Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Εσχατολογία: Ο μέλλων αιώνας, η ανάσταση και η αναίρεση του χιλιασμού

Θεολογική ερμηνεία των εσχάτων, απόρριψη της σαρκικής χιλιαστικής προσδοκίας, η πνευματική σημασία της Αποκαλύψεως και η ταυτόχρονη κρίση όλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 10

Εἶπε καὶ ἡ θεία Γραφή, ὅτι τοὺς τόπους τῶν Ἁγίων οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἡ καρδία στοχάζεται. Τίς οὖν ἔτι χρεία τῶν προσκαίρων εἰς τὴν αἰωνίαν κατάστασιν; Τίς ἐτῶν ἀριθμός, τοῦ αἰωνίου χρόνου ὑπάρξαντος; Πῶς δὲ ἔσονται ἔτη, νυκτῶν μὴ οὐσῶν, ἢ ἀριθμὸς ἑβδομάδων, μῆνες γὰρ οὐκ ἔσονται; Μίαν γὰρ ἡμέραν ἔχει ὁ μέλλων αἰών. Εἶπε καὶ ὁ Προφήτης· οὐκ ἔσται νύξ, οὔτε ἡμέρα, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς. Καὶ Ἠσαΐας διὰ τοῦτο εἶπεν, εἶναι τοῦ ἡλίου τὸ φῶς ἑπταπλάσιον, καὶ τῆς σελήνης ὡς τοῦ ἡλίου· οὐκ ἔσται γὰρ ἔκλειψις. Οὔτε πάλιν γενηθήσεται μηνοειδὴς καὶ διχομηνία, μὴ χρείας οὔσης τῆς τῶν μηνῶν περιδρομῆς εἰς τὴν τῶν τροπῶν κατάστασιν. Οὐκέτι ἔσται ὁ ἥλιος τοὺς δρόμους ἀμείβων καὶ τὰς ἐπιτολὰς αὐτοῦ παραλλάττων· ὅτι οὔτε χειμῶνος, οὔτε θέρους χρεία ἐπὶ τῆς ἀναστάσεως· μία γὰρ ἡμέρα ἔσται πᾶς ὁ μέλλων αἰών, καὶ οὐδὲν κινηθήσεται ἐκεῖ εἰς τροπὴν καὶ ἀλλοίωσιν. Εἶπε καὶ ὁ Ἀπόστολος ὅτι ἔτι ἅπαξ σεισθήσεται οὐ μόνον ἡ γῆ, ἀλλὰ καὶ ὁ οὐρανός, τουτέστιν ἀλλοιωθήσονται ἐπὶ τῆς συντελείας, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.

Τίς οὖν ἐκεῖ χρεία σπόρου, καὶ ὑετῶν, καὶ αὐξήσεως θέρους, καὶ μειώσεως φθινοπώρου, καὶ ἐκλείψεως ἐνιαυτοῦ, καὶ πάλιν ἀρχῆς; Αὕτη ἐστὶν ἡ ἐλευθερία τῆς κτίσεως, τοῦ μηκέτι δουλεύειν αὐτὴν τῇ ματαιότητι· οἱ γὰρ Ἅγιοι τοῖς αἰωνίοις κεχρημένοι, δουλείαν προσκαίρων οὐκ ἐπιδέονται.

Ἔστησεν ὁ Θεὸς ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Οὐχὶ ἡμέρας πολλάς, ἀλλὰ μίαν· ταύτης γὰρ ἡ νύξ ἐστι τὸ σκότος τὸ ἐξώτερον. Τοῖς Ἁγίοις ἡ μία ἡμέρα ἐστὶν ἡ αἰώνιος ἀπόλαυσις τοῦ φωτός, καὶ τοῖς ἁμαρτωλοῖς ἡ μία νὺξ 〈ἡ〉 αἰώνιος φυλακή. Διὸ καὶ ὁ Χριστὸς λέγει· οὗτοι πορεύσονται εἰς ζωὴν αἰώνιον, καὶ οἱ παράνομοι εἰς κόλασιν αἰώνιον. Ὁ ἥλιος καὶ ἡ σελήνη σὺν τοῖς ἄστροις εἰς ἕνα χῶρον συναθροίζονται τοῦ παραδείσου, καὶ γίνεται πάλιν σκότος ἡ νύξ· διὰ γὰρ τοὺς ἀνθρώπους τὰ στοιχεῖα τοῦ φωτὸς ἐτάγησαν ἐν τῷ στερεώματι, ἵνα ἔχωσιν ἄδειαν ἀπολαύσεως ἐπὶ τῆς γῆς περιπορευόμενοι.

