Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μοναχῶν

Ἐφραίμ ὁ Σύρος

Αποταγή του κόσμου και αγγελική πολιτεία

Προτροπή προς τον μοναχό για αποφυγή της επιστροφής στα κοσμικά πράγματα και διατήρηση της αγγελικής διαγωγής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ μοναχῶν Τί δὲ ὁ Προφήτης τρυγόνα χηρεύουσαν ἀπείκασέ [χῆρον] σε, ὦ μοναχέ; Διότι ἡ τρυγὼν ὄρνις ἐστὶ σώφρων, μὴ διγαμοῦσά ποτε, μηδὲ ἐν ὑγροῖς κλάδοις καθεζομένη, μᾶλλον δὲ τὰς ἀοικήτους ἐρήμους διώκει, κἀκεῖ ἐπιτελεῖ τὰς ἡμέρας αὐτῆς. Τούτου χάριν ἀπείκασεν ὁ Προφήτης τρυγόνα χηρεύουσαν. Μηδὲ σὺ ἐπιστρέψῃς ἐν τῷ κόσμῳ εἰς τὰ ὀπίσω· μηδὲ πόλεις καὶ κώμας διατρίβῃς· μήτε μετὰ κοσμικῶν συναυλίζῃ· μήτε μάθῃς τὰς ὁδοὺς αὐτῶν, καὶ ἀποστῇ ἡ ψυχή σου ἀπὸ Κυρίου Θεοῦ αὐτῆς, τοῦ ἀληθινοῦ τῶν ψυχῶν ἡμῶν Νυμφίου, καὶ λάβῃς βρόχους ἐν τῇ σῇ ψυχῇ· μήτε εἰς πλοῦτον καὶ ἡδονὰς τοῦ βίου ἀναστρέφῃ· οὐ δύνασαι γὰρ καὶ ἄγγελος καὶ ἄνθρωπος εἶναι· οὐ δύνασαι Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Μηδὲ προφασίζεσθε, ὦ μοναχοὶ πεπλανημένοι, ἐντολὰς καὶ εὐποιΐας, γηροκομίαν τε καὶ ξενοδοχίαν. Οὐ γὰρ χρῄζει ὁ Θεὸς ἐξ ἀγγέλων τὰ τοιαῦτα, εἰ μὴ τὸ ὑμνεῖν καὶ δοξολογεῖν καὶ δοξάζειν αὐτὸν διαπαντός, καθὰ καὶ συνετάξασθε.