Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Η εσωτερική φύση της αμαρτίας και η αναγκαιότητα της ειλικρινούς εξομολόγησης

Ανάλυση της πτώσης των πρωτοπλάστων, διάκριση των αμαρτημάτων και παραδείγματα από την Παλαιά Διαθήκη για τη θεραπευτική δύναμη της μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 8 από 10

Πρὸς σὲ δέ μοι τὸν τῆς μετανοίας ἐπιχειρητὴν ὁ λόγος, ἵνα μάθῃς πόσοις καὶ πηλίκοις ἀγαθοῖς κοινωνόν σε καθίστησιν ἡ μετάνοια. Ἀπὸ τῶν ἁγίων τόπων γέγονεν ἡ παράβασις, ἵνα γνῷς ὅτι καλὸν κιχρᾶν Θεῷ τὰ παρόντα καὶ μὴ ὑπὸ τῆς ματαιότητος ἐμπαίζεσθαι. Ἐὰν δῷς Θεῷ ἅ σοι δέδωκεν εἰς γυμνασίαν, καταισχύνεις τὸν Ὄφιν, ὅτι κατεφρόνησας ματαίας καὶ προσκαίρου ἀπολαύσεως, δι᾽ ἧς ἐπτέρνισε τοὺς πρωτοπλάστους. Ἐὰν δόξης περιφρονήσῃς φθαρτῆς, τῷ Θεῷ μόνον σαυτὸν καταφανῆ ποιήσεις, καὶ καταργήσεις τὸν Δράκοντα· θεότητος γὰρ δόξαν τοῖς πρωτοπλάστοις εἰς ἐπιθυμίαν ὑπέβαλεν. Ἐὰν μὴ θέλῃς σοφὸς ὀφθῆναι ἐν τῷ βίῳ καὶ περίβλεπτος, καταπλήττεις τὸν Ἐχθρόν· ὅτι διὰ τῆς γνώσεως καὶ τῆς τῶν πάντων πείρας ἐπειράθη ὑποσκελίσαι τοὺς προπάτορας.

Φάγε, φησί, τὸν καρπὸν τὸν διπλοῦν, καὶ ἔσῃ θεός, ἔχων πεῖραν καλοῦ καὶ κακοῦ, καὶ οὐκέτι σοι γενήσεται χρεία ἑτέρου τινός. Ἐπείσθη τὸ γύναιον· ἐτέρφθη τῇ γλυκύτητι· ἐπόθησε τῆς πολυπειρίας, ἧς ἔσχε τὴν ἔννοιαν, πρὸς τὸ μηδενὸς ἐπιδέεσθαι· ἐξέτεινε τὴν χεῖρα, καὶ ἔργῳ τὴν παράβασιν ἀπετέλεσε.

Οὐχὶ ὁ Ὄφις λαβὼν τὸν καρπὸν ἐπέδωκε τῇ γυναικί· οὐ γὰρ θέλει ἄκαρπον κακίας εἶναι τὸν ἄνθρωπον· ἡ οὖν Εὔα λαβοῦσα ἔφαγεν. Οὐ γὰρ κρίνει ὁ Θεὸς τὸν τῆς κακίας ὑπήκοον, εἰ μὴ ἔργῳ διαπράξηται. Γίνεται καὶ διὰ λογισμοῦ ἔργον· ἡ γὰρ χεὶρ τῆς διανοίας ἐστὶν ἡ συγκατάθεσις. Ὁ φθόνος χειρὶ οὐ γίνεται, ἀλλὰ διὰ τῆς ψυχῆς τελειοῦται.

Νόησον τοίνυν καὶ τὴν μετάνοιαν ποιεῖσθαι τοῖς ἴσοις πλημμελήμασι. Διὰ τοῦτο ἐβάθυνα τὸν λόγον ἐν τοῖς προπάτορσιν, ἵνα σε διδάξω ὅρους μετανοίας εἰδέναι. Λόγῳ δυσφημοῦσιν οἱ ἄνθρωποι· ἡ χεὶρ ἐνταῦθα οὐδὲν ἠδίκησεν. Οὕτως οὖν μετανόησον, ὡς δυνηθῆναι πεῖσαι τὸν χρεωστούμενον ἀφεῖναί σοι τὴν ὀφειλήν.