Ἐποίει τὰ στοιχεῖα τὸν χρόνον, καὶ ἐφώτιζε, καὶ τὰ χρήσιμα τοῖς καρποῖς ἐχρησίμευεν, ἵνα μηνύσῃ τὴν τοῦ Θεοῦ πρόνοιαν, τρεῖς ἔχουσαν ἐνεργείας, δηλούσας τῆς ἁγίας Τριάδος τὴν θεότητα, τὸ πῦρ, τὸ φῶς καὶ ὁ πόλος, σημαίνων τῆς ὁμοουσίου Τριάδος τὴν μίαν φύσιν τὴν ἀγέννητον. Εἰ οὖν παύεται γένεσις καὶ φθορά, οὐκέτι χρόνοι, οὐδὲ ἀριθμοὶ βραχύτατοι, οὐδὲ κύκλος ἑβδομάδων, δι᾽ ἡμερῶν ταυτότητος ἀλλασσόμενος, καὶ τροχοῦ δίκην ἐπὶ τὸν αὐτὸν τόπον εἱλισσόμενος.

Παράδεισός ἐστι χῶρος τῆς τῶν Ἁγίων ἀναπαύσεως, καθὼς καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ εἴρηκε. Πῶς οὖν ἀφέντες οἱ δίκαιοι τὸν παράδεισον ἐπὶ τῆς γῆς εὐωχηθήσονται; Ὁ Σωτὴρ εἶπε πρῶτον τὴν συντέλειαν, εἶθ᾽ οὕτω τὴν ἀνάστασιν. Ἔφη ὅτι ὡς φύλλα συκῆς τὰ ἄστρα πεσοῦνται τοῦ στερεώματος.

Πῶς οὖν ἔσται χίλια ἔτη ἐπὶ τῆς γῆς σαρκικῶς βιοῦντες οἱ δίκαιοι; Λέγει δὲ καὶ ὁ μακάριος ἀπόστολος Πέτρος ὅτι πάντα τὰ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ ἀπὸ πυρὸς συντελεσθήσονται. Πῶς οὖν ἔσται τῆς γηΐνης ἀπολαύσεως ἡ χρῆσις; Καινοὺς ἡμῖν οὐρανοὺς ἐπηγγείλατο καὶ γῆν καινήν. Ἄρ᾽ οὖν οὐδὲν πλέον ἕξουσιν οἱ Ἅγιοι ἀνιστάμενοι.

Ὁ Παῦλος εἶπεν ὅτι τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ἄρ᾽ οὖν ἀφανισθήσονται τῶν δικαίων αἱ ἐπαγγελίαι, ἐὰν πάλιν τοῖς προσκαίροις ἀποχρήσωνται. Οὐκ εἶπεν ὁ Δεσπότης δύο συντελείας, ἵνα πάλιν μετὰ τὰ χίλια ἔτη γενήσεται συντέλεια. Οὐκ ἔφη ἐν τῇ Ἀποκαλύψει ὁ Ἰωάννης τὴν χρῆσιν τῶν καρπῶν τοῦ Θεοῦ πρόσκαιρον, ἵνα δείξῃ ὅτι αἰώνιος ἡ ἀπόλαυσις. Καὶ πῶς οἴονταί τινες ὅτι μετὰ χίλια ἔτη πάλιν ἔσται συντέλεια τῆς γεώδους καταστάσεως;

Οὐχ οὕτως· ἀλλ᾽ ὡς συνᾴδει ὁ Δαυῒδ τῷ Ἰωάννῃ, καὶ Ἰωάννης τῷ Μωυσῇ λέγοντες· δένδρα ἐν φύλλοις ὑγίειαν βαστάζοντα, καὶ ἐν τοῖς καρποῖς αὐτῶν τὴν αἰώνιον ζωήν. Οὐκοῦν ὁ νοερὸς καὶ πνευματικὸς παράδεισός ἐστι χῶρος τῆς αἰωνίου ἀπολαύσεως. Οὐ γὰρ συντελεσθήσεται ἐκεῖνος ὁ παράδεισος· μένει γὰρ ἐν αὐτῷ τὰ μὴ σαλευόμενα· ἐπεὶ γὰρ οὕτως οἱ καινοὶ οὐρανοὶ ἐφαπλοῦνται τῆς ἀφθαρσίας, καὶ ἡ καινὴ γῆ ἀνακιρνᾶται τῆς αἰωνίου καταστάσεως καὶ μακαριότητος.

Λέγει καὶ ὁ Μωυσῆς αἰνιττόμενος ὅτι ἐκεῖ ὁ Θεὸς τῆς αἰωνίου ζωῆς τὸ ξύλον ἐφύτευσε, καὶ ὁ Δαυῒδ εἶπε σὺν τῷ Ἰωάννῃ ὅτι τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται. Οὐκοῦν οὐκ ἐν χιλίοις ἔτεσι διαρκέσει ἡ τῶν Ἁγίων ἀπόλαυσις. Εἰ πάντα ἐν παραβολῇ καὶ ἐν αἰνίγματι ὁ Ἰωάννης ἐν Ἀποκαλύψει ἐλάλησε, καὶ τὰ χίλια ἔτη συμβολικῶς ἔθετο.

