Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μνήμης θανάτου καὶ περὶ ἀρετῆς καὶ περὶ πλούτου

Ἐφραίμ ὁ Σύρος

Η μνήμη του θανάτου και η ματαιότητα της φιλοπλουτίας

Η διάκριση δικαίων και ασεβών ενώπιον της τελικής κρίσεως, καθώς και η περιγραφή της αγωνίας των φιλόπλουτων μπροστά στο αναπόδραστο γεγονός του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Οὐδὲν ἰσχυρότερον τῆς εὐσεβείας καὶ οὐδὲν ἐλεεινότερον καὶ ἀθλιώτερον τῆς ἐμπαθοῦς ζωῆς. Ὅσον δὲ ἡδέα τὰ πρόσκαιρα, τοσοῦτον αὔξει τὴν συμφοράν· ὥσπερ γὰρ οἱ φειδωλοὶ μιᾶς ἢ δευτέρας δραχμῆς στερηθέντες ἀλγύνονται, τῇ φιλοχρηματίᾳ κεντούμενοι, καὶ ὁ φιλοκτήμων μικροῦ ἀμπελῶνος καὶ βραχείας γῆς ἀροσίμου τὴν νομὴν στερηθεὶς ἀνιᾶται, τὴν ἀποβολὴν μὴ φέρων, οὕτω καὶ τοῖς πλουσίοις συνέζευκται ἡ λύπη, τὸν χωρισμὸν τοῦ πλούτου ὑπομιμνῄσκουσα, καὶ μάλιστα ὅταν τις ἑαυτὸν θεάσαιτο πρὸς γῆρας κεκλικότα, συμφοράζεται σφιγγόμενος ὥσπερ ὑπό τινος σιδήρου ἢ εἱρκτῆς, μηδεμίαν μηχανὴν ἐφευρίσκων πρὸς τὴν τοῦ γήρως ἀνατροπήν. Κἂν γὰρ δοκῇ δι᾽ αὐλῶν καὶ τυμπάνων καὶ τῆς λοιπῆς τῶν μουσικῶν κατασκευῆς τὴν μνήμην τοῦ θανάτου ἐκκρούσασθαι, δι᾽ ὧν ἐπιτηδεύει, διὰ τούτων μᾶλλον ταύτην αὐξάνει, ὅτι πάντως τῆς τοσαύτης εὐφροσύνης στερηθήσεται· καὶ οἱ μὲν κρότοι καὶ τὰ παίγνια καὶ ἡ ἡδίστη τῶν βουκολίων φωνὴ παύεται, ἡ δὲ λύπη ἔνδον ὑποσμύχουσα αὐτοῦ τὰ σπλάγχνα καὶ κατεσθίουσα οὐ παύεται· καίτοι γε αὐτὴ ἡ τραγικὴ διὰ τῶν μύθων καὶ πολέμων, θάνατον καὶ ἀναίρεσιν συχνῶς ἐπᾴδει. Εἰ δὲ ἄρα θανάτου ἐμνημόνευεν, πάντως ὁ φόβος τῆς προσδοκίας μετέβαλεν ἂν αὐτοῦ τὸν τρόπον πρὸς τὸ ἀγαθοεργεῖν· τίς γάρ φησι τῶν ἀπίστων καὶ ἀσεβῶν θανάτου ἐμνημόνευσεν;

Μὴ ξενιζέτω ἡμᾶς τοῦτο, καθότι πᾶς ἄνθρωπος συνεζευγμένην ἔχει τὴν τοῦ θανάτου μνήμην. Καὶ οἱ μὲν ἄπιστοι κακῶς ταύτῃ κέχρηνται, τῶν ἡδέων μόνον τὸν χωρισμὸν ἀποδυρόμενοι, οἱ δὲ πιστοὶ ὡς βοήθημα καὶ ἀλεξιτήριον τῶν αἰσχίστων παθῶν ταύτῃ κατακέχρηνται.