Πεντήκοντα δηνάρια καὶ πεντακόσια ὁ Θεὸς ἀφίησιν. Ὅρα μὴ προσθῇς, ἵνα μὴ ὡς ὁ Ἠσαῦ μετανοῶν ἀποβληθῇς. Δύο ὀφειλαὶ τοῖς ἁμαρτωλοῖς κατεγράφησαν, ἐπειδὴ δύο εἰσὶν ἐντολαὶ ἀγάπης· εἰς τὸν Θεὸν καὶ τὸν πλησίον.

Ἐὰν ἁμάρτῃς εἰς ἄνθρωπον, πεντήκοντα δηνάρια ὀφείλεις· ἐὰν εἰς Θεὸν ἀσεβήσῃς, πεντακόσια. Αἱ οὖν δύο ὀφειλαὶ ψυχῆς εἰσὶ καὶ σώματος· ἡ τῶν πεντήκοντα τοῦ σώματος, τῶν δὲ πεντακοσίων τῆς διανοίας. Ὁ ἀρνούμενος ἀπὸ ψυχῆς ποιεῖ τὸ κακόν, ἢ ἔξω κληθείς, ἢ ἀπὸ μνήμης, ἢ ἀπὸ θυμοῦ, ἢ ἀπὸ καταφρονήσεως· ὁ δὲ πορνεύων, ἀπὸ ἀμφοτέρων, ψυχῆς καὶ σώματος, ἢ διὰ πυρώσεως, ἢ διὰ φυσιώσεως, ἢ διὰ σπατάλης, ἢ διά τινα οἴκου ὑπὸ ἐχθρῶν καταστροφήν. Ἐχρήσατο ἡ ψυχὴ τῇ γλώσσῃ εἰς τὴν ἄρνησιν, καὶ τὸ σῶμα ἐχρήσατο τῆς ψυχῆς τὴν ἐνέργειαν εἰς τὸ τῆς πορνείας ἀποτέλεσμα. Διὰ τοῦτο, ὡς συνεργοῦντα, ὁμοῦ καὶ κατακρίνονται. Ὁμοῦ γοῦν καὶ μετανοεῖν ὀφείλουσιν. Εἰς τὴν ἀσέβειαν τοῦ φόνου ἡ ψυχὴ τῆς καρδίας ἐχρήσατο τῇ τέχνῃ· εἰς τὸν τῆς φιλαργυρίας ἐρανισμὸν ὁμοῦ ἑκάτερα ἔδρασαν· ὁμοῦ καὶ μετανοεῖν ὀφείλουσιν. Ἐπειδὴ τοίνυν ὁ Ἠσαῦ οὐ νομίμως μετενόησεν, ἀπεβλήθη. Ἄρ᾽ οὖν οὐχ ἡ μετάνοια ἠσθένησεν ἐξιλάσασθαι τὸν παράνομον, ἀλλ᾽ ἡ κουφότης τῆς πράξεως ῥίζαν εἶχε πικρίας ἐν τῇ διανοίᾳ, καθὼς εἶπεν ὁ Παῦλος. Τὴν χλόην αὐτῆς περιέκειρε, τὴν δὲ ῥίζαν κατέλιπε· καὶ ἐφαίνετο μετάνοια, οὐκ ἦν δὲ μετάνοια, ἀλλ᾽ ἐπίθεσις.

Ἐδάκρυσεν, οὐχ ὅτι ἥμαρτεν, ἀλλ᾽ ὅτι Θεῷ οὐκ ἐνέπαιξεν. Ἔκλαιεν αἰτῶν εὐλογίαν, οὐχ ἵνα εὐχαριστήσῃ Θεῷ, ἀλλ᾽ ἵνα τῶν σαρκικῶν ἀπολαύσῃ. Κάτω ἦν ἡ ῥίζα τῆς πικρίας ἐν τῇ καρδίᾳ, τὰ δὲ φύλλα οἱ λόγοι ἐπὶ τῷ στόματι. Ἐν τῇ διανοίᾳ ἐλογίζετο ἀσέβειαν καὶ ἐν τῷ στόματι εὐλογίας ἐφρόντιζεν. Ἐκράτησε τὸ ἡγεμονικὸν ἡ κακία, καὶ διὰ τῆς γλώσσης μόνης ἠθέλησεν εὐλογίαν ἐμπορεύσασθαι.