Ἀλλὰ σὺ ἀπαιτεῖς με τῶν χιλίων ἐτῶν τὴν ἱστορίαν; Κἀγώ σε ἀπαιτήσω λυχνίαν, καὶ ψῆφον λευκήν, καὶ χλιαρὰν πόσιν, καὶ ἔμετον, ἅτινα γράφων ταῖς ἑπτὰ Ἐκκλησίαις αἰνιγματωδῶς παρέθετο. Εἰ ἀπαιτεῖς με χιλίων ἐτῶν πρώτην ἀνάστασιν, ἀπαιτήσω σε κἀγὼ ἵππον ὠχριοῦντα, καὶ Ἄγγελον, καὶ ζῷον νοερὸν λεγόμενον Ἄψινθον, καὶ φύσιν ἔχον πικράν, ὡς τὸ ἄψινθον. Δός μοι τὰς ἑπτὰ φιάλας καὶ λάβε τὰ χίλια ἔτη. Ἀπόδειξον γυναῖκα εἶναι πόλιν, κἀγώ σοι περὶ τῶν χιλίων ἐτῶν παρέξομαι ἀπόδειξιν. Σαφήνισόν μοι ὅτι γυνὴ ἀπ᾽ αὐτῆς ὑψουμένη γίνεται Ἱερουσαλήμ, καὶ οὐκέτι γυνή ἐστι, κἀγώ σοι σαφηνίσω περὶ τῶν χιλίων ἐτῶν. Μὴ πόλις γεννᾷ; Μὴ γεννήσασα γίνεται Ἱερουσαλήμ; Μὴ θηρίον ἐστὶν ὁ ἄνθρωπος τῆς ἀνομίας; Μὴ ἐν θηρίῳ δέκα κεφαλαὶ κολλῶνται, ἵνα βασιλεύσωσι; Μὴ ἐκ τῶν ἑπτὰ ὄγδοός ἐστι, καὶ οὐκ ἐστὶν ὄγδοος ἀριθμός;

Ἑπτὰ γάρ ἐστιν, ὅτι αἱ τρεῖς κεφαλαὶ ἠφανίσθησαν. Μὴ τοῦ θηρίου τὸ ὄνομα ἀδιήγητόν ἐστιν, καὶ ὡς Θεοῦ ἀκατονόμαστον; Μὴ γένοιτο! Μὴ οὐκ ᾔδει τὸ ὄνομα τοῦ θηρίου ὁ λέγων τὸν ἀριθμὸν τοῦ ὀνόματος; Πρῶτον ἐπέγνω τὰς συλλαβάς, καὶ οὕτως εἰς τὰ στοιχεῖα διεῖλε τὸ ὄνομα. Πρῶτον ὠνόμασε τὸ ὄνομα παρ᾽ ἑαυτῷ, καὶ εἶθ᾽ οὕτως ἐκ τῶν στοιχείων συμβαλὼν τὸν ἀριθμὸν ἔφη, ὅτι ἑξακόσια ἑξήκοντα ἓξ ἔχει τὰ στοιχεῖα τὴν συμπλήρωσιν. Οὕτως οὖν καὶ ἐπὶ τῶν χιλίων ἐτῶν τὸ ἀκατάληπτον τῆς αἰωνίου ζωῆς ᾐνίξατο. Εἰ γὰρ ἡμέρα μία παρὰ Κυρίου ὡς χίλια ἔτη, τίς δυνήσεται ἀριθμῆσαι πόσαι ἡμέραι εἰσὶ χιλίων ἐτῶν, καὶ τῶν τοσούτων ἡμερῶν τὰς χιλιάδας τῶν χιλιάδων, καὶ τῶν μυριάδων τὰς μυριάδας; Διὰ τὸ ἀπέραντον οὖν τῶν ἐτῶν, τὰ ἐν ταῖς ἡμέραις, καὶ τῶν ἡμερῶν, 〈τὰ〉 ἐν ταῖς τῶν ἐτῶν χιλιάσι χίλια ἔτη ἐνέταξεν, ἐπὶ τῇ ἀναπαύσει τῆς τῶν Ἁγίων ἀναστάσεως.

Οἶδα ὅτι εἶπε λυθήσεσθαι πάλιν τὸν Δράκοντα· ἀλλ᾽ ἐν αἰνίγματι εἶπεν. Ἡ γυνὴ χρυσῆ ἔσται πόλις, καὶ τεῖχος ἕξει ἐκ πολυτίμων λίθων. Νοοῦμεν δὲ Ἐκκλησίαν εἶναι τὴν γυναῖκα· καὶ πόλιν ὁμοίως τὴν Ἐκκλησίαν. Νοοῦμεν χρυσῆν αὐτὴν εἶναι διὰ τὸ ἔνδοξον, καὶ ἐκ λίθων τιμίων διὰ τὸ ἄφθαρτον. Τὸν αὐτὸν τρόπον καὶ Ὄφις ἐδείχθη εἶναι ὁ Διάβολος, καὶ ἡ ἅλυσις αὐτοῦ ἡ τοῦ Θεοῦ ἐπιτιμία, καὶ ὁ δεσμὸς τὸ μηκέτι ἔχειν τὴν ἐξουσίαν κατὰ τῆς ἀνθρωπότητος.