Πάντες τοίνυν πεπείσμεθα ὅτι θανάτῳ ὑποκείμεθα, πιστοί τε καὶ ἄπιστοι, τὴν δὲ μετὰ θάνατον κρίσιν οὐ πάντες πεπιστεύκασι. Καὶ οἱ μὲν δίκαιοι ταύτην ἔχοντες κατ᾽ ὀφθαλμῶν ἀεί, κατὰ τὸν λέγοντα, καὶ καθάπερ ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, νυκτὸς καὶ ἡμέρας δεήσεις καὶ ἱκεσίας ἀναπέμπουσι τῷ Θεῷ, τοῦ ῥυσθῆναι τῆς γεέννης τοῦ πυρὸς καὶ τῶν λοιπῶν βασάνων, καὶ καταξιωθῆναι τῆς μετὰ ἁγίων Ἀγγέλων χορείας. Τοῖς δὲ ἀσεβέσι καὶ ἁμαρτωλοῖς ψιλή τίς ἐστιν ἡ ἐγγινομένη τοῦ θανάτου μνήμη, οὐ περὶ τῶν ἐσομένων μετὰ θάνατον ἐναγώνιοι ὄντες, ἀλλὰ στέρησιν καὶ χωρισμὸν τῶν ἡδέων ὀδυρόμενοι. Εἰ δέ τινι αὐτῶν γένηται μνήμη ἡ τοὺς δικαίους περισφίγγουσα, τότε ἡ προτέρα λύπη οἰχήσεται συντριβομένη ὑπὸ τῆς δευτέρας· οὐκέτι γὰρ ὁμόφρων ἔσται τῶν λεγόντων, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν· οὐδὲ ἀνέξεται θησαυρίζειν εἰς ἀνόνητα καὶ συνάγειν χερσὶν ἀκαρπίαν, μᾶλλον δὲ βασανισμοὺς καθ᾽ ἑαυτοῦ, ἀλλὰ φροντὶς αὐτῷ ἐπελεύσεται, ὡς ἀνδρὶ σοφῷ, τῇ τῶν κρειττόνων ἐπιθυμίᾳ τῆς τῶν ἀσεβῶν φροντίδος ἀποδράσαι.

Τῶν δὲ ἀγαπώντων τὸν ἐπίγειον πλοῦτον, πᾶς ὁ βίος ἐν ματαίᾳ ἐλπίδι προσησχόληται, καὶ ὅση ἡ τοῦ πλούτου ὑπεροχή, τοσούτῳ μειζόνως αὔξει τοῦ θανάτου τὸν φόβον· ἡ γὰρ μνήμη τοῦ θανάτου ἔνδον οἰκοῦσα ἐπιφέρει τὴν λύπην κατὰ ἀναλογίαν τῆς ἑκάστου αἰσθήσεως. Οὐχ ὅπως κατορθωθῇ αὐτῶν ἡ σωφροσύνη καὶ ἡ φρόνησις, δικαιοσύνη τε καὶ ἀνδρεία· οὐ περὶ γεέννης καὶ δικαιοκρισίας Θεοῦ. Ἀλλὰ διαπορούμενοι ἐν ἑαυτοῖς, θρηνοῦσι τὸν ἑαυτῶν πλοῦτον καὶ φασί· τίς ἄρα μετὰ τὴν ἡμῶν ἀποβίωσιν ἄρξει τῆς τοσαύτης περιουσίας; (Ὅπερ φίλον ἐστὶ καὶ τοῖς βασιλεῦσι, τοῦ ἐπιγνῶναι τὸ τίς ἄρα ἄρξει τῆς βασιλείας μετ᾽ αὐτούς). Τίς ἄρα κυριεύσει τοσούτου χρυσίου καὶ ἀργυρίου;

Τίνι ἄρα μετὰ ταῦτα ἐξυπηρετήσει ἡ τοσαύτη κατασκευὴ τοῦ χρυσίου; Τίς κληρονομήσει τὰ διάχρυσα καὶ σηρικὰ ἐνδύματα, καὶ τὰς ποικίλας καὶ πολυτελεῖς ὀθόνας; Τίς ἐπιβῇ τοῖς χρυσοχαλίνοις καὶ ἐπιλέκτοις ἴπποις; Τίνι ἀκολουθήσει προϊόντι τὸ πλῆθος τῶν παίδων τὸ ἐκ διαφόρων ἐθνῶν συνηγμένον; Τίς ἄρα οἰκήσει ἐν τοῖς πύργοις καὶ τρικλίνοις, οὓς ἐγὼ ἐπιμελῶς τοῖς μαρμάροις ἐκόσμησα, ὧν τὸ ἔδαφος ἐκ ψηφίδων διήνθισται καὶ ἡ ὀροφὴ χρυσίῳ ὑπαλήλιπται;