Ταῦτα διατί λέγω; Ἵνα σύ, ἐὰν ἔχῃς πικρίαν ἐν τῇ καρδίᾳ, πρῶτον αὐτὴν ἐκριζώσῃς· εἶθ᾽ οὕτω προσέλθῃς Θεῷ. Οὐκ οἶδεν ὁ ἰατρὸς πρὸς πόνον τοῦ ἀσθενοῦντος, ἀλλ᾽ ὁ Θεὸς οὐχ οὕτω. Διὰ τοῦτο ὁ μετανοῶν ὀφείλει εἰδέναι ποῦ τέτρωται. Λέγει οὖν ὁ Θεός, ὡς ἰατρός· λέγε τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.

Μὴ ἄλλα ἐξ ἄλλων εἴπῃς· ἐπεὶ ἑαυτὸν ἀδικεῖς. Κλαίεις ὡς ὁ Ἠσαῦ, καὶ θυμοῦσαι ὡς ὁ Ὄφις ἔνδοθεν; Οὐ προσδέχεταί σου ὁ Θεὸς τὴν τοιαύτην μετάνοιαν, ἐὰν αὐτὸν παρακαλέσῃς περὶ ἀφέσεως καὶ ὀργίζῃ πρός τινα, ὡς ὁ Ἠσαῦ κατὰ τοῦ Ἰακώβ. Ηὔχετο εὐλογίας λαβεῖν, καὶ ἤλπιζε Θεὸν αὐτῷ συνεργεῖν εἰς ἀναίρεσιν ἀδελφοῦ. Γέγονε καὶ ὁ κλαυθμὸς ἐναγής, ὅτι τὸ πένθος τοῖς γονεῦσι προνοεῖν ἔσπευδεν. Ὃν ἠξίου εὐλογίας αὐτῷ μεταδοῦναι, ηὔχετο θανεῖν λέγων· πότε μου ἀποθάνῃ ὁ πατήρ, ἵνα ἀνέλω τὸν Ἰακώβ. Οὐ μόνον ἀδελφοκτόνον αὐτὸν ὁ θυμὸς ἀπέδειξεν, ἀλλὰ καὶ πατραλοίαν· ἀεὶ γὰρ ἡ κακία κρυπτομένη ἐπαύξει τὴν ἀνομίαν. Ὅθεν προϊόντος τοῦ χρόνου καὶ θεοστυγῆ αὐτὸν ὁ θυμὸς παρεσκεύασεν. Οἶδας, εἰ ἥμαρτες καὶ εἰ ψυχικόν ἐστι τὸ ἁμάρτημα ἢ σαρκικόν. Ὡς οἶδας, οὕτω μετανόησον· τῇ γὰρ μετανοίᾳ οὐδὲν ἀδύνατον, καὶ ψυχὴν νεκρὰν ζῶσαν παραστῆσαι Θεῷ. Τὸ ψυχικὸν ἁμάρτημα πρὸς θάνατον ὁρᾷ, εἶπεν ὁ Ἰωάννης. Οὕτως οὖν μετανόησον, ὡς τοῦ ζῆν ἀπογνούς, διὰ τοῦ θανάτου τοῦ σώματος τῆς ψυχῆς ἐξορισάσης τὸν θάνατον. Εἶπε καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς· ὁ ἀπολλύων τὴν ψυχὴν αὐτοῦ εὑρήσει αὐτήν. Πῶς; Ὅτι θανεῖν διὰ τῆς μετανοίας ἑλόμενος, ζήσειε διὰ τῆς ἐν αὐτῷ χάριτος. Τὰ ἀνίατα οἱ ἰατροὶ οὐ θεραπεύουσι, φησίν· οὕτως οὐδὲ πάντα τὰ ἁμαρτήματα οἱ ἱερεῖς δύνανται ἐξιλάσκεσθαι.

Καὶ πῶς τινὲς οἴονται ἐν τῇ Ἐκκλησίᾳ πᾶσαν ἁμαρτίαν δεσμεῖν καὶ λύειν; Ἐπὶ φόνοις ἐχώρησεν ὁλοκαυτώματα, ἔτρεψε δὲ τὴν θυσίαν εἰς ἀπόφασιν. Οὐκοῦν ἀσεβὴς ὁ ἱερεύς, ἐὰν ἐπιχειρήσῃ λύειν ἃ ὁ Θεὸς ἔδησε.

Θεοῦ ἐστιν ἐκ νεκρῶν ἐγεῖραι, ἀδελφοί, [δυνατὸν] μόνου· ἀλλ᾽ ἔδωκε καὶ τὴν μετάνοιαν τοῖς ἀνθρώποις, ἐν τοῖς ἀνιάτοις. Δαυῒδ ἀνίατον ἔσχε τὸ τραῦμα, ἀλλ᾽ οὕτως αὐτὸν ἐθεράπευσεν ἡ μετάνοια, ὡς μηδὲ οὐλὴν ἔχειν τῶν τραυμάτων.