Οὐκοῦν λύεται, ὅταν ἔλθῃ ἐν τῷ Ἀντιχρίστῳ, ἵνα δείξῃ ὁ Θεὸς ὅτι ἐφίστατο ἢ ἀφίστατο τῆς ἀνθρωπότητος, μὴ δοὺς αὐτῷ ἐξουσίαν κατ᾽ αὐτῆς. Ἀλλὰ τὸ πρωθύστερον δοκεῖ σε ξενίζειν, ὅπερ οὐ δεῖ· περὶ γὰρ τῶν δύο παρουσιῶν εἴρηκεν, ἐν αἷς ὁ Δράκων ποτὲ μὲν δεσμεῖται, ποτὲ δὲ λύεται. Ἐδέθη ἐν τῇ πρώτῃ παρουσίᾳ, εἰπόντος τοῦ Χριστοῦ· ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ.

Ἐλύθη πάλιν πρὸς βραχύ, λέγοντος Παύλου· ἀνθ᾽ ὧν οὐκ ἐπίστευσαν τῇ ἀληθείᾳ οἱ ἀσεβεῖς, πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῇ ἀδικίᾳ, ἵνα κατακριθῶσιν οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ. Διὸ καὶ ὁ Σωτὴρ ἔφη τὴν λύσιν τοῦ Ὄφεως, ὅτι ἐπὶ τοσοῦτον ἔσται ἐνεργής, ὥστε σκανδαλισθῆναι, εἰ δυνατόν, φησί, καὶ τοὺς ἐκλεκτούς μου. Μὴ ἁλύσει δεσμεῖται πνεῦμά ποτε; Μὴ ἐν ἀβύσσοις φυλακίζεται; Τὸ νοερὸν ζῷον ἀψηλάφητόν ἐστιν· ἀλλ᾽ ἵνα ἐκ τῶν παρ᾽ ἡμῖν κολαστηρίων μάθωμεν τὰ ἀόρατα, τοῖς παρ᾽ ἡμῖν ὀνόμασι καὶ ὀργάνοις ἀμυντηρίοις καὶ τόποις φυλακτηρίοις εἰς τὴν ὑφήγησιν ἀπεχρήσατο.

Πρώτην δὲ εἶπεν ἀνάστασιν καὶ δευτέραν, ἐπειδὴ δύο εἰσὶ τῶν Ἁγίων τάγματα, τῶν δύο Διαθηκῶν, δεῖξαι θέλων ὅτι οἱ τῆς νέας Διαθήκης ἐν πρώτῳ ἀξιώματι ἀναστήσονται, καὶ ἐν δευτέρῳ οἱ τῆς παλαιᾶς Διαθήκης, μιᾶς οὔσης τῆς ἀναστάσεως καὶ ὑπὸ τὸν αὐτὸν χρόνον συνισταμένης· καθὼς καὶ ὁ Παῦλος ἔφη· σαλπίσει γάρ, καὶ πάντες οἱ νεκροὶ ἀναστήσονται. Καὶ ὅτι δύο τάγματα εἶπε, πρώτην καὶ δευτέραν ἀνάστασιν, λέγει ὁ Ἀπόστολος· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ· εἶτα τὸ τέλος. Ὅτι δὲ μία πάλιν, καὶ ἐν καιρῷ, ἡ πάντων γενήσεται ἀνάστασις, πάλιν ὁ Παῦλος λέγει· ὅτι αὐτὸς ὁ Χριστὸς ἐν κελεύσματι, ἐν φωνῇ Ἀρχαγγέλου καταβήσεται ἐξ οὐρανοῦ, καὶ ἐν σάλπιγγι σαλπίσει, φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες ἐν νεφέλαις ἁρπαγησόμεθα. Ἰδοὺ καὶ νῦν πρωθύστερον ἀνάστασις εἴρηται· οὐ κατὰ τὴν ἐν Ἀποκαλύψει ἔκθεσιν, ἀλλ᾽ ἐνήλλαξεν. Ἐκεῖ γὰρ ἔφη πρώτην ἀνάστασιν δικαίων, ἔπειτα τὴν πάντων· ὧδε δὲ πρώτην τὴν πάντων, εἶτα τῶν δικαίων. Οὐκοῦν οὐ προκρίνει οὐδὲν τὸ πρωθύστερον· ἡ γὰρ ἐξήγησις ἐπιλύει τὸ ζητούμενον· καὶ ὅτι ἁγιωσύνην καλεῖ τοὺς δικαίους καὶ ἑαυτόν. Καὶ ὁ Μωυσῆς εἶπεν· ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Θεὸς ζώντων ἐστὶ καὶ οὐχὶ νεκρῶν· ἵνα ἐν τοῖς δυσὶ πράγμασι τούτοις συστῇ τὸ εἰρῆσθαι δύο ἀναστάσεις, οὐ χρονικάς, ἀλλὰ τακτικάς.

