Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μνήμης θανάτου καὶ περὶ ἀρετῆς καὶ περὶ πλούτου

Ἐφραίμ ὁ Σύρος

Η φύση της αρετής και η πνευματική εγρήγορση

Εισαγωγικές σκέψεις για την πνευματική οικοδομή, την αξία των αρετών έναντι του υλικού πλούτου και την αντιπαραβολή της νήψεως με την ολέθρια αμέλεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ μνήμης θανάτου καὶ περὶ ἀρετῆς καὶ περὶ πλούτου Πειθαρχεῖν δεῖ τῷ λέγοντι· παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε. Οὐχ ὅτι δὲ ἱκανὸς ἐγὼ πρὸς τὸ παράγγελμα, ὥστε τῇ ἐμαυτοῦ σπουδῇ τοῦτο διαπράξασθαι, ἀλλ᾽ οἶδα τὸν εἰπόντα· εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ᾗ παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Διὸ ἀναγκαῖον ἡγησάμεθα γράψαι ὑμῖν ὅσα τε ἐκ τῶν θείων Γραφῶν μεμαθήκαμεν, καὶ ὑπὸ εὐλαβῶν ἀνδρῶν ἐνουθετήθημεν, καὶ εἴ τι ἐξ αὐτῆς τῆς πείρας κατειλήφαμεν, ἵνα μὴ ὁμοιωθῶμεν τοῖς φθονερωτέροις τῶν τεχνιτῶν, οἵτινες τῇ βασκανίᾳ τὰ πολλὰ τῆς τέχνης ἐκ τῶν μαθητευομένων ἀποκρύβουσιν.

Ἡμεῖς δὲ πιστεύομεν τῷ εἰπόντι· Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας· οὐδὲ γὰρ ἡ ἀρετὴ στενοχωρεῖται πολλοὺς ὑποδεχομένη καὶ ὑπὸ πολλῶν κατορθουμένη, καθὼς ἔφη τις καὶ τῶν Ἁγίων, ὅτι ἡ τῆς ἀρετῆς κτῆσις, κἂν πάντες μετάσχωσιν αὐτῆς οἱ ἄνθρωποι, οὐ μὴ αὐτῆς ἐκδαπανηθήσεται ὁ πλοῦτος· οὐ γὰρ κατὰ τὴν ἐπὶ γῆς κτῆσιν ὑπάρχει· ἣν οἱ διαιροῦντες εἰς τμήματα, ὅσον ἂν προσθῶσι τῇ μιᾷ μερίδι, τοσοῦτον ἀφείλαντο τῆς ἑτέρας, καὶ ὁ πλεονασμὸς τοῦ ἑνὸς ἐλάττωσίς ἐστι τοῦ συμμετέχοντος· ὅθεν καὶ αἱ περὶ τοῦ πλείονος μάχαι διὰ τὸ πρὸς ἐλαττοῦσθαι μῖσος τοῖς ἀνθρώποις συνίστανται. Ἐκείνου δὲ τοῦ τὴν ἀρετὴν κτησαμένου, ἀνεπίφθονός ἐστιν ἡ πλεονεξία τοῦ κτήματος· καὶ ὁ τὸ πλεῖον τῆς ἀρετῆς ἁρπάσας οὐδεμίαν ἤνεγκε ζημίαν τῷ συμμετασχεῖν ἀξιοῦντι τῶν ἴσων, ἀλλ᾽ ὅσον ἔστι τις χωρητικός, αὐτός τε πληροῦται τῆς ἀγαθῆς ἐπιθυμίας, καὶ ὁ πλοῦτος τῶν ἀρετῶν ἐν τοῖς προλαβοῦσιν οὐκ ἀναλίσκεται. Ἀρξώμεθα τοιγαροῦν πάλιν τῆς ὑποθέσεως, τῆς χάριτος τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμῖν συνεργούσης.

Ἡ ἀμέλεια πολλῶν κακῶν αἰτία γίνεται τοῖς μὴ νήφουσι, κατὰ μικρὸν ἐξέλκουσα τῆς πνευματικῆς διαγωγῆς καὶ τὸ θερμὸν τῆς πίστεως ὑποσυλοῦσα καὶ ταῖς ἡδοναῖς ὡς δεσποίναις ὑπηρετεῖν παρασκευάζουσα· οὐ γὰρ συγχωρεῖ ἐν νῷ λαβεῖν τὰς ἐσομένας ἀμοιβὰς μετὰ τὴν τοῦ βίου ἔξοδον. Εἰ δὲ καὶ ἀκούσει ὁ ἀμελὴς τῶν Γραφῶν διαγορευουσῶν περὶ τῶν ἐσομένων μετὰ τὸν θάνατον κολάσεων, ὡς ἑτέρῳ τινὶ τεταμιευμένα, καὶ ἑαυτὸν ἔξω ὑπάρχειν τοῦ ἐγκλήματος ἀνεπαισθήτως φέρει.

Ὥσπερ οὖν ἡ ἀμέλεια βλαβερά, οὕτως ἡ νῆψις ἐπωφελής, πρόξενος γινομένη παντὸς ἀγαθοῦ· τῷ γὰρ νήφοντι πάντοτε πάρεστι ἡ τοῦ Θεοῦ μνήμη· καὶ ἔνθα ἡ μνήμη τοῦ Θεοῦ καθίδρυται, πέπαυται πᾶσα ἐνέργεια τοῦ Πονηροῦ. Τὸν δὲ ἀκόρεστον πόθον τῶν μελλόντων ἀγαθῶν ἀεὶ νεάζουσα, σύντομον τὸν δρόμον ἀποτελεῖ. Καὶ ἐπὶ μὲν σωματικοῦ δρόμου χρεία μελῶν εὐρωστίας καὶ τῆς ὀξυδερκίας, ἐπὶ δὲ τοῦ πνευματικοῦ ψυχῆς ἐστι χρεία κεκαθαρμένης. Κἂν γὰρ τὸ σῶμα καταπεπόνηται καὶ σεσάθρωται δι᾽ ὑπερβολὴν ἀρρωστίας, ἀλλ᾽ οὐδὲν παραβλάψει τὴν νήφουσαν ψυχήν· ὥσπερ οὐδὲ τὸν γενναῖον Ἰὼβ ἡ τῶν ἀλγηδόνων τρικυμία καὶ τὸ ἐπὶ τῆς κοπρίας καθῆσθαι αὐτὸν αἴθριον.