Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μνήμης θανάτου καὶ περὶ ἀρετῆς καὶ περὶ πλούτου

Ἐφραίμ ὁ Σύρος

Η απάτη του παρόντος βίου και η στροφή προς την αρετή

Η συνειδητοποίηση της φθοράς των εγκόσμιων πραγμάτων, η πλάνη της ανθρώπινης ευημερίας και η αναγκαιότητα αποδέσμευσης από τα χαμερπή πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Εἰ δέ τις νέος εἶ ἢ νεόγαμος, πάλιν ἡ ἴδῃ τὸ ἀγαπώμενον τῆς συζύγου πρόσωπον, εὐθὺς πάντως καὶ ὁ φόβος τοῦ χωρισμοῦ συνεισέρχεται, κἂν ἀκούσῃ τῆς ἡδίστης φωνῆς, καὶ τὸ μὴ ἀκούσεσθαί ποτε ἐννοήσει· καὶ ὅταν εὐφρανθῇ τῇ θεωρίᾳ τοῦ κάλλους, τότε φρίττει μάλιστα τὴν προσδοκίαν τοῦ πένθους λογιζόμενος, ὅτι τοῦτο μὲν τὸ κάλλος οἰχήσεται, ὀστέα δὲ βδελυρὰ καὶ εἰδεχθῆ ἀντὶ τοῦ νῦν φαινομένου γενήσεται, καὶ οὐδὲ ἴχνος, οὐδὲ μνημόσυνον, οὐδὲ λείψανον τοῦ παρόντος κάλλους ἐπιφερόμενον.

Εἰ ταῦτα καὶ τὰ τοιαῦτα διανοεῖται, ἆρα ἐν εὐφροσύνῃ βιώσεται; Ἆρα πιστεύσει τοῖς παροῦσιν αὐτῷ ὡς χρηστοῖς καὶ ἀεὶ παραμένουσιν; Ἢ δῆλον ἐκ τούτων ὅτι, καθάπερ ἐν ταῖς τῶν ὀνείρων ἀπάταις, ἀμηχάνως καὶ ἀπίστως πρὸς τὸν βίον ἕξει, ὡς ἀλλοτρίοις προσέχων τοῖς φαινομένοις; Οἱ ἀμελεῖς καὶ καταφρονηταὶ ἐσκοτισμένοι ὄντες ἀπάτῃ τῆς ἁμαρτίας, τῶν ἡμερῶν αὑτῶν προκοπτουσῶν, οἴονται πόρρω εἶναι τῆς τοῦ θανάτου ὥρας, μηδεμίαν φροντίδα ποιούμενοι τῆς ἑαυτῶν ἐξόδου, ἀλλ᾽ ἔτη πολλὰ καὶ χρόνους μακροὺς ἑαυτοῖς ὑπογράφουσιν· ὅμοιοι δὲ ὑπάρχοντες τῶν νυκτοπορούντων καὶ ἐν ἀωρίᾳ βαδιζόντων· οἵτινες οἴονται μακρὰν εἶναι τοῦ προκειμένου κρημνοῦ καὶ ἀπερρωγότος τόπου, ἄχρις οὗ κατακρημνισθέντων αὐτῶν, ἡ πεῖρα λύσει τὴν ἀμφισβήτησιν.

Ὁ τοίνυν τὴν τοῦ βίου τούτου ἀπάτην κατανοήσας καθαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, καὶ ὑψηλότερος τῶν ἐνταῦθα σπουδαζομένων γενόμενος, νοήσει πάντως ὅτι εἴτε ἐσθίει, εἴτε πίνει, εἴτε καθεύδει, εἴτε ἐργάζεται, εἴτε μετεωρίζεται, πᾶσαν ἡμέραν καὶ ὥραν πρὸς γῆρας καὶ λῆξιν τοῦ προσκαίρου βίου ὑπὸ τῆς φύσεως ἐλαύνεται· ὅθεν ὡς σκύβαλα τὰ πάντα περιορῶν, σπουδάσει τῆς προσπαθείας τοῦ βίου ἑαυτὸν ἐξῶσαι, ἵνα μηδεμίαν ἔχῃ κοινωνίαν πρὸς τὰ [κακὰ] ἀνθρώπινα.

Ὁ τοίνυν πρὸς τὸν ἐνάρετον ἀποβλέπων βίον καὶ τὴν ἀρετὴν ἑαυτῷ θησαυρίζων, ἣν οὐδεὶς ὅρος ἀνθρώπινος περιγράφει, ἆρα ἀνέξεται ἄνευ κατανύξεως καὶ δακρύων τὴν παροῦσαν ζωὴν διεξελθεῖν, ἢ πρὸς τὰ τῶν χαμερπῶν καὶ πεπατημένων τὴν ἑαυτοῦ ψυχὴν ἐπικλῖναι; Ἔτι ἆρα θαυμάσεται τὸν γήϊνον πλοῦτον, ἢ τὴν δυναστείαν τὴν ἀνθρωπίνην, ἢ ἄλλο τι τῶν ὑπὸ ἀνοίας σπουδαζομένων;