Ὅθεν ἔφη τὸν Χριστὸν κριτὴν εἶναι ζώντων καὶ νεκρῶν.

Ἀλλὰ καὶ τὸ Εὐαγγέλιον κατάμαθε, καὶ ὄψει τῶν δύο ἀναστάσεων τὴν ἕνωσιν καὶ τὴν διαίρεσιν διὰ τὸ σύγχρονον. Καὶ διὰ τὴν πρακτικὴν ἀπόληψιν τὸ λέγειν στῆσαι ἐκ δεξιῶν τὰ πρόβατα, ἐξ εὐωνύμων δὲ τὰ ἐρίφια. Ἰδοὺ οὖν ἐν τῷ αὐτῷ, εἶπε, στήσει· οὐ νῦν καὶ μετέπειτα. Ἀλλ᾽ ἐπειδὴ πρῶτον τοῖς δικαίοις εἶπεν ὁ Χριστός, ὅτι αὐτοὶ πορεύσονται εἰς ζωὴν αἰώνιον· διὰ τοῦτο καὶ ὁ Ἰωάννης εἶπεν, ὅτι οἱ δίκαιοι πρῶτον ἀναστήσονται, καὶ τὰ χίλια ἔτη ἐνέταξεν ἀντὶ τοῦ ἀπεριγράπτου καὶ ἀναριθμήτου χρόνου, ὡς προεῖπον· καὶ γὰρ ὁ Χριστὸς ἑξῆς εἶπε τοῖς ἁμαρτωλοῖς, ὅτι πορεύσονται εἰς κόλασιν αἰώνιον. Μὴ οἱ δίκαιοι μετὰ τὸ βασιλεῦσαι σὺν Χριστῷ χίλια ἔτη πάλιν εἰς κρίσιν ἔρχονται; Μὴ γένοιτο! Τί γάρ; Τεθνήξονται πάλιν, ἵνα τρίτη ἀνάστασις γένηται δι᾽ αὐτούς;

Καὶ πῶς λέγει ὁ Παῦλος ὅτι μετὰ τὸ ἀναστῆναι ἐκ νεκρῶν πάντες ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ἀλλὰ ἀναστάντων πάντων ὁμοῦ, δικαίων καὶ ἀδίκων, τουτέστι ζώντων καὶ νεκρῶν, τότε οὐ μὴ φθάσωμεν, φησίν, οἱ ζῶντες κοιμηθῆναι, ἀλλ᾽ ἐν νεφέλαις ἁρπαγησόμεθα;

Ὅρα οὖν ὅτι ἀναστάντες οἱ δίκαιοι οὐκέτι ἀποθνῄσκουσιν, ἵνα γένηται τρίτη ἀνάστασις καὶ εἰς κρίσιν παραστῶσι Χριστῷ· ὅτι δὲ τῶν τοῦ νόμου Χριστοῦ πρώτη γένηται ἀνάστασις, εἶτα τῶν ἐν τῷ νόμῳ δικαίων, ἔπειτα πάντων τῶν ἁμαρτωλῶν· καὶ ὅλα ὁμοῦ ἐν ἀκαριαίῳ, οὐκ ἐν προδρομῇ χρόνων ἢ καιρῶν εἰς τὸ γενέσθαι τὴν εἰρημένην ἀπὸ Χριστοῦ διάκρισιν. Αὐτὸς ὁ Παῦλος καὶ ἑαυτὸν συνέταξεν εἰπών, ἡμεῖς οἱ ζῶντες, δεικνὺς ὅτι ὁμοῦ ἀναστήσονται τῶν δύο Διαθηκῶν οἱ δίκαιοι σὺν τοῖς ἁμαρτωλοῖς, καὶ οὐκ ἔστιν ἰδιάζουσα τῶν δικαίων τῆς παλαιᾶς Διαθήκης μετὰ τῶν ἁμαρτωλῶν ἀνάστασις, ἢ ἄλλη παρὰ τὴν τῶν ἐν Εὐαγγελίῳ δικαίων· καὶ ὅτι οὐκ εἶπεν, ὑμεῖς οἱ ζῶντες, ὡσανεὶ τινῶν ζώντων ἐπὶ τῆς συγκαταστάσεως Χριστὸν ποιεῖν ἀνάστασιν ἀπὸ οὐρανοῦ ἐπὶ γῆς κατερχόμενον. Πάλιν οὖν ἑαυτὸν συνέταξεν εἰπών, ἡμεῖς οἱ ζῶντες.

