Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μνήμης θανάτου καὶ περὶ ἀρετῆς καὶ περὶ πλούτου

Ἐφραίμ ὁ Σύρος

Η ανωτερότητα της αρετής και η υπέρβαση του θανάτου

Η τελική επιβεβαίωση της σωτηριώδους αξίας του ενάρετου βίου, η καταφρόνηση του θανάτου και η προσδοκία της αιώνιας κοινωνίας με τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Εἰ μὲν γάρ τις ἔτι περὶ τὰ τοιαῦτα διάκειται ἐμπαθῶς, ἔξω τοῦ τοιούτου ἂν εἴη χοροῦ, καὶ οὐδὲν πρὸς τὸν ἡμέτερον λόγον. Εἰ δὲ ἄνω φρονεῖ καὶ συμμετεωροπορεῖ τῷ Θεῷ, ὑψηλότερος πάντως τῶν τοιούτων ἐστί, παντὶ σθένει τὴν ἀρετὴν μεταδιώκων· οὐδὲν γὰρ ἐν βίῳ ταύτης τιμιώτερον· τοὺς γὰρ ἀνθρώπους φίλους Θεοῦ κατασκευάζει. Ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ὡς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς. Κακουχία ταύτην οὐκ ἐμάρανε, καὶ ἀσθένεια ταύτην οὐκ ἠμαύρωσε· καὶ ὁ τοῖς πᾶσι φοβερὸς θάνατος ὑπὸ τῶν κατορθωκότων τὴν ἀρετὴν καταπεφρόνηται· μετὰ γὰρ παρρησίας κεκράξονται ἅμα τῷ λέγοντι· τὴν ἐπιθυμίαν ἔχω ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.