Τίνι ἄρα μετὰ ταῦτα ἐργῶνται οἱ σιτοποιοὶ καὶ οἰνοχόοι; Τίνι παραστήσονται οἱ εὐνοῦχοι διακονοῦντες; Τίς ἀνακλιθήσεται ἐπὶ ταῖς ἀργυρενδέτοις κλίναις καὶ τῶν ἐξ Ἰνδικῆς ἐχόντων τὸν ἀπαρτισμόν; Τίς τὰ γεννήματα καὶ τὸν διυλισμένον οἶνον; Τίς τῶν ἐμῶν παραδείσων ἀπαρχὰς λήψεται; Τίς τὰ περιδέραια καὶ τὰς ζώνας τὰς χρυσᾶς καθέξει; Τίς τῶν ὁπλοθηκῶν καὶ τῶν ἁρμάτων καὶ τῶν ἐξησκημένων ἵππων πρὸς ὁδοιπορίαν καὶ παραταξίαν πολέμου διάδοχος ἔσται;

Τίνα οἱ οἰκογενεῖς κύριον προσαγορεύσουσι; Τίς τῶν μύρων τὴν εὐοσμίαν ἐπαλείψεται; Τί τοὺς κύνας τοὺς θηρευτὰς καὶ τὰ πρὸς ἄγραν πετεινὰ ἕξει; Τὰ δὲ ἀκροθίνια τίνι οἱ ἐμοὶ νομεῖς οἴσουσι; Τοὺς δὲ φόρους τίς κερδανεῖ; Καὶ ὅταν εἰς πολλὰ μέρη διασπασθῇ τῷ λογισμῷ καὶ μὴ εὕρῃ πόρον τῆς ὑποθέσεως, μέγα στενάξας, πάλιν ἐπάνεισιν ἐπὶ τὴν τοῦ οἴκου ἐπιμέλειαν, μὴ ἀνεχόμενος ἑαυτῷ θησαυρίσαι ἐν οὐρανοῖς.

Ὅταν δὲ καὶ πάντα τὰ καταθύμια αὐτοῦ πέρας λάβῃ, οἷον καρπῶν εὐφορία καὶ προσόδων εὐπορία καὶ κτηνῶν εὐτοκία καὶ ἀξίωμα λαμπρὸν καὶ κατὰ τῶν πολεμίων ἀνδραγαθία, τότε ἡ τοῦ θανάτου μνήμη ὑπεισελθοῦσα ταράσσει τὴν καρδίαν. Εἰ δὲ τὰ μέλη κέκμηκε διὰ βαθύτητα γήρως καὶ μηκέτι ὑπουργεῖν δύναται πρὸς ἀτόπους καὶ ἀπειρημένας ἡδονάς, τότε δυσμένειαν καὶ τὴν ζωὴν τίθεται. Εἰ δὲ ἀπηνής τίς ἐστιν, ὠμός τε καὶ ἀλαζών, καὶ δόξει πόρρω ἀποικεῖσθαι τῆς τοῦ θανάτου μνήμης δι᾽ ὑπερβολὴν ἀνέσεώς τε καὶ εὐημερίας, οὐ παρὰ τοῦτο ἔξω που τῆς τοῦ θανάτου πείρας καθέστηκεν· ὅμοιος γάρ ἐστι νοσοῦντι καὶ ὑγιείαν ὑποκρινομένῳ καὶ τὰ ἐναντία τῆς ἀρρωστίας ἐσθίοντι, οἰόμενος διὰ τούτων ἐπεμβαίνειν τῇ νόσῳ· ἀλλ᾽ οὐ παρὰ τοῦτο ἤδη καὶ τὸ πάθος ἐλώφησεν· ἡ γὰρ νόσος ἐν τοῖς μέλεσι νεμομένη καὶ ἄκοντα πείσει ὅτι πάθει κεκράτηται· ὅταν γὰρ θεάσηται τὸν ὁμόφυλον ὑπὸ θανάτου ἄφνω ἁρπασθέντα διὰ ποικίλων συμπτωμάτων, τότε καὶ μὴ βουλόμενος πεισθήσεται ὅτι καὶ εἰς αὐτὸν ἐλεύσεται πάντως ἡ τοῦ θανάτου ψῆφος.