Παῦλος δὲ ἐπὶ Νέρωνος θνῄσκει, καὶ ἐν τοῖς προαστίοις Ῥώμης τέθαπται. Πῶς οὖν δόξειεν ἄν τις, ἔτι ὄντος πλήθους ἀνθρώπων ἐπὶ γῆς, τὸν Χριστὸν ποιῆσαι διάκρισιν; Ὅτι δὲ πάλιν οὐχ ὡς ἤδη ἀναστάντων τινῶν δικαίων, καὶ βασιλευσάντων χίλια ἔτη ἐπὶ γῆς, μεθέπειτα δὲ μεθισταμένων ἀπὸ τῆς γῆς, εἶπεν, ἡμεῖς οἱ ζῶντες, ἐκ τοῦ μὴ εἶναι Χριστὸν μετ᾽ αὐτῶν ἐν τῇ γῇ φανερόν· εἰ γὰρ μὴ ἦν σὺν αὐτοῖς, οὐδὲ συνεβασίλευον. Εἰ δὲ οὐ συνεβασίλευον, τί ἄρα ἀνέστησαν; Πῶς οὖν ὁ τῆς Ἀποκαλύψεως λόγος τελειωθήσεται· εἰπόντος τοῦ Ἰωάννου, ὅτι Χριστὸς βασιλεύων ἡγήσεται τῶν δικαίων, ὅπερ οὖν καὶ γενήσεται;

Εἰ δὲ εἶπεν, ὅτι τότε κατέβη ἐξ οὐρανοῦ, κελεύσας Ἀγγέλῳ σαλπίσαι ἀνάστασιν—τοῦτο γάρ ἐστι τὸ καταβήσεται ἐν φωνῇ Ἀρχαγγέλου, τοῦ προδρόμου καὶ κήρυκος, καὶ ἐν κελεύσματι καὶ σάλπιγγι συνέστηκεν ὅτι οὐκ ἦν ἐπὶ γῆς ἀπὸ χιλίων ἐτῶν, ἀλλ᾽ ὅτε παραγέγονε—πῶς οὖν ἦσαν προαναστάντες τινὲς δίκαιοι εἰς τὸ βασιλεῦσαι χίλια ἔτη, τοῦ Χριστοῦ μὴ ὄντος ἐπὶ τῆς γῆς σὺν αὐτοῖς; Ἀλλ᾽ οὐδὲ ἐν ταύτῃ τῇ καταστάσει ἐν τῇ γῇ ὁ Χριστὸς ἐπὶ τῆς παρουσίας αὐτοῦ ἐλεύσεται ἐν ταπεινώσει, ἀλλ᾽ ἐνδόξως. Αὐτὸς γὰρ εἶπεν ὅτι, ὡς ἀστραπὴ ὀφθεῖσα φθάνει ἀπὸ ἀνατολῆς εἰς δύσιν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.

Ἄρ᾽ οὖν τὴν πόλιν Ἱερουσαλὴμ τὴν ἐξ οὐρανοῦ εἰς τὸν παράδεισον ἔφη ἔσεσθαι ἡ Ἀποκάλυψις· αὕτη γάρ ἐστιν ἡ γῆ ἡ καινή, ἡ τὴν τῆς ἀθανασίας κατάστασιν ἔχουσα. Πάνυ οὖν σφάλλονται οἱ λέγοντες τοπικὴν ἔσεσθαι τοῦ Χριστοῦ τὴν δευτέραν παρουσίαν, αὐτοῦ ῥητῶς εἰπόντος τοῦ Χριστοῦ· ἰδοὺ ὧδε ἢ ἐκεῖ, μὴ πιστεύσητε· ἰδοὺ εἰς τὴν ἔρημον, μὴ ἐξέλθητε· τὸ γὰρ καταβήσεται ἐξ οὐρανοῦ, οὐκ ἔφη ὅτι αὐτοτελῶς αὐτός, ἀλλ᾽ ἐν φωνῇ Ἀρχαγγέλου, τουτέστι τοῦ Ἀγγέλου βοῶντος τὴν παρουσίαν αὐτοῦ· καὶ διὰ τοῦ Ἀγγέλου νοούντων ὅτι Χριστὸς τὴν δευτέραν παρουσίαν αὐτοῦ ἐπιτελεῖ εἰς διάκρισιν δικαίων τε καὶ ἀδίκων ἐπὶ τῆς γῆς. Ὅθεν λέγει ὅτι ἐν κελεύσματι Χριστοῦ ὁ Ἄγγελος καταβήσεται· καὶ διὰ τοῦ προστάγματος αὐτοῦ τοῦ δοθέντος τῷ Ἀγγέλῳ, αὐτῷ τῷ Χριστῷ γενήσεται ἡ κατάβασις πρὸς τὸ πληρωθῆναι τὴν θείαν Γραφὴν περὶ τῆς δευτέρας παρουσίας αὐτοῦ.

