθέντων αὐτῶν ἐπιγνῶμεν, οἵας φύσεώς ἐστιν ὁ Ἐχθρός, καὶ φύγωμεν τῆς κακίας αὐτῶν τὴν κατάστασιν. Θέλω ἔτι ἐπιτεῖναι τὸν λόγον; ὁλοσφύρατον ὁ Θεὸς ἐσταύρωσε τὸν ὄφιν, ἵνα δείξῃ ὅτι οὐκέτι ὑποστήσεται ἐξοριζομένης αὐτοῦ πάσης τῆς ἐνεργείας. Ὁ ἰὸς τὸν χαλκὸν ἐγέννησε, τρέψας τὴν φύσιν αὐτοῦ εἰς ἀπωλείας φύσιν, καὶ ὁ χαλκὸς ἰὸν ἔτεκεν, ὅτι ἐκ τῆς τροπῆς αὐτοῦ προελήλυθεν, ἵνα νοήσωμεν πῶς εἴρηται ὅτι ψεύστης ἐστὶν αὐτός, καὶ ὁ πατὴρ αὐτοῦ. Ὅλον οὖν ἀπολέσει ὁ Θεὸς καὶ νεκρώσει· τοῦτο γὰρ καὶ ἐν τῷ Μωυσῇ ᾐνίξατο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.