Διὰ τῆς μετανοίας ἐπείσθη ὁ Θεὸς ἀφανίσαι μῶμον μοιχείας καὶ φόνου, οὐ διὰ ἱερέων καὶ μόσχων. Πλὴν ὅμως ἡ μετάνοια πᾶσαν τοῦ Μανασσῆ τὴν ἀσέβειαν ἐξηφάνισε. Τῷ Μωυσῇ ὁ Θεὸς ἔλεγεν ἐξολοθρεῦσαι πάντα τὰ ἔθνη τοῦ Χαναάν, καὶ ἄνευ θυσιῶν καὶ ἱερέων ἡ ἐξομολόγησις τοὺς Γαβαωνίτας οὐ μόνον περιέσωσεν, ἀλλὰ καὶ τῶν Ἰσραὴλ συγκαταριθμηθῆναι παρεσκεύασεν. Ἡ πίστις διὰ τῆς ἐπὶ Θεὸν ἐπιστροφῆς τὴν πόρνην Ῥαὰβ τοῖς Ἁγίοις συγκατεκλήρωσε, πόρνην οὖσαν καὶ Χανανῖτιν· ὧν ἑκάτερον κολάσιμον εἶναι ὁ νόμος ἀπεφήνατο.

Ἀμμανίτας καὶ Μωαβίτας εἰς αἰῶνα ἀποκηρύξας ὁ Θεός, τὴν Ῥοὺθ Μωαβῖτιν οὖσαν ἐν εὐσεβέσι γυναιξὶ προσεδέξατο· ἐκ ταύτης γὰρ τὸν ἁγιώτατον Δαυῒδ ἐξεβλάστησεν· οὗ τὴν ὄντως παρανομίαν ἡ ὄντως μετάνοια μήτε ἴχνος ἐποίησεν ἔχειν ἐν αὐτῷ· ἐξαλείψασα 〈δὲ〉 τῆς μοιχείας αὐτοῦ οὐλήν, ἀπὸ τῆς Βηρσαβεὲ τὸν Σολομῶντα βασιλέα τοῦ Ἰσραὴλ συστησαμένη. Καὶ αὐτὸς μετανοῶν τοῦτο παρεκάλεσε· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Εἰσηκούσθη οὖν ὁ ἀνὴρ οὐ διὰ ἱερέως καὶ νόμου, ἀλλὰ διὰ τῆς ἐν ἐκκλησίᾳ κηρυσσομένης μετανοίας, ὅτι ὑπερφυὴς ἡ μετάνοια, ὅτι καὶ τὸν νόμον ὑπερήλατο. Καλῶς εἶπεν ἐν τῇ μετανοίᾳ· καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.

Ὁ γὰρ νόμος ὡς τεῖχος κωλύει τὸν ἀσεβῆ προσελθεῖν τῷ Θεῷ· ἡ δὲ μετάνοια πτερὰ τούτῳ παρέχουσα, ὑπεραναπτῆναι ποιεῖ πρὸς τὴν Θεοῦ πρόοδον. Ὑπερβαίνει τὴν ἀπόφασιν, καὶ ὑποπίπτων διὰ μετανοίας Θεῷ, δείκνυσι τοῖς ἱερεῦσι τοῦ νόμου ὅτι ἃ μὴ δύνανται οὗτοι ἐξιλάσκεσθαι, ἡ μετάνοια ἀδαπάνως ποιεῖ.

Ἐγγύς ἐστι τοῦ Σωτῆρος αὐτῆς ἡ δύναμις· ἐπειδὴ οὓς ὁ νόμος οὐ δικαιοῖ, ἡ μετάνοια τελειοῖ. Οὐκ ἦν ὁ Δαυῒδ τέλειος, ὅσον ἐπὶ τῷ νόμῳ· ἄρ᾽ οὖν ἐπὶ τῷ τῆς ἐκκλησίας κηρύγματι δεδικαίωται. Ἡ μετάνοια πολλοὺς περιέσωσε, τοῦ νόμου ξίφος κατ᾽ αὐτῶν κινοῦντος πρὸς ἀναίρεσιν, πλὴν ἐννόμως μετανοήσαντας.