Εἰ γὰρ καὶ ἐπὶ γῆς ἐστιν ὁ παράδεισος, καὶ δεῖ τοὺς δικαίους ἐν αὐτῷ συμβασιλεῦσαι Χριστῷ, ἀλλά γε καὶ οὕτως ἔσται σὺν αὐτοῖς ὁ Χριστός, ὡς ὁ ἥλιος ἐπιφαίνων καὶ τοῦ Πατρὸς μὴ χωριζόμενος· ἀπὸ τῶν καινῶν οὐρανῶν ἐπιλάμπων ἀϊδίως καὶ ἐνεργῶς, ὥστε ῥᾳδίαν εἶναι τοῖς δικαίοις τὴν πρὸς αὐτὸν ἀνάβασιν, καὶ αὐτοῦ τὴν πρὸς αὐτοὺς κατάβασιν· νεφέλῃ δόξης συνυπηρετούμενος, καθὼς εἶπεν ὁ Παῦλος· ὅτι ἐν νεφέλαις ἁρπαγησόμεθα, καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, εἴτε ἐν τῇ γῇ 〈τῇ〉 καινῇ τοῦ παραδείσου, εἴτε ἐν τοῖς οὐρανοῖς, ὅπου ἡ ἐπουράνιος Ἱερουσαλήμ. Αὕτη ἐστὶν ἡ βασιλεία Χριστοῦ.

Τὸ δὲ καὶ ἄλλο ἐπισημαίνων ὁ Παῦλος, ὅτι Ἄγγελος σαλπίσας ἐν κελεύσματι Χριστοῦ ποιήσει τὴν ἀνάστασιν, ἵνα πάντες οἱ ἄνθρωποι ἴδωσιν αὐτοῦ τὴν παρουσίαν· διὰ τοῦτο γὰρ ἔφη· οἱ νεκροὶ ἀναστήσονται πρῶτον. Διὰ τί; Ἵνα Χριστὸν ἴδωσιν. Αὖθις δὲ ἐπήγαγε τὴν διαίρεσιν, ἣν εἶπε καὶ ὁ Χριστός, ἐν ἀμνοῖς καὶ ἐρίφοις. Ὅθεν ὡς ἂν δικαίου τοῦ Παύλου αὐτοῦ, διὰ τοῦτο εἶπεν· ἡμεῖς οἱ ζῶντες. Διατί ζῶντες οἱ Ἅγιοι χρηματίζονται; Ὅτι ὁ Χριστὸς εἶπεν· οὗτοι πορεύσονται εἰς ζωὴν αἰώνιον, καὶ ὅτι ἀξίωμά ἐστιν ἀκοῦσαι τοὺς δικαίους ζῶντας. Οὐ μὴν δὲ φήσεις; ἰδοὺ καὶ οἱ ἄνομοι αἰωνίως κολαζόμενοι, οὐκ ἐκλήθησαν ζῶντες. Εἰ μὴ ἐν ζωῇ ἦσαν, πῶς ἐκολάζοντο; Ἀλλὰ ζωὴν νεκρὰν εἶναι τὴν τῶν ἁμαρτωλῶν ᾐνίξατο. Ὁ Χριστὸς εἶπε· καὶ οὗτοι πορεύσονται εἰς κόλασιν αἰώνιον.

Οὐκοῦν καλῶς εἶπεν ὁ Παῦλος ὅτι ἡ σπαταλῶσα ζῶσα τέθνηκε, καὶ ὁ Χριστὸς κριτής ἐστι δικαίων καὶ ἀδίκων. Οὐκ ἔστι πᾶσα ζωὴ παραπλήσιος· ζῶσι γὰρ καὶ τὰ ἄλογα, ἀλλὰ νεκρῶν οὐδὲν διαφέρουσι. Διὸ καὶ οἱ σφάζοντες αὐτὰ ἀκατάκριτοί εἰσι. Καὶ ἡ τῶν ἁμαρτωλῶν ζωὴ θάνατός ἐστι, ἐπειδὴ τῇ φθορᾷ καὶ τῷ θανάτῳ μοχθοῦσι ζῶντες, ἵνα ἀποθάνωσι τὴν αἰωνίαν κόλασιν.

Ὁ Σωτὴρ λέγει ὅτι ἐγώ εἰμι ἡ ζωή. Καλῶς οὖν οἱ δίκαιοι ζῶντες καλοῦνται, ὅτι τὸ ἀπολαῦσαι Θεοῦ ἐν διηνεκεῖ τῆς ἐνταῦθα ζωῆς θεωρίᾳ, καὶ μηδὲν ποιεῖν ἢ πάσχειν κακόν, τοῦτό ἐστιν ἡ ὄντως ζωή. Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις περὶ τῆς ἀναστάσεως, ὅτι μία ἐστίν, ὅτι πάντες ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν συντόμῳ ἀναστησόμεθα. Τίνες δὲ ἀλλαγήσονται;

Οἱ Ἅγιοι. Ἐν τίνι; Ὅτι ζῶντες γίνονται, κατὰ τὸν τρόπον ὃν εἴπομεν. Ὅθεν αὐτὸς ὁ Ἰωάννης ἔδειξε τί ἐστιν ἀναστῆναι· ἢ ὅτι μεταβεβήκαμεν ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν. Οὕτως οὖν ἀπαρχὴ Χριστός, ὅτι αὐτός ἐστιν ἡ ζωή, ἔπειτα οἱ τοῦ Χριστοῦ, ὅτι καὶ αὐτοὶ ἠλλάγησαν ἀπὸ θνητῶν γενόμενοι ζῶντες· εἶτα, φησί, τὸ τέλος· τουτέστιν ἡ τῶν ἁμαρτωλῶν ἀπόφασις. Ὅτι δὲ ζωή ἐστι τὸ εὐπαθεῖν καὶ μὴ κρίνεσθαι, καὶ τοὐναντίον [ὁ] θάνατος, λέγει ὁ Χριστὸς ὅτι ὁ μὴ πιστεύων τοῖς λόγοις μου, ἤδη κατακέκριται· ὁ δὲ πιστεύων μοι θάνατον μὴ ἴδῃ εἰς τὸν αἰῶνα. Καὶ ἐὰν ἀποθάνῃ, ζήσεται. Ἑκάτερον δὲ πρᾶγμα τῇ φύσει τῆς σαρκὸς ἐν ζωῇ ἦν· ἄλλοι δὲ ὀλιγοστοὶ τὴν ζωὴν λιτὴν καὶ θανάτου ἔχουσι κοινωνόν· ἐκείνη δὲ ὄντως ζωὴ τὸ μὴ κρίνεσθαι αἰωνίως. Ὥσπερ γὰρ θάνατος τὸ ἀϊδίως κολάζεσθαι, οὕτω ζωὴ τὸ αἰωνίως ἀναπαύεσθαι. Ἀπαρχὴ Χριστός.

Οὐκ εἶπε, πρώτη ἀνάστασις Χριστός, ἀλλ᾽ ὡς ἐξ ἅλωνος δραγμάτων ἀπαρχή· ἵνα σὺ μὴ εἴπῃς δευτέραν ἀνάστασιν, ἀκούων ἔπειτα οἱ τοῦ Χριστοῦ. Οὐ γὰρ διά τινα χρόνον εἶπεν ἀνάστασιν, ἀλλὰ διὰ τὴν προκριτέαν Θεῷ. Εἶτα δέ, φησί, τὸ τέλος. Οὐχ ὅτι μετὰ τὴν ἀνάστασιν ἡ συντέλεια, ἀλλ᾽ ὅτι μετὰ τὸ πλήρωμα τῶν Ἁγίων, ὡς μηκέτι ἐσομένου Ἁγίου, ἡ ἀνθρωπότης ὡς ἀχρήσιμος Θεῷ συντελεσθήσεται. Λέγει γὰρ καὶ ὁ Παῦλος, ὅτι οὐκ ἄδικος ὁ Θεός, ὁ ἐπιφέρων κατὰ τῶν ἀνθρώπων τὴν ὀργὴν αὐτοῦ.

Εἰ δὲ ἀπαρχὴ Χριστός, διατί διαίρεσιν ἔφη, ἔπειτα οἱ τοῦ Χριστοῦ; Οὐ μὴ δὲ διὰ πρώτην καὶ δευτέραν ἀνάστασιν. Εἰ γὰρ διὰ δύο ἀναστάσεις εἶπεν, ἔπειτα οἱ τοῦ Χριστοῦ, καὶ εἶτα τὸ τέλος, εὑρεθήσεται καὶ τῶν ἀπίστων ἀπαρχὴ ὁ Χριστός. Ἀλλὰ μὴ γένοιτο τοῦτο λογίσασθαι· οὐ γὰρ ἀσεβῶν ἀπαρχὴ ὁ Χριστός, ἀλλὰ τῶν εὐσεβῶν μόνων. Πῶς δὲ ἔσται ἀνάστασις πρὸ συντελείας, τοῦ Χριστοῦ ἐρχομένου ἐπὶ τῆς δευτέρας παρουσίας αὐτοῦ; Εἰ δὲ ἔρχεται συμβασιλεῦσαι τοῖς δικαίοις, καὶ αὖθις ἄνεισι, καὶ πάλιν κριτὴς παραγίνεται, τρεῖς παρουσίας ποιήσεται. Καὶ πῶς οὐδὲ ἐν μιᾷ Γραφῇ τοῦτο γέγραπται; Ἀλλὰ καὶ ἀδύνατόν ἐστιν· εἰ γὰρ ἔλθῃ πρὸ συντελείας, ὁ κόσμος ἔτι ὢν φθαρτός, ἐν φθορᾷ καὶ τοὺς δικαίους εἶναι ποιεῖ, καὶ πάλιν θανατοῦνται, καὶ τοῦ συναπολαύοντος αὐτοῖς τῆς φθορᾶς. Ἀλλά γε οὐκ ἔστιν οὕτως· ἀπόκειται γάρ, φησὶν ὁ Ἀπόστολος, πάντας ἀποθανεῖν, καὶ μετὰ τοῦτο κρίσις. Οὕτω, φησί, καὶ ὁ Χριστὸς ἅπαξ ἀπέθανε· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. Μία οὖν ἐστιν ἡ ἀνάστασις δικαίων καὶ ἀδίκων, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ ἐνισταμένη σαφῶς.